Comparison
Deuteronomy 29
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | These are the words of the covenant which the Lord commanded Moses to make with the children of Israel in the land of Moab: beside that covenant which he made with them in Horeb. | Οὗτοι οἱ λόγοι τῆς διαθήκης, οὓς ἐνετείλατο Κύριος Μωυσῇ στῆσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Μωὰβ, πλὴν τῆς διαθήκης ἧς διέθετο αὐτοῖς ἐν Χωρήβ. |
| 2 | And Moses called all Israel, and said to them: You have seen all the things that the Lord did before you in the land of Egypt to Pharao, and to all his servants, and to his whole land. | Καὶ ἐκάλεσε Μωυσῆς πάντας τοὺς υἱοὺς Ἰσραὴλ, καὶ εἶπε πρὸς αὐτοὺς, ὑμεῖς ἑωράκατε πάντα ὅσα ἐποίησε Κύριος ἐν γῇ Αἰγύπτῳ ἐνώπιον ὑμῶν Φαραὼ καὶ τοῖς θεράπουσιν αὐτοῦ, καὶ πάσῃ τῇ γῇ αὐτοῦ, |
| 3 | The great temptations, which thy eyes have seen, those mighty signs and wonders, | τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα. |
| 4 | And the Lord hath not given you a heart to understand, and eyes to see, and ears that may hear, unto this present day. | Καὶ οὐκ ἔδωκε Κύριος ὁ Θεὸς ὑμῖν καρδίαν εἰδέναι, καὶ ὀφθαλμοὺς βλέπειν, καὶ ὦτα ἀκούειν ἕως τῆς ἡμέρας ταύτης. |
| 5 | He hath brought you forty years through the desert: your garments are not worn out, neither are the shoes of your feet consumed with age. | Καὶ ἤγαγεν ὑμᾶς τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ· οὐκ ἐπαλαιώθη τὰ ἱμάτια ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν οὐ κατετρίβη ἀπὸ τῶν ποδῶν ὑμῶν. |
| 6 | You have not eaten bread, nor have you drunk wine or strong drink: that you might know that I am the Lord your God. | Ἄρτον οὐκ ἐφάγετε, οἶνον καὶ σίκερα οὐκ ἐπίετε, ἵνα γνῶτε ὃτι Κύριος ὁ Θεὸς ὑμῶν ἐγώ. |
| 7 | And you came to this place: sand Sehon king of Hesebon, and Og king of Basan, came out against us to fight. And we slew them. | Καὶ ἤλθετε ἕως τοῦ τόπου τούτου· καὶ ἑξῆλθε Σηὼν βασιλεὺς Ἐσεβὼν, καὶ Ὢγ βασιλεὺς Βασὰν εἰς συνάντησιν ἡμῖν ἐν πολέμῳ. |
| 8 | And took their land, and delivered it for a possession to Ruben and Gad, and the half tribe of Manasses. | Καὶ ἐπατάξαμεν αὐτοὺς, καὶ ἐλάβομεν τὴν γῆν αὐτῶν, καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ Ῥουβὴν, καὶ τῷ Γαδδὶ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ. |
| 9 | Keep therefore the words of this covenant, and fulfill them: that you may understand all that you do. | Καὶ φυλάξεσθε ποιεῖν πάντας τοὺς λόγους τῆς διαθήκης ταύτης, ἵνα συνῆτε πάντα ὅσα ποιήσετε. |
| 10 | You all stand this day before the Lord your God, your princes, and tribes, and ancients, and doctors, all the people of Israel, | Ὑμεῖς ἑστήκατε πάντες σήμερον ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, οἱ ἀρχίφυλοι ὑμῶν, καὶ ἡ γερουσία ὑμῶν, καὶ οἱ κριταὶ ὑμῶν, καὶ οἱ γραμματοεισαγωγεῖς ὑμῶν, πᾶς ἀνὴρ Ἰσραήλ, |
| 11 | Your children and your wives, and the stranger that abideth with thee in the camp, besides the hewers of wood, and them that bring water: | αἱ γυναῖκες ὑμῶν, καὶ τὰ ἔκγονα ὑμῶν καὶ ὁ προσήλυτος ὁ ἐν μέσῳ τῆς παρεμβολῆς ὑμῶν, ἀπὸ ξυλοκόπου ὑμῶν καὶ ἕως ὑδροφόρου ὑμῶν, |
| 12 | That thou mayst pass in the covenant of the Lord thy God, and in the oath which this day the Lord thy God maketh with thee. | παρελθεῖν ἐν τῇ διαθήκῃ Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ ἐν ταῖς ἀραῖς αὐτοῦ, ὅσα Κύριος ὁ Θεός σου διατίθεται πρὸς σὲ σήμερον· |
| 13 | That he may raise thee up a people to himself, and he may be thy God as he hath spoken to thee, and as he swore to thy fathers Abraham, Isaac, and Jacob. | ἵνα στήσῃ σε αὐτῷ εἰς λαὸν, καὶ αὐτὸς ἔσται σου Θεὸς, ὃν τρόπον εἶπέ σοι, καὶ ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. |
| 14 | Neither with you only do I make this covenant, and confirm these oaths, | Καὶ οὐχ ὑμῖν μόνοις ἐγὼ διατίθεμαι τὴν διαθήκην ταύτην καὶ τὴν ἀρὰν ταύτην, |
| 15 | But with all that are present and that are absent. | ἀλλὰ καὶ τοῖς ὧδε οὖσι μεθʼ ὑμῶν σήμερον ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ τοῖς μὴ οὖσι μεθʼ ὑμῶν ὧδε σήμερον. |
| 16 | For you know how we dwelt in the land of Egypt, and how we have passed through the midst of nations, and passing through them, | Ὅτι ὑμεῖς οἴδατε πῶς κατῳκήσαμεν ἐν γῇ Αἰγύπτῳ, ὡς παρήλθομεν ἐν μέσῳ τῶν ἐθνῶν οὓς παρήλθετε. |
| 17 | You have seen their abominations and filth, that is to say, their idols, wood and stone, silver and gold, which they worshipped. | Καὶ ἴδετε τὰ βδελύγματα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν, ξύλον καὶ λίθον, ἀργύριον καὶ χρυσίον, ἅ ἐστι παρʼ αὐτοῖς. |
| 18 | Lest perhaps there should be among you a man or a woman, a family or a tribe, whose heart is turned away this day from the Lord our God, to go and serve the gods of those nations: and there should be among you a root bringing forth gall and bitterness. | Μή τις ἐστὶν ἐν ὑμῖν ἀνὴρ, ἢ γυνὴ, ἢ πατριὰ, ἢ φυλὴ, τινὸς ἡ διάνοια ἐξέκλινεν ἀπὸ Κυρίου τοῦ Θεου ὑμῶν, πορευθέντες λατρεύειν τοῖς θεοῖς τῶν ἐθνῶν ἐκείνων· μή τις ἐστὶν ἐν ὑμῖν ῥίζα ἄνω φύουσα ἐν χολῇ καὶ πικρίᾳ· |
| 19 | And when he shall hear the words of this oath, he should bless himself in his heart saying: I shall have peace, and will walk on in the naughtiness of my heart: and the drunken may consume the thirsty, | Καὶ ἔσται ἐὰν ἀκούσῃ τὰ ῥήματα τῆς ἀρᾶς ταύτης, καὶ ἐπιφημίσηται ἐν τῇ καρδίᾳ αὐτοῦ, λέγων, ὅσιά μοι γένοιτο, ὅτι ἐν τῇ ἀποπλανήσει τῆς καρδίας μου πορεύσομαι, ἵνα μὴ συναπολέσῃ ὁ ἁμαρτωλὸς τὸν ἀναμάρτητον· |
| 20 | And the Lord should not forgive him: but his wrath and jealousy against that man should be exceedingly enkindled at that time, and all the curses that are written in this volume should light upon him: and the Lord should blot out his name from under heaven, | Οὐ μὴ θελήσει ὁ Θεὸς εὐϊλατεῦσαι αὐτῷ, ἀλλʼ ἢ τότε ἐκκαυθήσεται ὀργὴ Κυρίου καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ· καὶ κολληθήσονται ἐν αὐτῷ πᾶσαι αἱ ἀραὶ τῆς διαθήκης ταύτης, αἱ γεγραμμέναι ἐν τῷ βιβλίῳ τούτῳ· καὶ ἐξαλείψει Κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν. |
| 21 | And utterly destroy him out of all the tribes of Israel, according to the curses that are contained in the book of this law and covenant: | Καὶ διαστελεῖ αὐτὸν Κύριος εἰς κακὰ ἐκ πάντων υἱῶν Ἰσραὴλ, κατὰ πάσας τὰς ἀρὰς τῆς διαθήκης τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου. |
| 22 | And the following generation shall say, and the children that shall be born hereafter, and the strangers that shall come from afar, seeing the plagues of that land and the evils wherewith the Lord hath afflicted it, | Καὶ ἐροῦσιν ἡ γενεὰ ἡ ἑτέρα οἱ υἱοὶ ὑμῶν, οἳ ἀναστήσονται μεθʼ ὑμᾶς, καὶ ὁ ἀλλότριος ὃς ἂν ἔλθῃ ἐκ γῆς μακρόθεν, καὶ ὄψονται τὰς πληγὰς τῆς γῆς ἐκείνης καὶ τὰς νόσους αὐτῆς, ἃς ἀπέστειλε Κύριος ἐπʼ αὐτὴν, |
| 23 | Burning it with brimstone, and the heat of salt, so that it cannot be sown any more, nor any green thing grow therein, after the example of the destruction of Sodom and Gomorrha, Adama and Seboim, which the Lord destroyed in his wrath and indignation: | θεῖον καὶ ἅλα κατακεκαυμένον· πᾶσα ἡ γῆ αὐτῆς οὐ σπαρήσεται, οὐδὲ ἀνατελεῖ, οὐδὲ μὴ ἀναβῇ ἐπʼ αὐτὴν πᾶν χλωρόν. ὥσπερ κατεστράφη Σόδομα καὶ Γόμοῤῥα, Ἀδαμὰ καὶ Σεβωῒμ, ἃς κατέστρεψε Κύριος ἐν θυμῷ καὶ ὀργῇ· |
| 24 | And all the nations shall say: Why hath the Lord done thus to this land? what meaneth this exceeding great heat of his wrath? | Καὶ ἐροῦσι πάντα τὰ ἔθνη, διατί ἐποίησε Κύριος οὕτω τῇ γῇ ταύτῃ; τίς ὁ θυμὸς τῆς ὀργῆς ὁ μέγας οὗτος; |
| 25 | And they shall answer: Because they forsook the covenant of the Lord, which he made with their fathers, when he brought them out of the land of Egypt: | Καὶ ἐροῦσιν, ὅτι κατέλιπον τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ τῶν πατέρων αὐτῶν, ἃ διέθετο τοῖς πατράσιν αὐτῶν, ὅτε ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, |
| 26 | And they have served strange gods, and adored them, whom they knew not, and for whom they had not been assigned: | καὶ πορεύθεντες ἐλάτρευσαν θεοῖς ἑτέροις, οὓς οὐκ ἠπίσταντο, οὐδὲ διένειμεν αὐτοῖς· |
| 27 | Therefore the wrath of the Lord was kindled against this land, to bring upon it all the curses that are written in this volume: | Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὴν γῆν ἐκείνην ἐπαγαγεῖν ἐπʼ αὐτὴν κατὰ πάσας τὰς κατάρας τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου. |
| 28 | And he hath cast them out of their land, in anger and in wrath, and in very great indignation, and hath thrown them into a strange land, as it is seen this day. | Καὶ ἐξῇρεν αὐτοὺς Κύριος ἀπὸ τῆς γῆς αὐτῶν ἐν θυμῷ καὶ ὀργῇ καὶ παροξυσμῷ μεγάλῳ σφόδρα, καὶ ἐξέβαλεν αὐτοὺς εἰς γῆν ἑτέραν ὡσεὶ νῦν. |
| 29 | Secret things to the Lord our God: things that are manifest, to us and to our children for ever, that we may do all the words of this law. | Τὰ κρυπτὰ Κυρίῳ τῷ Θεῷ ἡμῶν, τὰ δὲ φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν εἰς τὸν αἰῶνα, ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου. |
