Comparison
Daniel 5
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Baltasar the king made a great feast for a thousand of his nobles: and every one drank according to his age. | Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὐτοῦ χιλίοις, καὶ κατέναντι τῶν χιλίων ὁ οἶνος, |
| 2 | And being now drunk he commanded that they should bring the vessels of gold and silver which Nabuchodonosor his father had brought away out of the temple, that was in Jerusalem, that the king and his nobles, and his wives and his concubines, might drink in them. | καὶ πίνων Βαλτάσαρ εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου, τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ὁ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν Ἰερουσαλὴμ, καὶ πιέτωσαν ἐν αὐτοῖς ὁ βασιλεὺς, καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ αἱ παλλακαὶ αὐτοῦ, καὶ αἱ παράκοιτοι αὐτοῦ. |
| 3 | Then were the golden and silver vessels brought, which he had brought away out of the temple that was in Jerusalem: and the king and his nobles, his wives and his concubines, drank in them. | Καὶ ἠνέχθησαν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν ἐκ τοῦ ναοῦ τοῦ Θεοῦ τοῦ ἐν Ἰερουσαλὴμ, καὶ ἔπινον ἐν αὐτοῖς ὁ βασιλεὺς, καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ αἱ παλλακαὶ αὐτοῦ, καὶ αἱ παράκοιτοι αὐτοῦ. |
| 4 | They drank wine, and praised their gods of gold, and of silver, of brass, of iron, and of wood, and of stone. | Ἔπινον οἶνον· καὶ ᾔνεσαν τοὺς θεοὺς τοὺς χρυσοῦς, καὶ ἀργυροῦς, καὶ χαλκοῦς, καὶ σιδηροῦς, καὶ ξυλίνους, καὶ λιθίνους. |
| 5 | In the same hour there appeared fingers, as it were of the hand of a man, writing over against the candlestick upon the surface of the wall of the king’s palace: and the king beheld the joints of the hand that wrote. | Ἐν αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον δάκτυλοι χειρὸς ἀνθρώπου, καὶ ἔγραφον κατέναντι τῆς λαμπάδος ἐπὶ τὸ κονίαμα τοῦ τοίχου τοῦ οἴκου τοῦ βασιλέως, καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τῆς χειρὸς τῆς γραφούσης. |
| 6 | Then was the king’s countenance changed, and his thoughts troubled him: and the joints of his loins were loosed, and his knees struck one against the other. | Τότε τοῦ βασιλέως ἡ μορφὴ ἠλλοιώθη, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτὸν, καὶ οἱ σύνδεσμοι τῆς ὀσφύος αὐτοῦ διελύοντο, καὶ τὰ γόνατα αὐτοῦ συνεκροτοῦντο. |
| 7 | And the king cried out aloud to bring in the wise men, the Chaldeans, and the soothsayers. And the king spoke, and said to the wise men of Babylon: Whosoever shall read this writing, and shall make known to me the interpretation thereof, shall be clothed with purple, and shall have a golden chain on his neck, and shall be the third man in my kingdom. | Καὶ ἐβόησεν ὁ βασιλεὺς ἐν ἰσχύϊ, τοῦ εἰσαγαγεῖν μάγους, Χαλδαίους, γαζαρηνούς· καὶ εἶπε τοῖς σοφοῖς Βαβυλῶνος, ὃς ἂν ἀναγνῷ τὴν γραφὴν ταύτην, καὶ τὴν σύγκρισιν γνωρίσῃ μοι, πορφύραν ἐνδύσεται, καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξει. |
| 8 | Then came in all the king’s wise men, but they could neither read the writing, nor declare the interpretation to the king. | Καὶ εἰσεπορεύοντο πάντες οἱ σοφοὶ τοῦ βασιλέως, καὶ οὐκ ἠδύναντο τὴν γραφὴν ἀναγνῶναι, οὐδὲ τὴν σύγκρισιν γνωρίσαι τῷ βασιλεῖ. |
| 9 | Wherewith king Baltasar was much troubled, and his countenance was changed: and his nobles also were troubled. | Καὶ ὁ βασιλεὺς Βαλτάσαρ ἐταράχθη, καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη ἐν αὐτῷ, καὶ οἱ μεγιστᾶνες αὐτοῦ συνεταράσσοντο. |
| 10 | Then the queen, on occasion of what had happened to the king, and his nobles, came into the banquet house: and she spoke and said: O king, live for ever: let not thy thoughts trouble thee, neither let thy countenance be changed. | Καὶ εἰσῆλθεν ἡ βασίλισσα εἰς τὸν οἶκον τοῦ πότου, καὶ εἶπε, βασιλεῦ, εἰς τὸν αἰῶνα ζῆθι· μὴ ταρασσέτωσάν σε οἱ διαλογισμοί σου, καὶ ἡ μορφή σου μὴ ἀλλοιούσθω. |
| 11 | There is a man in thy kingdom that hath the spirit of the holy gods in him: and in the days of thy father knowledge and wisdom were found in him: for king Nabuchodonosor thy father appointed him prince of the wise men, enchanters, Chaldeans, and soothsayers, thy father, I say, O king: | Ἔστιν ἀνὴρ ἐν τῇ βασιλείᾳ σου, ἐν ᾧ πνεῦμα Θωοῦ· καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου, γρηγόρησις καὶ σύνεσις εὑρέθη ἐν αὐτῷ, καὶ ὁ βασιλεὺς Ναβουχοδονόσορ ὁ πατήρ σου ἄρχοντα ἐπαοιδῶν, μάγων, Χαλδαίων, γαζαρηνῶν, κατέστησεν αὐτὸν, |
| 12 | Because a greater spirit, and knowledge, and understanding, and interpretation of dreams, and shewing of secrets, and resolving of difficult things, were found in him, that is, in Daniel: whom the king named Baltassar. Now therefore let Daniel be called for, and he will tell the interpretation. | ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ, καὶ φρόνησις καὶ σύνεσις ἐν αὐτῷ, συγκρίνων ἐνύπνια, καὶ ἀναγγέλλων κρατούμενα, καὶ λύων συνδέσμους, Δανιήλ· καὶ ὁ βασιλεὺς ἐπέθηκεν ὄνομα αὐτῷ, Βαλτάσαρ· νῦν οὖν κληθήτω, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖ σοι. |
| 13 | Then Daniel was brought in before the king. And the king spoke, and said to him: Art thou Daniel of the children of the captivity of Juda, whom my father the king brought out of Judea? | Τότε Δανιὴλ εἰσήχθη ἐνώπιον τοῦ βασιλέως· καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιὴλ, σὺ εἶ Δανιὴλ, ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ἧς ἤγαγεν ὁ βασιλεὺς ὁ πατήρ μου; |
| 14 | I have heard of thee, that thou hast the spirit of the gods, and excellent knowledge, and understanding, and wisdom are found in thee. | Ἤκουσα περὶ σοῦ ὅτι πνεῦμα Θεοῦ ἐν σοί, καὶ γρηγόρησις, καὶ σύνεσις, καὶ σοφία περισσὴ εὑρέθη ἐν σοί. |
| 15 | And now the wise men the magicians have come in before me, to read this writing, and shew me the interpretation thereof: and they could not declare to me the meaning of this writing. | Καὶ νῦν εἰσῆλθον ἐνώπιόν μου οἱ σοφοὶ, μάγοι, γαζαρηνοὶ, ἵνα τὴν γραφὴν ταύτην ἀναγνῶσι, καὶ τὴν σύγκρισιν γνωρίσωσί μοι, καὶ οὐκ ἠδυνήθησαν ἀναγγεῖλαί μοι. |
| 16 | But I have heard of thee, that thou canst interpret obscure things, and resolve difficult things: now if thou art able to read the writing, and to shew me the interpretation thereof, thou shalt be clothed with purple, and shalt have a chain of gold about thy neck, and shalt be the third prince in my kingdom. | Καὶ ἐγὼ ἤκουσα περὶ σοῦ, ὅτι δύνασαι κρίματα συγκρῖναι· νῦν οὖν ἐὰν δυνηθῇς τὴν γραφὴν ἀναγνῶναι, καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσαι μοι, πορφύραν ἐνδύσῃ, καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἔσται ἐπὶ τῷ τραχήλῳ σου, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξεις. |
| 17 | To which Daniel made answer, and said before the king: Thy rewards be to thyself, and the gifts of thy house give to another: but the writing I will read to thee, O king, and shew thee the interpretation thereof. | Καὶ εἶπε Δανιὴλ ἐνώπιον τοῦ βασιλέως, τὰ δόματά σου σοὶ ἔστω, καὶ τὴν δωρεὰν τῆς οἰκίας σου ἑτέρῳ δὸς, ἐγὼ δὲ τὴν γραφὴν ἀναγνώσομαι, καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσω σοι, |
| 18 | O king, the most high God gave to Nabuchodonosor thy father a kingdom, and greatness, and glory, and honour. | βασιλεῦ· ὁ Θεὸς ὁ ὕψιστος τὴν βασιλείαν, καὶ τὴν μεγαλωσύνην, καὶ τὴν τιμὴν, καὶ τὴν δόξαν ἔδωκε Ναβουχοδονόσορ τῷ πατρί σου· |
| 19 | And for the greatness that he gave to him, all people, tribes, and languages trembled, and were afraid of him: whom he would, he slew: and whom he would, he destroyed: and whom he would, he set up: and whom he would, he brought down. | Καὶ ἀπὸ τῆς μεγαλωσύνης ἧς ἔδωκεν αὐτῷ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι ἦσαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ· οὓς ἠβούλετο αὐτὸς ἀνῄρει, καὶ οὓς ἠβούλετο αὐτὸς ἔτυπτε, καὶ οὓς ἠβούλετο αὐτὸς ὕψου, καὶ οὓς ἠβούλετο αὐτὸς ἐταπείνου. |
| 20 | But when his heart was lifted up, and his spirit hardened unto pride, he was put down from the throne of his kingdom, and his glory was taken away. | Καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύσασθαι, κατηνέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας, καὶ ἡ τιμὴ ἀφῃρέθη ἀπʼ αὐτοῦ, |
| 21 | And he was driven out from the sons of men, and his heart was made like the beasts, and his dwelling was with the wild asses, and he did eat grass like an ox, and his body was wet with the dew of heaven: till he knew that the most High ruled in the kingdom of men, and that he will set over it whomsoever it shall please him. | καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ ἡ καρδία αὐτοῦ μετὰ τῶν θηρίων ἐδόθη, καὶ μετὰ τῶν ὀνάγρων ἡ κατοικία αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτὸν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ ἔγνω ὅτι κυριεύει ὁ Θεὸς ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν. |
| 22 | Thou also his son, O Baltasar, hast not humbled thy heart, whereas thou knewest all these things: | Καὶ σὺ οὖν ὁ υἱὸς αὐτοῦ Βαλτάσαρ οὐκ ἐταπείνωσας τὴν καρδίαν σου κατενώπιον τοῦ Θεοῦ· οὐ πάντα ταῦτα ἔγνως; |
| 23 | But hast lifted thyself up against the Lord of heaven: and the vessels of his house have been brought before thee: and thou, and thy nobles, and thy wives, and thy concubines have drunk wine in them: and thou hast praised the gods of silver, and of gold, and of brass, of iron, and of wood, and of stone, that neither see, nor hear, nor feel: but the God who hath thy breath in his hand, and all thy ways, thou hast not glorified. | Καὶ ἐπὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ὑψώθης, καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἤνεγκαν ἐνώπιόν σου, καὶ σὺ καὶ οἱ μεγιστᾶνές σου, καὶ αἱ παλλακαί σου, καὶ αἱ παράκοιτοί σου οἶνον ἐπίνετε ἐν αὐτοῖς· καὶ τοὺς θεοὺς τοὺς χρυσοῦς, καὶ ἀργυροῦς, καὶ χαλκοῦς, καὶ σιδηροῦς, καὶ ξυλίνους, καὶ λιθίνους, οἳ οὐ βλέπουσι, καὶ οἳ οὐκ ἀκούουσι, καὶ οὐ γινώσκουσιν, ᾔνεσας, καὶ τὸν Θεὸν οὗ ἡ πνοή σου ἐν χειρὶ αὐτοῦ καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδόξασας. |
| 24 | Wherefore he hath sent the part of the hand which hath written this that is set down. | Διατοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρὸς, καὶ τὴν γραφὴν ταύτην ἐνέταξε. |
| 25 | And this is the writing that is written: MANE, THECEL, PHARES. | Καὶ αὕτη ἡ γραφὴ ἐντεταγμένη, Μανὴ, Θεκὲλ, Φάρες. |
| 26 | And this is the interpretation of the word. MANE: God hath numbered thy kingdom, and hath finished it. | Τοῦτο τὸ σύγκριμα τοῦ ῥήματος· Μανὴ, ἐμέτρησεν ὁ Θεὸς τὴν βασιλείαν σου, καὶ ἐπλήρωσεν αὐτήν. |
| 27 | THECEL: thou art weighed in the balance, and art found wanting. | Θεκὲλ, ἐστάθη ἐν ζυγῷ, καὶ εὑρέθη ὑστεροῦσα. |
| 28 | PHARES: thy kingdom is divided, and is given to the Medes and Persians. | Φάρες, διήρηται ἡ βασιλεία σου, καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. |
| 29 | Then by the king’s command Daniel was clothed with purple, and a chain of gold was put about his neck: and it was proclaimed of him that he had power as the third man in the kingdom. | Καὶ εἶπε Βαλτάσαρ, καὶ ἐνέδυσαν τον Δανιὴλ πορφύραν, καὶ τὸν μανιάκην τὸν χρυσοῦν περιέθηκαν περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἐκήρυξε περὶ αὐτοῦ, εἶναι αὐτὸν ἄρχοντα τρίτον ἐν τῇ βασιλείᾳ. |
| 30 | The same night Baltasar the Chaldean king was slain. | Ἐν αὐτῇ τῇ νυκτὶ ἀνῃρέθη Βαλτάσαρ ὁ βασιλεὺς ὁ Χαλδαῖος, |
| 31LXX 6:1 | And Darius the Mede succeeded to the kingdom, being threescore and two years old. | καὶ Δαρεῖος ὁ Μῆδος παρέλαβε τὴν βασιλείαν, ὢν ἐτῶν ἑξήκοντα δύο. |
