Comparison
Daniel 14
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And Daniel was the king’s guest, and was honoured above all his friends. | ΚΑΙ ὁ βασιλεὺς Ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ· καὶ παρέλαβε Κύρος ὁ Πέρσης τὴν βασιλείαν αὐτοῦ. |
| 2 | Now the Babylonians had an idol called Bel: and there were spent upon him every day twelve great measures of fine flour, and forty sheep, and sixty vessels of wine. | Καὶ ἦν Δανιὴλ συμβιωτὴς τοῦ βασιλέως, καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ. |
| 3 | The king also worshipped him, and went every day to adore him: but Daniel adored his God. And the king said to him: Why dost thou not adore Bel? | Καὶ ἦν εἴδωλον τοῖς Βαβυλωνίοις ᾧ ὄνομα Βὴλ, καὶ ἐδαπανῶντο εἰς αὐτὸν ἑκάστης ἡμέρας σεμιδάλεως ἀρτάβαι δώδεκα, καὶ πρόβατα τεσσαράκοντα, καὶ οἴνου μετρηταὶ ἕξ. |
| 4 | And he answered, and said to him: Because I do not worship idols made with hands, but the living God, that created heaven and earth, and hath power over all flesh. | Καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτὸν, καὶ ἐπορεύετο καθʼ ἑκάστην ἡμέραν προσκυνεῖν αὐτῷ. Δανιὴλ δὲ προσεκύνει τῷ Θεῷ αὐτοῦ· καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, διατί οὐ προσκυνεῖς τῷ Βήλ; |
| 5 | And the king said to him: Doth not Bel seem to thee to be a living god? Seest thou not how much he eateth and drinketh every day? | Ὁ δὲ εἶπεν, ὅτι οὐ σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα Θεὸν, τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυρείαν. |
| 6 | Then Daniel smiled and said: O king, be not deceived: for this is but clay within, and brass without, neither hath he eaten at any time. | Καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, οὐ δοκεῖ σοι Βὴλ εἶναι ζῶν θεός; ἢ οὐχ ὁρᾷς ὅσα ἐσθίει καὶ πίνει καθʼ ἑκάστην ἡμέραν; |
| 7 | And the king being angry called for his priests, and said to them: If you tell me not, who it is that eateth up these expenses, you shall die. | Καὶ εἶπε Δανιὴλ γελάσας, μὴ πλανῶ, βασιλεῦ, οὗτος γὰρ ἔσωθεν μέν ἐστι πηλὸς, ἔξωθεν δὲ χαλκὸς, καὶ οὐ βέβρωκεν οὐδέποτε. |
| 8 | But if you can shew that Bel eateth these things, Daniel shall die, because he hath blasphemed against Bel. And Daniel said to the king: Be it done according to thy word. | Θυμωθεὶς δὲ ὁ βασιλεὺς ἐκάλεσε τοὺς ἱερεῖς αὐτοῦ· καὶ εἶπεν αὐτοῖς ἐὰν μὴ εἴποιτέ μοι τίς ὁ κατέσθων τὴν δαπάνην ταύτην, ἀποθανεῖσθε. |
| 9 | Now the priests of Bel were seventy, besides their wives, and little ones, and children. And the king went with Daniel into the temple of Bel. | Ἐὰν δὲ δείξητε ὅτι Βὴλ κατεσθίει αὐτὰ, ὁ Δανιὴλ ἀποθανεῖται, ὅτι ἐβλασφήμησεν εἰς τὸν Βήλ· καὶ εἶπε Δανιὴλ τῷ βασιλεῖ, γινέσθω κατὰ τὸ ῥῆμά σου. |
| 10 | And the priests of Bel said: Behold we go out: and do thou, O king, set on the meats, and make ready the wine, and shut the door fast, and seal it with thy own ring: | Καὶ ἦσαν ἱερεῖς τοῦ Βὴλ ἑβδομήκοντα ἐκτὸς γυναικῶν καὶ τέκνων· καὶ ἦλθεν ὁ βασιλεὺς μετὰ Δανιὴλ εἰς τὸν οἶκον τοῦ Βήλ. |
| 11 | And when thou comest in the morning, if thou findest not that Bel hath eaten up all, we will suffer death, or else Daniel that hath lied against us. | Καὶ εἶπαν οἱ ἱερεῖς τοῦ Βὴλ, ἰδοὺ ἡμεῖς ἀποτρέχομεν ἔξω, σὺ δὲ, βασιλεῦ, παράθες τὰ βρώματα, καὶ τὸν οἶνον κεράσας θὲς, καὶ ἀπόκλεισον τὴν θύραν, καὶ σφράγισον τῷ δακτυλίῳ σου. |
| 12 | And they little regarded it, because they had made under the table a secret entrance, and they always came in by it, and consumed those things. | Καὶ ἐλθὼν πρωῒ, ἐὰν μὴ εὕρῃς πάντα βεβρωμένα ὑπὸ τοῦ Βὴλ, ἀποθανούμεθα· ἢ Δανιὴλ ὁ ψευδόμενος καθʼ ἡμῶν. |
| 13 | So it came to pass after they were gone out, the king set the meats before Bel: and Daniel commanded his servants, and they brought ashes, and he sifted them all over the temple before the king: and going forth they shut the door, and having sealed it with the king’s ring, they departed. | Αὐτοὶ δὲ κατεφρόνουν, ὅτι πεποιήκεισαν ὑπὸ τὴν τράπεζαν κεκρυμμένην εἴσοδον, καὶ διʼ αὐτῆς εἰσεπορεύοντο διόλου, καὶ ἀνήλουν αὐτά. |
| 14 | But the priests went in by night, according to their custom, with their wives and their children: and they ate and drank up all. | Καὶ ἐγένετο ὡς ἐξήλθοσαν ἐκεῖνοι, καὶ ὁ βασιλεὺς παρέθηκε τὰ βρώματα τῷ Βήλ· καὶ ἐπέταξε Δανιὴλ τοῖς παιδαρίοις αὐτοῦ, καὶ ἤνεγκαν τέφραν· καὶ κατέσεισαν ὅλον τὸν ναὸν ἐνώπιον τοῦ βασιλέως μόνου· καὶ ἐξελθόντες ἔκλεισαν τὴν θύραν, καὶ ἐσφραγίσαντο ἐν τῷ δακτυλίῳ τοῦ βασιλέως, καὶ ἀπῆλθον. |
| 15 | And the king arose early in the morning, and Daniel with him. | Οἱ δὲ ἱερεῖς ἦλθον τὴν νύκτα κατὰ τὸ ἔθος αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν, καὶ κατέφαγον πάντα, καὶ ἐξέπιον. |
| 16 | And the king said: Are the seals whole, Daniel? And he answered: They are whole, O king. | Καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωῒ, καὶ Δανιὴλ μετʼ αὐτοῦ. |
| 17 | And as soon as he had opened the door, the king looked upon the table, and cried out with a loud voice: Great art thou, O Bel, and there is not any deceit with thee. | Καὶ εἶπε, σῶοι αἱ σφραγίδες Δανιήλ; ὁ δὲ εἶπε, σῶοι, βασιλεῦ. |
| 18 | And Daniel laughed: and he held the king that he should not go in: and he said: Behold the pavement, mark whose footsteps these are. | Καὶ ἐγένετο ἅμα τῷ ἀνοῖξαι τὰς θύρας, ἐπιβλέψας ἐπὶ τὴν τράπεζαν ὁ βασιλεὺς, ἐβόησε φωνῇ μεγάλῃ, μέγας εἶ Βὴλ, καὶ οὐκ ἔστι παρὰ σοὶ δόλος οὐδὲ εἷς. |
| 19 | And the king said: I see the footsteps of men, and women, and children. And the king was angry. | Καὶ ἐγέλασε Δανιὴλ, καὶ ἐκράτησε τὸν βασιλέα, τοῦ μὴ εἰσελθεῖν αὐτὸν ἔσω· καὶ εἶπεν, ἴδε δὴ τὸ ἔδαφος, καὶ γνῶθι τίνος τὰ ἴχνη ταῦτα. |
| 20 | Then he took the priests, and their wives, and their children: and they shewed him the private doors by which they came in, and consumed the things that were on the table. | Καὶ εἶπεν ὁ βασιλεὺς, ὁρῶ τὰ ἴχνη ἀνδρῶν, καὶ γυναικῶν, καὶ παιδίων· καὶ ὀργισθεὶς ὁ βασιλεὺς τότε συνέλαβε τοὺς ἱερεῖς, καὶ τὰς γυναῖκας, |
| 21 | The king therefore put them to death, and delivered Bel into the power of Daniel: who destroyed him, and his temple. | καὶ τὰ τέκνα αὐτῶν, καὶ ἔδειξαν αὐτῷ τὰς κρυπτὰς θύρας, διʼ ὧν εἰσεπορεύοντο, καὶ ἐδαπάνων τὰ ἐπὶ τῆς τραπέζης. |
| 22 | And there was a great dragon in that place, and the Babylonians worshipped him. | Καὶ ἀπέκτεινεν αὐτοὺς ὁ βασιλεὺς, καὶ ἔδωκε τὸν Βὴλ ἔκδοτον τῷ Δανιήλ· καὶ κατέστρεψεν αὐτὸν καὶ τὸ ἱερὸν αὐτοῦ. |
| 23 | And the king said to Daniel: Behold thou canst not say now, that this is not a living god: adore him therefore. | Καὶ ἦν Δράκων μέγας, καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι. |
| 24 | And Daniel said: I adore the Lord my God: for he is the living God: but that is no living god. | Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιὴλ, μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν; ἰδοὺ ζῇ, καὶ ἐσθίει, καὶ πίνει· οὐ δύνασαι εἰπεῖν, ὅτι οὐκ ἔστιν οὗτος θεὸς ζῶν· καὶ προσκύνησον αὐτῷ. |
| 25 | But give me leave, O king, and I will kill this dragon without sword or club. And the king said: I give thee leave. | Καὶ εἶπε Δανιὴλ, Κυρίῳ τῷ Θεῷ μου προσκυνήσω, ὅτι οὗτός ἐστι Θεὸς ζῶν. |
| 26 | Then Daniel took pitch, and fat, and hair, and boiled them together: and he made lumps, and put them into the dragon’s mouth, and the dragon burst asunder. And he said: Behold him whom you worshipped. | Σὺ δὲ, βασιλεῦ, δός μοι ἐξουσίαν, καὶ ἀποκτενῶ τὸν δράκοντα ἄνευ μαχαίρας καὶ ῥάβδου· καὶ εἶπεν ὁ βασιλεὺς δίδωμί σοι. |
| 27 | And when the Babylonians had heard this, they took great indignation: and being gathered together against the king, they said: The king is become a Jew. He hath destroyed Bel, he hath killed the dragon, and he hath put the priests to death. | Καὶ ἔλαβεν ὁ Δανιὴλ πίσσαν καὶ στέαρ καὶ τρίχας, καὶ ἥψησεν ἐπιτοαυτό· καὶ ἐποίησε μάζας, καὶ ἔδωκεν εἰς τὸ στόμα τοῦ δράκοντος, καὶ φαγὼν διεῤῥάγη ὁ δράκων· καὶ εἶπεν, ἴδετε τὰ σεβάσματα ὑμῶν. |
| 28 | And they came to the king, and said: Deliver us Daniel, or else we will destroy thee and thy house. | Καὶ ἐγένετο, ὡς ἤκουσαν οἱ Βαβυλώνιοι, ἠγανάκτησαν λίαν, καὶ συνεστράφησαν ἐπὶ τὸν βασιλέα, καὶ εἶπαν, Ἰουδαῖος γέγονεν ὁ βασιλεὺς, τὸν Βὴλ κατέσπασε, καὶ τὸν δράκοντα ἀπέκτεινε, καὶ τοὺς ἱερεῖς κατέσφαξε. |
| 29 | And the king saw that they pressed upon him violently: and being constrained by necessity he delivered Daniel to them. | Καὶ εἶπαν ἐλθόντες πρὸς τὸν βασιλέα, παράδος ἡμῖν τὸν Δανιήλ· εἰ δὲ μὴ, ἁποκτενοῦμέν σε, καὶ τὸν οἶκόν σου. |
| 30 | And they cast him into the den of lions, and he was there six days. | Καὶ εἶδεν ὁ βασιλεὺς ὅτι ἐπείγουσιν αὐτὸν σφόδρα, καὶ ἀναγκασθεὶς ὁ βασιλεὺς παρέδωκεν αὐτοῖς τὸν Δανιήλ. |
| 31 | And in the den there were seven lions, and they had given to them two carcasses every day, and two sheep: but then they were not given unto them, that they might devour Daniel. | Οἱ δὲ ἔβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων, καὶ ἦν ἐκεῖ ἡμέρας ἕξ. |
| 32 | Now there was in Judea a prophet called Habacuc, and he had boiled pottage, and had broken bread in a bowl: and was going into the field, to carry it to the reapers. | Ἦσαν δὲ ἐν τῷ λάκκῳ ἑπτὰ λέοντες, καὶ ἐδίδοτο αὐτοῖς τὴν ἡμέραν δύο σώματα καὶ δύο πρόβατα· τότε δὲ οὐκ ἐδόθη αὐτοῖς, ἵνα καταφάγωσι τὸν Δανιήλ. |
| 33 | And the angel of the Lord said to Habacuc: Carry the dinner which thou hast into Babylon to Daniel, who is in the lions’ den. | Καὶ ἦν Ἀμβακοὺμ ὁ προφήτης ἐν τῇ Ἰουδαίᾳ, καὶ αὐτὸς ἥψησεν ἕψεμα, καὶ ἐνέθρυψεν ἄρτους εἰς σκάφην, καὶ ἑπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοῖς θερισταῖς. |
| 34 | And Habacuc said: Lord, I never saw Babylon, nor do I know the den. | Καὶ εἶπεν ὁ ἄγγελος Κυρίου τῷ Ἀμβακοὺμ, ἀπένεγκε τὸ ἄριστον ὃ ἔχεις εἰς Βαβυλῶνα τῷ Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων. |
| 35 | And the angel of the Lord took him by the top of his head, and carried him by the hair of his head, and set him in Babylon over the den in the force of his spirit. | Καὶ εἶπεν Ἀμβακοὺμ, Κύριε, Βαβυλῶνα οὐχ ἑώρακα, καὶ τὸν λάκκον οὐ γινώσκω. |
| 36 | And Habacuc cried, saying: O Daniel, thou servant of God, take the dinner that God hath sent thee. | Καὶ ἐπελάβετο ὁ ἄγγελος Κυρίου τῆς κορυφῆς αὐτοῦ, καὶ βαστάσας τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ, ἔθηκεν αὐτὸν εἰς Βαβυῶνα ἐπάνω τοῦ λάκκου, ἐν τῷ ῥοίζῳ τοῦ πνεύματος αὐτοῦ. |
| 37 | And Daniel said: Thou hast remembered me, O God, and thou hast not forsaken them that love thee. | Καὶ ἐβόησεν Ἀμβακοὺμ, λέγων, Δανιὴλ, Δανιὴλ, λάβε τὸ ἄριστον ὃ ἀπέστειλέ σοι ὁ Θεός. |
| 38 | And Daniel arose and ate. And the angel of the Lord presently set Habacuc again in his own place. | Καὶ εἶπε Δανιὴλ, ἐμνήσθης γάρ μου ὁ Θεὸς, καὶ οὐκ ἐγκατέλιπες τοὺς ἀγαπῶντάς σε. |
| 39 | And upon the seventh day the king came to bewail Daniel: and he came to the den, and looked in, and behold Daniel was sitting in the midst of the lions. | Καὶ ἀναστὰς δανιὴλ, ἔφαγεν· ὁ δὲ ἄγγελος τοῦ ἀπεκατέστησε τὸν Ἀμβακοὺμ παραχρῆμα εἰς τὸν τόπον αὐτοῦ. |
| 40 | And the king cried out with a loud voice, saying: Great art thou, O Lord the God of Daniel. And he drew him out of the lions’ den. | Ὁ δὲ βασιλεὺς ἦλθε τῇ ἑβδόμῃ πενθῆσαι τὸν Δανιὴλ, καὶ ἦλθεν ἐπὶ τὸν λάκκον, καὶ ἐνέβλεψε, καὶ ἰδοὺ, Δανιὴλ καθήμενος. |
| 41 | But those that bad been the cause of his destruction, he cast into the den, and they were devoured in a moment before him. | Καὶ ἀναβοήσας φωνῇ μεγάλῃ, εἶπε, μέγας εἰ, Κύριε ὁ Θεὸς τοῦ Δανιὴλ, καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ. |
| 42 | Then the king said: Let all the inhabitants of the whole earth fear the God of Daniel: for he is the Saviour, working signs, and wonders in the earth: who hath delivered Daniel out of the lions’ den. | Καὶ ἀνέσπασεν αὐτόν· τοὺς δὲ αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον· καὶ κατεβρώθησαν παραχρῆμα ἐνώπιον αὐτοῦ. |
