Comparison
Deuteronomy 6
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | These are the precepts, and ceremonies, and judgments, which the Lord your God commanded that I should teach you, and that you should do them in the land into which you pass over to possess it: | Καὶ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν διδάξαι ὑμᾶς ποιεῖν οὕτως ἐν τῇ γῇ, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν. |
| 2 | That thou mayst fear the Lord thy God, and keep all his commandments and precepts, which I command thee, and thy sons, and thy grandsons, all the days of thy life, that thy days may be prolonged. | Ἵνα φοβῆσθε Κύριον τὸν Θεὸν ὑμῶν, φυλάσσεσθε πάντα τὰ δικαιώματα αὐτοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, σὺ καὶ οἱ υἱοί σου, καὶ οἱ υἱοὶ τῶν υἱῶν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα μακροημερεύσητε. |
| 3 | Hear, O Israel, and observe to do the things which the Lord hath commanded thee, that it may be well with thee, and thou mayst be greatly multiplied, as the Lord the God of thy fathers hath promised thee a land flowing with milk and honey. | Καὶ ἄκουσον Ἰσραὴλ, καὶ φύλαξον ποιεῖν, ὅπως εὖ σοι ἠ·, καὶ ἵνα πληθυνθῆτε σφόδρα, καθάπερ ἐλάλησε Κύριος ὁ Θεὸς τῶν πατέρων σου δοῦναί σοι γῆν ῥέουσαν γάλα καὶ μέλι· |
| 4 | Hear, O Israel, the Lord our God is one Lord. | καὶ ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο Κύριος τοῖς υἱοῖς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ἐξελθόντων αὐτῶν ἐκ γῆν Αἰγύπτου. Ἄκουε Ἰσραὴλ, Κύριος ὁ Θεὸς ἡμῶν, Κύριος εἷς ἐστι. |
| 5 | Thou shalt love the Lord thy God with thy whole heart, and with thy whole soul, and with thy whole strength. | Καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου. |
| 6 | And these words which I command thee this day, shall be in thy heart: | Καὶ ἔσται τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου, καὶ ἐν τῇ ψυχῇ σου. |
| 7 | And thou shalt tell them to thy children, and thou shalt meditate upon them sitting in thy house, and walking on thy journey, sleeping and rising. | Καὶ προβιβάσεις αὐτὰ τοὺς υἱούς σου, καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ, καὶ πορευόμενος ἐν ὁδῷ, καὶ κοιταζόμενος, καὶ διανιστάμενος. |
| 8 | And thou shalt bind them as a sign on thy hand, and they shall be and shall move between thy eyes. | Καὶ ἀφάψεις αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν σου. |
| 9 | And thou shalt write them in the entry, and on the doors of thy house. | Καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν, καὶ τῶν πυλῶν ὑμῶν. |
| 10 | And when the Lord thy God shall have brought thee into the land, for which he swore to thy fathers Abraham, Isaac, and Jacob: and shall have given thee great and goodly cities, which thou didst not build, | Καὶ ἔσται ὅταν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν ἣν ὤμοσε τοῖς πατράσι σου, τῷ Ἁβραὰμ, καὶ τῷ Ἰσαακ, καὶ τῷ Ἰακώβ, δοῦναί σοι πόλεις μεγάλας καὶ καλὰς ἃς οὐκ ᾠκοδόμησας, |
| 11 | Houses full of riches, which thou didst not set up, cisterns which thou didst not dig, vineyards and oliveyards, which thou didst not plant, | οἰκίας πλήρεις πάντων ἀγαθῶν ἃς οὐκ ἐνέπλησας, λάκκους λελατομημένους οὓς οὐκ ἐξελατόμησας, ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐ κατεφύτευσας, καὶ φαγὼν καὶ ἐμπλησθεὶς, πρόσεχε σεαυτῷ μὴ ἐπιλάθῃ |
| 12 | And thou shalt have eaten and be full: | Κυρίου τοῦ Θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. |
| 13 | Take heed diligently lest thou forget the Lord, who brought thee out of the land of Egypt, out of the house of bondage. Thou shalt fear the Lord thy God, and shalt serve him only, and thou shalt swear by his name. | Κύριον τὸν Θεόν σου φοβήθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. |
| 14 | You shall not go after the strange gods of all the nations, that are round about you: | Οὐ πορεύεσθε ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν, |
| 15 | Because the Lord thy God is a jealous God in the midst of thee: lest at any time the wrath of the Lord thy God be kindled against thee, and take thee away from the face of the earth. | ὅτι ὁ Θεὸς ζηλωτὴς Κύριος ὁ Θεός σου ἐν σοί· μὴ ὀργισθεὶς θυμῷ Κύριος ὁ Θεός σου σοὶ, ἐξολοθρεύσῃ σε ἀπὸ προσώπου τῆς γῆς. |
| 16 | Thou shalt not tempt the Lord thy God, as thou temptedst him in the place of temptation. | Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου, ὃν τρόπον ἐξεπειράσατε ἐν τῷ πειρασμῷ. |
| 17 | Keep the precepts of the Lord thy God, and the testimonies and ceremonies which he hath commanded thee. | Φυλάσσων φυλάξῃ τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου, τὰ μαρτύρια, καὶ τὰ δικαιώματα, ὅσα ἐνετείλατό σοι. |
| 18 | And do that which is pleasing and good in the sight of the Lord, that it may be well with thee: and going in thou mayst possess the goodly land, concerning which the Lord swore to thy fathers, | Καὶ ποιήσεις τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἔναντι Κυρίου τοῦ Θεοῦ σου, ἵνα εὖ σοι γένηται, καὶ εἰσέλθῃς καὶ κληρονομήσῃς τὴν γῆν τὴν ἀγαθὴν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν, |
| 19 | That he would destroy all thy enemies before thee, as he hath spoken. | ἐκδιῶξαι πάντας τοὺς ἐχθρούς σου πρὸ προσώπου σου, καθὰ ἐλάλησε Κύριος. |
| 20 | And when thy son shall ask thee tomorrow, saying: What mean these testimonies, and ceremonies and judgments, which the Lord our God hath commanded us? | Καὶ ἔσται ὅταν ἐρωτήσῃ σε ὁ υἱός σου αὔριον, λέγων, τί ἐστι τὰ μαρτύρια, καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν; |
| 21 | Thou shalt say to him: We were bondmen of Pharao in Egypt, and the Lord brought us out of Egypt with a strong hand. | Καὶ ἐρεῖς τῷ υἱῷ σου, οἰκέται ἦμεν τῷ Φαραὼ ἐν γῇ Αἰγύπτῳ, καὶ ἐξήγαγεν ἡμᾶς Κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ. |
| 22 | And he wrought signs and wonders great and very grievous in Egypt against Pharao, and all his house, in our sight, | Καὶ ἔδωκε Κύριος σημεῖα καὶ τέρατα μεγάλα καὶ πονηρὰ ἐν Αἰγύπτῳ ἐν Φαραὼ καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἐνώπιον ἡμῶν, |
| 23 | And he brought us out from thence, that he might bring us in and give us the land, concerning which he swore to our fathers. | καὶ ἡμᾶς ἐξήγαγεν ἐκεῖθεν δαῦναι ἡμῖν τὴν γῆν ταύτην, ἣν ὤμοσε δοῦναι τοῖς πατράσιν ἡμῶν. |
| 24 | And the Lord commanded that we should do all these ordinances, and should fear the Lord our God, that it might be well with us all the days of our life, as it is at this day. | Καὶ ἐνετείλατο ἡμῖν Κύριος ποιεῖν πάντα τὰ δικαιώματα ταῦτα· φοβεῖσθαι Κύριον τὸν Θεὸν ἡμῶν, ἵνα εὖ ἠ· ἡμῖν πάσας τὰς ἡμέρας, ἵνα ζῶμεν ὥσπερ καὶ σήμερον. |
| 25 | And he will be merciful to us, if we keep and do all his precepts before the Lord our God, as he hath commanded us. | Καὶ ἐλεημοσύνη ἔσται ἡμῖν, ἐὰν φυλασσώμεθα ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν, καθὰ ἐνετείλατο ἡμῖν. |
