Comparison
Daniel 9
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | In the first year of Darius the son of Assuerus of the seed of the Medes, who reigned over the kingdom of the Chaldeans: | Ἐν τῷ πρώτῳ ἔτει Δαρείου τοῦ υἱοῦ Ἀσουήρου, ἀπὸ τοῦ σπέρματος τῶν Μήδων, ὃς ἐβασίλευσεν ἐπὶ βασιλείαν Χαλδαίων, |
| 2 | The first year of his reign, I Daniel understood by books the number of the years, concerning which the word of the Lord came to Jeremias the prophet, that seventy years should be accomplished of the desolation of Jerusalem. | ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην, εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλὴμ ἑβδομήκοντα ἔτη. |
| 3 | And I set my face to the Lord my God, to pray and make supplication with fasting, and sackcloth, and ashes. | Καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς Κύριον τὸν Θεὸν, τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δεήσεις ἐν νηστείαις καὶ σάκκῳ. |
| 4 | And I prayed to the Lord my God, and I made my confession, and said: I beseech thee, O Lord God, great and terrible, who keepest the covenant, and mercy to them that love thee, and keep thy commandments. | Καὶ προσευξάμην πρὸς Κύριον τὸν Θεόν μου, καὶ ἐξωμολογησάμην, καὶ εἶπα, Κύριε ὁ Θεὸς ὁ μέγας καὶ θαυμαστὸς, ὁ φυλάσσων τὴν διαθήκην σου, καὶ τὸ ἔλεός τοῖς ἀγαπῶσί σε σου καὶ τοῖς φυλάσσουσι, τὰς ἐντολάς σου, |
| 5 | We have sinned, we have committed iniquity, we have done wickedly, and have revolted: and we have gone aside from thy commandments, and thy judgments. | ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν, καὶ ἀπέστημεν καὶ ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου, καὶ ἀπὸ τῶν κριμάτων σου, |
| 6 | We have not hearkened to thy servants the prophets, that have spoken in thy name to our kings, to our princes, to our fathers, and to all the people of the land. | καὶ οὐκ εἰσηκούσαμεν τῶν δούλων σου τῶν προφητῶν οἳ ἐλάλουν ἐν τῷ ὀνόματί σου πρὸς τοὺς βασιλεῖς ἡμῶν, καὶ ἄρχοντας ἡμῶν, καὶ πατέρας ἡμῶν, καὶ πρὸς πάντα τὸν λαὸν τῆς γῆς. |
| 7 | To thee, O Lord, justice: but to us confusion of face, as at this day to the men of Juda, and to the inhabitants of Jerusalem, and to all Israel to them that are near, and to them that are far off in all the countries whither thou hast driven them, for their iniquities by which they have sinned against thee. | Σοὶ Κύριε ἡ δικαιοσύνη καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου, ὡς ἡ ἡμέρα αὕτη, ἀνδρὶ Ἰούδα, καὶ τοῖς ἐνοικοῦσιν ἐν Ἱερουσαλὴμ, καὶ παντὶ Ἰσραὴλ, τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ἐν πάσῃ τῇ γῇ, οὗ διέσπειρας αὐτοὺς ἐκεῖ, ἐν ἀθεσίᾳ αὐτῶν ᾗ ἠθέτησαν. |
| 8 | O Lord, to us belongeth confusion of face, to our princes, and to our fathers that have sinned. | Ἐν σοὶ Κύριέ ἐστιν ἡμῶν ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου, καὶ τοῖς βασιλεῦσιν ἡμῶν, καὶ τοῖς ἄρχουσιν ἡμῶν, καὶ τοῖς πατράσιν ἡμῶν, οἵτινες ἡμάρτομεν. |
| 9 | But to thee, the Lord our God, mercy and forgiveness, for we have departed from thee: | Σοὶ Κυρί τῷ Θεῷ ἡμῶν οἱ οἰκτιρμοὶ καὶ οἱ ἱλασμοὶ, ὅτι ἀπέστημεν, |
| 10 | And we have not hearkened to the voice of the Lord our God, to walk in his law, which he set before us by his servants the prophets. | καὶ οὐκ εἰσηκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, πορεύεσθαι ἐν τοῖς νόμοις αὐτοῦ, οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν ἐν χερσὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν. |
| 11 | And all Israel have transgressed thy law, and have turned away from hearing thy voice, and the malediction, and the curse, which is written in the book of Moses the servant of God, is fallen upon us, because we have sinned against him. | Καὶ πᾶς Ἰσραὴλ παρέβησαν τὸν νόμον σου, καὶ ἐξέκλιναν τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς σου· καὶ ἐπῆλθεν ἐφʼ ἡμᾶς ἡ κατάρα, καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν νόμῳ Μωυσέως δούλου τοῦ Θεοῦ, ὅτι ἡμάρτομεν αὐτῷ. |
| 12 | And he hath confirmed his words which he spoke against us, and against our princes that judged us, that he would bring in upon us a great evil, such as never was under all the heaven, according to that which hath been done in Jerusalem. | Καὶ ἔστησε τοὺς λόγους αὐτοῦ οὓς ἐλάλησεν ἐφʼ ἡμᾶς, καὶ ἐπὶ τοὺς κριτὰς ἡμῶν, οἳ ἔκρινον ἡμᾶς, ἐπαγαγεῖν ἐφʼ ἡμᾶς κακὰ μεγάλα, οἷα οὐ γέγονεν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, κατὰ τὰ γενόμενα ἐν Ἱερουσαλὴμ, |
| 13 | As it is written in the law of Moses, all this evil is come upon us: and we entreated not thy face, O Lord our God, that we might turn from our iniquities, and think on thy truth. | καθὼς γέγραπται ἐν τῷ νόμῳ Μωυσῇ· πάντα τὰ κακὰ τοῦτα ἦλθεν ἐφʼ ἡμᾶς· καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἀποστρέψαι ἀπὸ τῶν ἀδικιῶν ἡμῶν, καὶ τοῦ συνιέναι ἐν πάσῃ ἀληθείᾳ σου. |
| 14 | And the Lord hath watched upon the evil, and hath brought it upon us: the Lord our God is just in all his works which he hath done: for we have not hearkened to his voice. | Καὶ ἐγρηγόρησε Κύριος, καὶ ἐπήγαγεν αὐτὰ ἐφʼ ἡμᾶς, ὅτι δίκαιος Κύριος ὁ Θεὸς ἡμῶν ἐπὶ πᾶσαν τὴν ποίησιν αὐτοῦ ἣν ἐποίησε, καὶ οὐκ εἰσηκούσαμεν τῆς φωνῆς αὐτοῦ. |
| 15 | And now, O Lord our God, who hast brought forth thy people out of the land of Egypt with a strong hand, and hast made thee a name as at this day: we have sinned, we have committed iniquity, | Καὶ νῦν Κύριε ὁ Θεὸς ἡμῶν, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ, καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη, ἡμάρτομεν, ἠνομήσαμεν. |
| 16 | O Lord, against all thy justice: let thy wrath and thy indignation be turned away, I beseech thee, from thy city Jerusalem, and from thy holy mountain. For by reason of our sins, and the iniquities of our fathers, Jerusalem, and thy people are a reproach to all that are round about us. | Κύριε ἐν πᾶσιν ἐλεημοσύνη σου, ἀποστραφήτω δὴ ὁ θυμός σου, καὶ ἡ ὀργή σου ἀπὸ τῆς πόλεώς σου Ἱερουσαλὴμ ὄρους ἁγίου σου, ὅτι ἡμάρτομεν, καὶ ἐν ταῖς ἀδικίαις ἡμῶν, καὶ τῶν πατέρων ἡμῶν, Ἱερουσαλὴμ, καὶ ὁ λαός σου εἰς ὀνειδισμὸν ἐγένετο ἐν πᾶσι τοῖς περικύκλῳ ἡμῶν. |
| 17 | Now therefore, O our God, hear the supplication of thy servant, and his prayers: and shew thy face upon thy sanctuary which is desolate, for thy own sake. | Καὶ νῦν εἰσάκουσον Κύριε ὁ Θεὸς ἡμῶν τῆς προσευχῆς τοῦ δούλου σου καὶ τῶν δεήσεων αὐτοῦ, καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον, ἔνεκέν σου Κύριε, |
| 18 | Incline, O my God, thy ear, and hear: open thy eyes, and see our desolation, and the city upon which thy name is called: for it is not for our justifications that we present our prayers before thy face, but for the multitude of thy tender mercies. | κλῖνον ὁ Θεός μου τὸ οὖς σου, καὶ ἄκουσον· ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε τὸν ἀφανισμὸν ἡμῶν, καὶ τῆς πόλεως σου ἐφʼ ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπʼ αὐτῆς· ὅτι οὐκ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν ῥιπτοῦμεν τὸν οἰκτιρμὸν ἡμῶν ἐνώπιόν σου, ἀλλʼ ἐπὶ τοὺς οἰκτιρμούς σου τοὺς πολλοὺς Κύριε. |
| 19 | O Lord, hear: O Lord, be appeased: hearken and do: delay not for thy own sake, O my God: because thy name is invocated upon thy city, and upon thy people. | Εἰσάκουσον Κύριε, ἱλάσθητι Κύριε, πρόσχες Κύριε· μὴ χρονίσῃς ἕνεκέν σου ὁ Θεός μου, ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὴν πόλιν σου, καὶ ἐπὶ τὸν λαόν σου. |
| 20 | Now while I was yet speaking, and praying, and confessing my sins, and the sins of my people of Israel, and presenting my supplications in the sight of my God, for the holy mountain of my God: | Καὶ ἔτι ἐμοῦ λαλοῦντος, καὶ προσευχομένου, καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου, καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ἰσραὴλ, καὶ ῥιπτοῦντος τὸν ἔλεόν μου ἐναντίον τοῦ Κυρίου τοῦ Θεοῦ μου περὶ τοῦ ὄρους τοῦ ἁγίου, |
| 21 | As I was yet speaking in prayer, behold the man Gabriel, whom I had seen in the vision at the beginning, flying swiftly touched me at the time of the evening sacrifice. | καὶ ἔτι ἐμοῦ λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ἀνὴρ Γαβριὴλ, ὃν ἴδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῆ, πετόμενος, καὶ ἥψατό μου, ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς. |
| 22 | And he instructed me, and spoke to me, and said: O Daniel, I am now come forth to teach thee, and that thou mightest understand. | Καὶ συνέτισέ με, καὶ ἐλάλησε μετʼ ἐμοῦ, καὶ εἶπε, Δανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν |
| 23 | From the beginning of thy prayers the word came forth: and I am come to shew it to thee, because thou art a man of desires: therefore do thou mark the word, and understand the vision. | ἐν ἀρχῇ τῆς δεήσεώς σου, ἐξῆλθε λόγος, καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σὺ, καὶ ἐννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ. |
| 24 | Seventy weeks are shortened upon thy people, and upon thy holy city, that transgression may be finished, and sin may have an end, and iniquity may be abolished; and everlasting justice may be brought; and vision and prophecy may be fulfilled; and the saint of saints may be anointed. | Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας, καὶ ἀπαλεῖψαι τὰς ἀδικίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων. |
| 25 | Know thou therefore, and take notice: that from the going forth of the word, to build up Jerusalem again, unto Christ the prince, there shall be seven weeks, and sixty-two weeks: and the street shall be built again, and the walls in straitness of times. | Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ, ἓως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ, καὶ ἑβδομάδες ἑξηκονταδύο· καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσεται πλατεία, καὶ τεῖχος, καὶ ἐκκενωθήσονται οἱ καιροί. |
| 26 | And after sixty-two weeks Christ shall be slain: and the people that shall deny him shall not be his. And a people with their leader that shall come, shall destroy the city and the sanctuary: and the end thereof shall be waste, and after the end of the war the appointed desolation. | Καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξηκονταδύο, ἐξολοθρενθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν, καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, ἐκκοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου τάξει, ἀφανισμοίς. |
| 27 | And he shall confirm the covenant with many, in one week: and in the half of the week the victim and the sacrifice shall fall: and there shall be in the temple the abomination of desolation: and the desolation shall continue even to the consummation, and to the end. | Καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως τῆς συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. |
