Comparison
Deuteronomy 14
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Be ye children of the Lord your God: you shall not cut yourselves, no, make any baldness for the dead; | Υἱοί ἐστε Κυρίου τοῦ Θεοῦ ὑμῶν· οὐκ ἐπιθήσετε φαλάκρωμα ἀναμέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ. |
| 2 | Because thou art a holy people to the Lord thy God: and he chose thee to be his peculiar people of all nations that are upon the earth. | Ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου, καὶ σε ἐξελέξατο Κύριος ὁ Θεός σου γενέσθαι σε λαὸν αὐτῷ περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς γῆς. |
| 3 | Eat not the things that are unclean. | Οὐ φάγεσθε πᾶν βδέλυγμα. |
| 4 | These are the beasts that you shall eat, the ox, and the sheep, and the goat, | Ταῦτα κτήνη ἃ φάγεσθε· μόσχον ἐκ βοῶν, καὶ ἀμνὸν ἐκ προβάτων, καὶ χίμαρον ἐξ αἰγῶν· |
| 5 | The hart and the roe, the buffle, the chamois, the pygarg, the wild goat, the camelopardalus. | ἔλαφον, καὶ δορκάδα, καὶ πύγαργον, ὄρυγα, καὶ καμηλοπάρδαλιν. |
| 6 | Every beast that divideth the hoof in two parts, and cheweth the cud, you shall eat. | Πᾶν κτῆνος διχηλοῦν ὁπλὴν, καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν, καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσι, ταῦτα φάγεσθε. |
| 7 | But of them that chew the cud, but divide not the hoof, you shall not eat, such as the camel, the hare, and the cherogril: because they chew the cud, but divide not the hoof, they shall be unclean to you. | Καὶ ταῦτα οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν, καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς, καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον, καὶ δασύποδα, καὶ χοιρογρύλλιον· ὅτι ἀνάγουσι μηρυκισμὸν, καὶ ὁπλὴν οὐ διχηλοῦσιν, ἀκάθαρτα ταῦτα ὑμῖν ἐστι. |
| 8 | The swine also, because it divideth the hoof, but cheweth not the cud, shall be unclean, their flesh you shall not eat, and their carcasses you shall not touch. | Καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο, καὶ ὀνυχίζει ὀνυχιστῆρας ὁπλῆς, καὶ τοῦτο μηρυκισμὸν οὐ μηρυκᾶται ἀκάθαρτον τοῦτο ὑμῖν· ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε, τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε. |
| 9 | These shall you eat of all that abide in the waters: All that have fins and scales, you shall eat. | Καὶ ταῦτα φάγεσθε ἀπὸ πάντων τῶν ἐν τῷ ὕδατι, πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες, φάγεσθε. |
| 10 | Such as are without fins and scales, you shall not eat, because they are unclean. | Καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες, οὐ φάγεσθε· ἀκάθαρτα ὑμῖν ἐστι. |
| 11 | All birds that are clean you shall eat. | Πᾶν ὄρνεον καθαρὸν φάγεσθε. |
| 12 | The unclean eat not: to wit, the eagle, and the grype, and the osprey, | Καὶ ταῦτα οὐ φάγεσθε ἀπʼ αὐτῶν· τὸν ἀετὸν, καὶ τὸν γρύπα, καὶ τὸν ἁλιάετον, |
| 13 | The ringtail, and the vulture, and the kite according to their kind: | καὶ τὸν γύπα, καὶ τὸν ἴκτινον, καὶ τὰ ὅμοια αὐτῷ, |
| 14 | And all of the raven’s kind: | — |
| 15 | And the ostrich, and the owl, and the larus, and the hawk according to its kind: | καὶ στρουθὸν, καὶ γλαῦκα, καὶ λάρον, |
| 16 | The heron, and the swan, and the stork, | καὶ ἐρωδιὸν, καὶ κύκνον, καὶ ἶβιν, |
| 17 | And the cormorant, the porphyrion, and the night crow, | καὶ καταράκτην, καὶ ἱέρακα, καὶ τὰ ὅμοια αὐτῷ, καὶ ἔποπα, καὶ νυκτικόρακα, |
| 18 | The bittern, and the charadrion, every one in their kind: the hoop also and the bat. | καὶ πελακᾶνα, καὶ χαραδριὸν, καὶ τὰ ὅμοια αὐτῷ, καὶ πορφυρίωνα, καὶ νυκτερίδα. |
| 19 | Every thing that creepeth, and hath little wings, shall be unclean, and shall not be eaten. | Πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτά ἐστιν ὑμῖν· οὐ φάγεσθε ἀπʼ αὐτῶν. |
| 20 | All that is clean, you shall eat. | Πᾶν πετεινὸν καθαρὸν φάγεσθε. |
| 21 | But whatsoever is dead of itself, eat not thereof. Give it to the stranger, that is within thy gates, to eat, or sell it to him: because thou art the holy people of the Lord thy God. Thou shalt not boil a kid in the milk of his dam. | Πᾶν θνησιμαῖον οὐ φάγεσθε· τῷ παροίκῳ τῷ ἐν ταῖς πόλεσί σου δοθήσεται καὶ φάγεται, ἢ ἀποδώσῃ τῷ ἀλλοτρίῳ, ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου. Οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ. |
| 22 | Every year thou shalt set aside the tithes of all thy fruits that the earth bringeth forth, | Δεκάτην ἀποδεκατώσεις παντὸς γεννήματος τοῦ σπέρματός σου, τὸ γέννημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατʼ ἐνιαυτόν. |
| 23 | And thou shalt eat before the Lord thy God in the place which he shall choose, that his name may be called upon therein, the tithe of thy corn, and thy wine, and thy oil, and the firstborn of thy herds and thy sheep: that thou mayst learn to fear the Lord thy God at all times. | Καὶ φαγῇ αὐτὸ ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ· οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας. |
| 24 | But when the way and the place which the Lord thy God shall choose, are far off, and he hath blessed thee, and thou canst not carry all these things thither, | Ἐὰν δὲ μακρὰν γένηται ἡ ὁδὸς ἀπὸ σοῦ, καὶ μὴ δύνῃ ἀναφέρειν αὐτὰ, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε Κύριος ὁ Θεός σοῦ, |
| 25 | Thou shalt sell them all, and turn them into money, and shalt carry it in thy hand, and shalt go to the place which the Lord shall choose: | καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου, καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν. |
| 26 | And thou shalt buy with the same money whatsoever pleaseth thee, either of the herds or of sheep, wine also and strong drink, and all that thy soul desireth: and thou shalt eat before the Lord thy God, and shalt feast, thou and thy house: | Καὶ δώσεις ἀργύριον ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμεῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν ἤ ἐπὶ προβάτοις, ἢ ἐτʼ οἴνῳ ἢ ἐπὶ σίκερα, ἢ ἐπὶ σίκερα, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμῇ ἡ φυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ οἶκός σου, |
| 27 | And the Levite that is within thy gates, beware thou forsake him not, because he hath no other part in thy possession. | καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ. |
| 28 | The third year thou shalt separate another tithe of all things that grow to thee at that time, and shalt lay it up within thy gates. | Μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ ἐπιδέκατον τῶν γεννημάτων σου, ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ θήσεις αὐτὸ ἐν ταῖς πόλεσί σου. |
| 29 | And the Levite that hath no other part nor possession with thee, and the stranger and the fatherless and the widow, that are within thy gates, shall come and shall eat and be filled: that the Lord thy God may bless thee in all the works of thy hands that thou shalt do. | Καὶ ἐλεύσεται ὁ Λευίτης, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ, καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ταῖς πόλεσί σου, καὶ φάγονται καὶ ἐμπλησθήσονται, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις οἷς ἐὰν ποιῇς. |
