Comparison
Deuteronomy 34
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Then Moses went up from the plains of Moab upon mount Nebo, to the top of Phasga over against Jericho: and the Lord shewed him all the land of Galaad as far as Dan. | Καὶ ἀνεβη Μωυσῆς ἀπὸ Ἀραβὼθ Μωὰβ ἐπὶ τὸ ὄρος Ναβαῦ, ἐπὶ κορυφὴν Φασγὰ, ἥ ἐστιν ἐπὶ προσώπου Ἱεριχώ· καὶ ἔδειξεν αὐτῷ Κύριος πᾶσαν τὴν γῆν Γαλαὰδ ἕως Δὰν, |
| 2 | And all Nephtali, and the land of Ephraim and Manasses, and all the land of Juda unto the furthermost sea, | καὶ πᾶσαν τὴν γῆν Νεφθαλὶ, καὶ πᾶσαν τὴν γῆν Ἐφραὶμ, καὶ Μανασσῆ, καὶ πᾶσαν τὴν γῆν Ἰούδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης, |
| 3 | And the south part, and the breadth of the plain of Jericho the city of palm trees as far as Segor. | καὶ τὴν ἔρημον, καὶ τὰ περίχωρα Ἱεριχὼ, πόλιν φοινίκων ἕως Σηγώρ. |
| 4 | And the Lord said to him: This is the land, for which I swore to Abraham, Isaac, and Jacob, saying: I will give it to thy seed. Thou hast seen it with thy eyes, and shalt not pass over to it. | Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, αὕτη ἡ γῆ ἣν ὤμοσα τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, λέγων, τῷ σπέρματι ὑμῶν δώσω αὐτήν· καὶ ἔδειξα τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ. |
| 5 | And Moses the servant of the Lord died there, in the land of Moab, by the commandment of the Lord: | Καὶ ἐτελεύτησε Μωυσῆς ὁ οἰκέτης Κυρίου ἐν γῇ Μωὰβ διὰ ῥήματος Κυρίου. |
| 6 | And he buried him in the valley of the land of Moab over against Phogor: and no man hath known of his sepulchre until this present day. | Καὶ ἔθαψαν αὐτὸν ἐν Γαὶ ἐγγὺς οἴκου Φογώρ· καὶ οὐκ εἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης. |
| 7 | Moses was a hundred and twenty years old when he died: his eye was not dim, neither were his teeth moved. | Μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐν τῷ τελευτᾷν αὐτόν· οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, οὐδὲ ἐφθάρησαν τὰ χελώνια αὐτοῦ. |
| 8 | And the children of Israel mourned for him in the plains of Moab thirty days: and the days of their mourning in which they mourned for Moses were ended. | Καὶ ἔκλαυσαν οἱ υἱοὶ Ἰσραὴλ Μωυσῆν ἐν Ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ τριάκοντα ἡμέρας, καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ Μωυσῆ. |
| 9 | And Josue the son of Nun was filled with the spirit of wisdom, because Moses had laid his hands upon him. And the children of Israel obeyed him, and did as the Lord commanded Moses. | Καὶ Ἰησοῦς υἱὸς Ναυῆ ἐνεπλήσθη πνεύματος συνέσεως, ἐπέθηκε γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοὺ ἐπʼ αὐτόν· καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ· καὶ ἐποίησαν καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ. |
| 10 | And there arose no more a prophet in Israel like unto Moses, whom the Lord knew face to face, | Καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωσῆς· ὃν ἔγνω Κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον |
| 11 | In all the signs and wonders, which he sent by him, to do in the land of Egypt to Pharao, and to all his servants, and to his whole land, | ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν, ὃν ἀπέστειλεν αὐτὸν Κύριος ποιῆσαι αὐτὰ ἐν γῇ Αἰγύπτῳ Φαραὼ, καὶ τοῖς θεράπουσιν αὐτοῦ, καὶ πάσῃ τῇ γῇ αὐτοῦ· |
| 12 | And all the mighty hand, and great miracles, which Moses did before all Israel. | τὰ θαυμάσια τὰ μεγάλα, καὶ τὴν χεῖρα τὴν κραταιὰν, ἃ ἐποίησε Μωυσῆς ἔναντι παντὸς Ἰσραήλ. |
