Skip to content
FIDES VIVA
Comparison

Deuteronomy 27

Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.

Deuteronomy 27: Douay-Rheims and Septuagint (Sixtine edition, 1587)
Douay-RheimsSeptuagint (Sixtine edition, 1587)
1And Moses with the ancients of Israel commanded the people, saying: Keep every commandment that I command you this day.Καὶ προσέταξε Μωυσῆς καὶ ἡ γερουσία Ἰσραὴλ, λέγων, φυλάσσεσθε πάσας τὰς ἐντολάς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.
2And when you are passed over the Jordan into the land which the Lord thy God will give thee, thou shalt set up great stones, and shalt plaster them over with plaster,Καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ στήσεις σεαυτῷ λίθους μεγάλους, καὶ κονιάσεις αὐτοὺς κονίᾳ.
3That thou mayst write on them all the words of this law, when thou art passed over the Jordan: that thou mayst enter into the land which the Lord thy God will give thee, a land flowing with milk and honey, as he swore to thy fathers.Καὶ γράψεις ἐπὶ τῶν λίθων τούτων πάντας τούς λόγους τοῦ νόμου τούτου, ὠς ἂν διαβῆτε τὸν Ἰορδάνην, ἡνίκα ἂν εἰσέλθητε εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων σου δίδωσί σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπε Κύριος ὁ Θεὸς τῶν πατέρων σού σοί.
4Therefore when you are passed over the Jordan, set up the stones which I command you this day, in mount Hebal, and thou shalt plaster them with plaster:Καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, στήσετε τοὺς λίθους τούτους, οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν ὄρει Γαιβάλ, καὶ κονιάσεις αὐτοὺς κονίᾳ.
5And thou shalt build there an altar to the Lord thy God, of stones which iron hath not touched,Καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου, θυσιαστήριον ἐκ λίθων· οὐκ ἐπιβαλεῖς ἐπʼ αὐτὸ σίδηρον·
6And of stones not fashioned nor polished: and thou shalt offer upon it holocausts to the Lord thy God:λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου, καὶ ἀνοίσεις ἐπʼ αὐτὸ ὁλοκαυτώματα Κυρίῳ τῷ Θεῷ σου.
7And shalt immolate peace victims, and eat there, and feast before the Lord thy God.Καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου· καὶ φάγῃ, καὶ ἐμπλησθήσῃ, καὶ εὐφρανθήσῃ ἔναντι Κυρίου τοῦ Θεοῦ σου.
8And thou shalt write upon the stones all the words of this law plainly and clearly,Καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα.
9And Moses and the priests of the race of Levi said to all Israel: Attend, and hear, O Israel: This day thou art made the people of the Lord thy God.Καὶ ἐλάλησε Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευῖται παντὶ Ἰσραὴλ, λέγοντες, σιώπα καὶ ἄκουε Ἰσραήλ· ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν Κυρίῳ τῷ Θεῷ σου,
10Thou shalt hear his voice, and do the commandments and justices which I command thee.καὶ εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ, καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον.
11And Moses commanded the people in that day, saying:Καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων,
12These shall stand upon mount Garizim to bless the people, when you are passed the Jordan: Simeon, Levi, Juda, Issachar, Joseph, and Benjamin.οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζίν διαβάντες τὸν Ἰορδάνην, Συμεὼν, Λευὶ, Ἰουδας, Ἰσσάχαρ, Ἰωσὴφ, καὶ Βενιαμίν.
13And over against them shall stand on mount Hebal to curse: Ruben, Gad, and Aser, and Zabulon, Dan, and Nephtali.Καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβάλ, Ῥουβὴν, Γὰδ, καὶ Ἀσὴρ, Ζαβουλὼν, Δὰν, καὶ Νεφθαλί.
14And the Levites shall pronounce, and say to all the men of Israel with a loud voice:Καὶ ἀποκριθέντες ἐροῦσιν οἱ Λευῖται παντὶ Ἰσραὴλ φωνῇ μεγάλῃ,
15Cursed be the man that maketh a graven and molten thing, the abomination of the Lord, the work of the hands of artificers, and shall put it in a secret place: and all the people shall answer and say: Amen.ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτὸν, βδέλυγμα Κυρίῳ, ἔργον χειρῶν τεχνιτῶν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ· καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς, ἐροῦσι, γένοιτο.
16Cursed be he that honoureth not his father and mother: and all the people shall say: Amen.Ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαὸς, γένοτιο.
17Cursed be he that removeth his neighbour’s landmarks: and all the people shall say: Amen.Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησὶον· καὶ ἐροῦσι πᾶς ὁ λαός, γένοιτο.
18Cursed be he that maketh the blind to wander out of his way: and all the people shall say: Amen.Ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ· καὶ ἐροῦσι πᾶς ὁ λαός, γένοιτο.
19Cursed be he that perverteth the judgment of the stranger, of the fatherless and the widow: and all the people shall say: Amen.Ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας· καὶ ἐροῦσι πᾶς ὁ λαός, γένοιτο.
20Cursed be he that lieth with his father’s wife, and uncovereth his bed: and all the people shall say: Amen.Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀπεκάλυψε συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαὸς, γένοιτο.
21Cursed be he that lieth with any beast: and all the people shall say: Amen.Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους· καὶ ἐροῦσι πᾶς ὁ λαὸς, γένοιτο.
22Cursed be he that lieth with his sister, the daughter of his father, or of his mother: and all the people shall say: Amen.Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς ἢ μητρὸς αὐτοῦ. καὶ ἐροῦσι πᾶς ὁ λαός, γένοιτο.
23Cursed be he that lieth with his mother in law: and all the people shall say: Amen.Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ νύμφης αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός, γένοιτο· ἐπικατάρατος ὁ κοιμώμενος μετὰ τῆς ἀδελφῆς τῆς γυναικὸς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαὸς, γένοιτο.
24Cursed be he that secretly killeth his neighbour: and all the people shall say: Amen.Ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον δόλῳ· καὶ ἐροῦσι πᾶς ὁ λαός, γένοιτο.
25Cursed be he that taketh gifts, to slay an innocent person: and all the people shall say: Amen.Ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου· καὶ ἐροῦσι πᾶς ὁ λαὸς, γένοιτο.
26Cursed be he that abideth not in the words of this law, and fulfilleth them not in work: and all the people shall say: Amen.Ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς λόγοις τοῦ νόμου τούτου ποιῆσαι αὐτούς· καὶ ἐροῦσι πᾶς ὁ λαὸς, γένοιτο.

The Gospel and the saint of the day, every morning in your inbox

Begin each day close to Christ and his saints: the Gospel of the Mass and a life that inspires. Free; unsubscribe whenever you wish.

We’ll send an e-mail to confirm. Now and then, a notice from Fides Viva too. Unsubscribe with one click. Privacy

Thursday, October 29 · Gospel

Jesus laments over Jerusalem, which kills the prophets

The same day, there came some of the Pharisees, saying to him: Depart, and get thee hence, for Herod hath a mind to kill thee. And he said to them: Go and tell that fox, Behold, I cast out devils, and do cures today and…