Comparison
Daniel 3
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | King Nabuchodonosor made a statue of gold, of sixty cubits high, and six cubits broad, and he set it up in the plain of Dura of the province of Babylon. | Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν, ὕψος αὐτῆς πήχεων ἑξήκοντα, εὖρος αὐτῆς πήχεων ἕξ· καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δεειρᾷ, ἐν χώρᾳ Βαβυλῶνος. |
| 2 | Then Nabuchodonosor the king sent to call together the nobles, the magistrates, and the judges, the captains, the rulers, and governors, and all the chief men of the provinces, to come to the dedication of the statue which king Nabuchodonosor had set up. | Καὶ ἀπέστειλε συναγαγεῖν τοὺς ὑπάτους, καὶ τοὺς στρατηγοὺς, καὶ τοὺς τοπάρχας, ἡγουμένους, καὶ τυράννους, καὶ τοὺς ἐπʼ ἐξουσιῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν, ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος· |
| 3 | Then the nobles, the magistrates, and the judges, the captains, and rulers, and the great men that were placed in authority, and all the princes of the provinces, were gathered together to come to the dedication of the statue, which king Nabuchodonosor had set up. And they stood before the statue which king Nabuchodonosor had set up. | Καὶ συνήχθησαν οἱ τοπάρχαι, ὕπατοι, στρατηγοὶ, ἡγούμενοι, τύραννοι μεγάλοι, οἱ ἐπʼ ἐξουσιῶν, καὶ πάντες οἱ ἄρχοντες τῶν χωρῶν, εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος, ἧς ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς· καὶ εἱστήκεισαν ἐνώπιον τῆς εἰκόνος. |
| 4 | Then a herald cried with a strong voice: To you it is commanded, O nations, tribes, and languages: | Καὶ ὁ κήρυξ ἐβόα ἐν ἰσχύϊ, ὑμῖν λέγεται λαοῖς, φυλαὶ, γλῶσσαι, |
| 5 | That in the hour that you shall hear the sound of the trumpet, and of the flute, and of the harp, of the sackbut, and of the psaltery, and of the symphony, and of all kind of music; ye fall down and adore the golden statue which king Nabuchodonosor hath set up. | ᾗ ἂν ὥρᾳ ἀκούσητε φωνῆς σάλπιγγος, σύριγγός τε, καὶ κιθάρας, σαμβύκης τε, καὶ ψαλτηρίου, καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς. |
| 6 | But if any man shall not fall down and adore, he shall the same hour be cast into a furnace of burning fire. | Καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. |
| 7 | Upon this therefore, at the time when all the people heard the sound of the trumpet, the flute, and the harp, of the sackbut, and the psaltery, of the symphony, and of all kind of music: all the nations, tribes, and languages fell down and adored the golden statue which king Nabuchodonosor had set up. | Καὶ ἐγένετο ὅταν ἤκουον οἱ λαοὶ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε, καὶ κιθάρας, σαμβύκης τε, καὶ ψαλτηρίου, καὶ παντὸς γένους μουσικῶν, πίπτοντες πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι, προσεκύνουν τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς. |
| 8 | And presently at that very time some Chaldeans came and accused the Jews, | Τότε προσήλθοσαν ἄνδρες Χαλδαῖοι, καὶ διέβαλον τοὺς Ἰουδαίους τῷ βασιλεῖ· |
| 9 | And said to king Nabuchodonosor: O king, live for ever: | βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι. |
| 10 | Thou, O king, hast made a decree that every man that shall bear the sound of the trumpet, the flute, and the harp, of the sackbut, and the psaltery, of the symphony, and of all kind of music, shall prostrate himself, and adore the golden statue: | Σὺ βασιλεῦ ἔθηκας δόγμα, πάντα ἄνθρωπον ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε, καὶ κιθάρας, σαμβύκης, καὶ ψαλτηρίου, καὶ παντὸς γένους μουσικῶν, |
| 11 | And that if any man shall not fall down and adore, he should be cast into a furnace of burning fire. | καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ, ἐμβληθήσηται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. |
| 12 | Now there are certain Jews whom thou hast set over the works of the province of Babylon, Sidrach, Misach, and Abdenago: these men, O king, have slighted thy decree: they worship not thy gods, nor do they adore the golden statue which thou hast set up. | Εἰσὶν ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, οἳ οὐχ ὑπήκουσαν βασιλεῦ τῷ δόγματί σου, τοῖς θεοῖς σου οὐ λατρεύουσι, καὶ τῇ εἰκόνι τῇ χρυσῇ τᾗ ἔστησας οὐ προσκυνοῦσι. |
| 13 | Then Nabuchodonosor in fury, and in wrath, commanded that Sidrach, Misach, and Abdenago should be brought: who immediately were brought before the king. | Τότε Ναβουχοδονόσορ ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγώ· καὶ ἤχθησαν ἐνώπιον τοῦ βασιλέως. |
| 14 | And Nabuchodonosor the king spoke to them, and said: Is it true, O Sidrach, Misach, and Abdenago, that you do not worship my gods, nor adore the golden statue that I have set up? | Καὶ ἀπεκρίθη Ναβουχοδονόσορ, καὶ εἶπεν αὐτοῖς, εἶ ἀληθῶς Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, τοῖς θεοῖς μου οὐ λατρεύετε, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησα οὐ προσκυνεῖτε; |
| 15 | Now therefore if you be ready at what hour soever you shall hear the sound of the trumpet, flute, harp, sackbut, and psaltery, and symphony, and of all kind of music, prostrate yourselves, and adore the statue which I have made: but if you do not adore, you shall be cast the same hour into the furnace of burning fire: and who is the God that shall deliver you out of my hand? | Νῦν οὖν εἰ ἔχετε ἑτοίμως, ἵνα ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε, καὶ κιθάρας, σαμβύκης τε, καὶ ψαλτηρίου, καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσητε τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἐποίησα· ἐὰν δὲ μὴ προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· καὶ τίς ἐστι Θεὸς ὃς ἐξελεῖται ὑμᾶς ἐκ χειρός μου; |
| 16 | Sidrach, Misach, and Abdenago answered and said to king Nabuchodonosor: We have no occasion to answer thee concerning this matter. | Καὶ ἀπεκρίθησαν Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, λέγοντες τῷ βασιλεῖ Ναβουχοδονόσορ, οὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι. |
| 17 | For behold our God, whom we worship, is able to save us from the furnace of burning fire, and to deliver us out of thy hands, O king. | Ἔστι γὰρ Θεὸς ἡμῶν ἐν οὐρανοῖς, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ ἐκ τῶν χειρῶν σου βασιλεῦ ῥύσεται ἡμᾶς. |
| 18 | But if he will not, be it known to thee, O king, that we will not worship thy gods, nor adore the golden statue which thou hast set up. | Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι ᾗ ἔστησας οὐ προσκυνοῦμεν. |
| 19 | Then was Nabuchodonosor filled with fury: and the countenance of his face was changed against Sidrach, Misach, and Abdenago, and he commanded that the furnace should be heated seven times more than it had been accustomed to be heated. | Τότε Ναβουχοδονόσορ ἐπλήσθη θυμοῦ, καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγὼ, καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἐπταπλασίως, ἕως οὗ εἰς τέλος ἐκκαῇ. |
| 20 | And he commanded the strongest men that were in his army, to bind the feet of Sidrach, Misach, and Abdenago, and to cast them into the furnace of burning fire. | Καὶ ἄνδρας ἰσχυροὺς ἰσχύϊ εἶπε, πεδήσαντας τὸν Σεδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγὼ, ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. |
| 21 | And immediately these men were bound and were cast into the furnace of burning fire, with their coats, and their caps, and their shoes, and their garments. | Τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήθησαν σὺν τοῖς σαραβάροις αὐτῶν, καὶ τιάραις, καὶ περικνημίσι, καὶ ἐβλήθησαν εἰς τὸ μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, |
| 22 | For the king’s commandment was urgent, and the furnace was heated exceedingly. And the flame of the fire slew those men that had cast in Sidrach, Misach, and Abdenago. | ἐπεὶ τὸ ῥῆμα τοῦ βασιλέως ὑπερίσχυε· καὶ ἡ κάμινος ἐξεκαύθη ἐκ περισσοῦ. |
| 23 | But these three men, that is, Sidrach, Misach, and Abdenago, fell down bound in the midst of the furnace of burning fire. | Καὶ οἱ τρεῖς οὗτοι Σεδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγὼ, ἔπεσον εἰς μέσον τῆς καμίνου τῆς καιομένης πεπεδημένοι, |
| 24 | And they walked in the midst of the flame, praising God and blessing the Lord. | καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς, ὑμνοῦντες τὸν Θεὸν, καὶ εὐλογοῦντες τὸν Κύριον. |
| 25 | Then Azarias standing up prayed in this manner, and opening his mouth in the midst of the fire, he said: | Καὶ συστὰς Ἀζαρίας προσηύξατο οὕτως· καὶ ἀνοίξας τὸ στομά αὐτοῦ ἐν μέσῳ τοῦ πυρὸς, εἶπεν, |
| 26 | Blessed art thou, O Lord, the God of our fathers, and thy name is worthy of praise, and glorious for ever: | Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς, καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. |
| 27 | For thou art just in all that thou hast done to us, and all thy works are true, and thy ways right, and all thy judgments true. | Οτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἶς ἐποίησας, καὶ πάντα τὰ ἔργα σου ἀληθινὰ, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ πᾶσαι αἱ κρίσεις σου ἀλήθεια. |
| 28 | For thou hast executed true judgments in all the things that thou hast brought upon us, and upon Jerusalem the holy city of our fathers: for according to truth and judgment, thou hast brought all these things upon us for our sins. | Καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμῖν, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ἱερουσαλήμ· ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν. |
| 29 | For we have sinned, and committed iniquity, departing from thee: and we have trespassed in all things: | Ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ, καὶ ἐξημάρτομεν ἐν πᾶσι, καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, |
| 30 | And we have not hearkened to thy commandments, nor have we observed nor done as thou hadst commanded us, that it might go well with us. | οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται. |
| 31 | Wherefore all that thou hast brought upon us, and every thing that thou hast done to us, thou hast done in true judgment: | Καὶ πάντα ὅσα ἐπήγαγες ἡμῖν, καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας. |
| 32 | And thou hast delivered us into the hands of our enemies that are unjust, and most wicked, and prevaricators, and to a king unjust, and most wicked beyond all that axe upon the earth. | Καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, καὶ ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν. |
| 33 | And now we cannot open our mouths: we are become a shame and reproach to thy servants, and to them that worship thee. | Καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα ἡμῶν· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου, καὶ τοῖς σεβομένοις σε. |
| 34 | Deliver us not up for ever, we beseech thee, for thy name’s sake, and abolish not thy covenant. | Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, |
| 35 | And take not away thy mercy from us for the sake of Abraham thy beloved, and Isaac thy servant, and Israel thy holy one: | καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφʼ ἡμῶν, διὰ Ἁβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸν ἅγιόν σου, |
| 36 | To whom thou hast spoken, promising that thou wouldst multiply their seed as the stars of heaven, and as the sand that is on the sea shore. | οἷς ἐλάλησας πληθῦναι τὸ σπέρμα αὐτῶν, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. |
| 37 | For we, O Lord, are diminished more than any nation, and are brought low in all the earth this day for our sins. | Ὅτι, δέσποτα, ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη, καί ἐσμὲν ταπεενοὶ ἐν πάσῃ τῇ γῇ σήμερον, διὰ τὰς ἁμαρτίας ἡμῶν. |
| 38 | Neither is there at this time prince, or leader, or prophet, or holocaust, or sacrifice, or oblation, or incense, or place of firstfruits before thee, | Καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος, οὐδὲ ὁλοκαύτωσις, οὐδὲ θυσία, οὐδὲ προσφορὰ, οὐδὲ θυμίαμα, οὐδὲ τόπος τοῦ καρπῶσαι ἐναντίον σου, καὶ εὑρεῖν ἕλεος. |
| 39 | That we may find thy mercy: nevertheless in a contrite heart and humble spirit let us be accepted. | Ἀλλʼ ἐν ψυχῇ συντετριμμένῃ, καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν, ὡς ἐν ὁλοκαυτώσει κριῶν καὶ ταύρων, καὶ ἐν μυριάσιν ἀρνῶν πιόνων, |
| 40 | As in holocausts of rams, and bullocks, and as in thousands of fat lambs: so let our sacrifice be made in thy sight this day, that it may please thee: for there is no confusion to them that trust in thee. | οὕτως γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου σήμερον, καὶ ἐκτελέσαι ὄπισθέν σου· ὅτι οὐκ ἔσται αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί. |
| 41 | And now we follow thee with all our heart, and we fear thee, and seek thy face. | Καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ, καὶ φοβούμεθά σε, καὶ ζητοῦμεν τὸ πρόσωπόν σου. Μὴ καταισχύνῃς ἡμᾶς, |
| 42 | Put us not to confusion, but deal. with us according to thy meekness, and according to the multitude of thy mercies. | ἀλλὰ ποίησον μεθʼ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου. |
| 43 | And deliver us according to thy wonderful works, and give glory to thy name, O Lord: | Καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου, καὶ δὸς δόξαν τῷ ὀνόματί σου, Κύριε· |
| 44 | And let all them be confounded that shew evils to thy servants, let them be confounded in all thy might, and let their strength be broken. | καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ, καὶ καταισχυνθείησαν ἀπὸ πάσης τῆς δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη, |
| 45 | And let them know that thou art the Lord, the only God, and glorious over all the world. | καὶ γνώτωσαν ὅτι σὺ εἶ Κύριος, Θεὸς μόνος, καὶ ἔνδοξος ἐφʼ ὅλην τὴν οἰκουμένην. |
| 46 | Now the king’s servants that had cast them in, ceased not to heat the furnace with brimstone, and tow, and pitch, and dry sticks, | Καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως, καίοντες τὴν κάμινον νάφθαν καὶ πίσσαν καὶ στιππύον καὶ κληματίδα. |
| 47 | And the flame mounted up above the furnace nine and forty cubits: | Καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαρακονταεννέα. |
| 48 | And it broke forth, and burnt such of the Chaldeans as it found near the furnace. | Καὶ διώδευσε, καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων. |
| 49 | But the angel of the Lord went down with Azarias and his companions into the furnace: and he drove the flame of the fire out of the furnace, | Ὁ δὲ ἄγγελος Κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Αζαρίαν εἰς τὴν κάμινον, καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου, |
| 50 | And made the midst of the furnace like the blowing of a wind bringing dew, and the fire touched them not at all, nor troubled them, nor did them any harm. | καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου, ὡς πνεῦμα δρόσου διασυρίζον· καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ; καὶ οὐκ ἐλύπησεν, οὐδὲ παρηνώχλησεν αὐτοῖς. |
| 51 | Then these three as with one mouth praised, and glorified, and blessed God in the furnace, saying: | Τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν, καὶ ἐδόξαζον, καὶ ηὐλόγουν τὸν Θεὸν ἐν τῇ καμίνῳ, λέγοντες, |
| 52 | Blessed art thou, O Lord the God of our fathers: and worthy to be praised, and glorified, and exalted above all for ever: and blessed is the holy name of thy glory: and worthy to be praised, and exalted above all in all ages. | Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς, καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον, καὶ ὑπεραινετὸν καὶ ὑπερυψούμενον εἰς πάντας τοὺς αἰῶνας. |
| 53 | Blessed art thou in the holy temple of thy glory: and exceedingly to be praised, and exceeding glorious for ever. | Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου, καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας. |
| 54 | Blessed art thou on the throne of thy kingdom, and exceedingly to be praised, and exalted above all for ever. | Εὐλογημένος εἶ ὁ ἐπιβλέπων ἀβύσσους, καθήμενος ἐπὶ χερουβὶμ, καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. |
| 55 | Blessed art thou, that beholdest the depths, and sittest upon the cherubims: and worthy to be praised and exalted above all for ever. | Εὐλογημένος εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου, καὶ ὑπερυμνητὸς καὶ ὑπερυμνούμενος εἰς τοῦς αἰῶνας. |
| 56 | Blessed art thou in the firmament of heaven: and worthy of praise, and glorious for ever. | Εὐλογητὸς εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας. |
| 57 | All ye works of the Lord, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 58 | O ye angels of the Lord, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε οὐρανοὶ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 59 | O ye heavens, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε ἄγγελοι Κυρίου τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 60 | O all ye waters that are above the heavens, bless the Lord; praise and exalt him above all for ever. | Εὐλογεῖτε ὕδατα καὶ πάντα τὰ ὑπεράνω τοῦ οὐρανοῦ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 61 | O all ye powers of the Lord, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογείτω πᾶσα ἡ δύναμις Κυρίου τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 62 | O ye sun and moon, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε ἥλιος καὶ σελήνη τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 63 | O ye stars of heaven, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε ἄστρα τοῦ οὐρανοῦ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 64 | O every shower and dew, bless ye the Lord: praise and exalt him above all for ever. | Εὐλογείτω πᾶς ὄμβρος καὶ δρόσος τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 65 | O all ye spirits of God, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε πάντα τὰ πνεύματα τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 66 | O ye fire and heat, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε πῦρ καὶ καῦμα τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 67 | O ye cold and heat, bless the Lord: praise and exalt him above all for ever. | — |
| 68 | O ye dews and hoar frosts, bless the Lord: praise and exalt him above all for ever. | — |
| 69 | O ye frost and cold, bless the Lord: praise and exalt him above all for ever. | — |
| 70 | O ye ice and snow, bless the Lord: praise and exalt him above all for ever. | — |
| 71 | O ye nights and days, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε νύκτες καὶ ἡμέραι τὸν Κύριον, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 72 | O ye light and darkness, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε φῶς καὶ σκότος τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε ψύχος καὶ καῦμα τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Εὐλογεῖτε πάχναι καὶ χιόνες τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 73 | O ye lightnings and clouds, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε ἀστραπαὶ καὶ νεφέλαι τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 74 | O let the earth bless the Lord: let it praise and exalt him above all for ever. | Εὐλογείτω ἡ γῆ τὸν Κύριον, ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 75 | O ye mountains and hills, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε ὄρη καὶ βουνοὶ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 76 | O all ye things that spring up in the earth, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε πάντα τὰ φυόμενα ἐν τῇ γῇ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 77 | O ye fountains, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε θάλασσα καὶ ποταμοὶ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 78 | O ye seas and rivers, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε αἱ πηγαὶ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑμερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 79 | O ye whales, and all that move in the waters, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 80 | O all ye fowls of the air, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 81 | O all ye beasts and cattle, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε πάντα τὰ θηρία καὶ τὰ κτήνη τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 82 | O ye sons of men, bless the Lord, praise and exalt him above all for ever. | Εὐλογεῖτε υἱοὶ τῶν ἀνθρώπων τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 83 | O let Israel bless the Lord: let them praise and exalt him above all for ever. | Εὐλογεῖτε Ἰσραὴλ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 84 | O ye priests of the Lord, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε ἱερεῖς τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 85 | O ye servants of the Lord, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε δοῦλοι τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 86 | O ye spirits and souls of the just, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε πνεύματα καὶ ψυχαὶ δικαίων τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 87 | O ye holy and humble of heart, bless the Lord: praise and exalt him above all for ever. | Εὐλογεῖτε ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
| 88 | O Ananias, Azarias, and Misael, bless ye the Lord: praise and exalt him above all for ever. For he hath delivered us from hell, and saved us out of the hand of death, and delivered us out of the midst of the burning flame, and saved us out of the midst of the fire. | Εὐλογεῖτε Ἀνανία, Ἀζαρία, Μισαὴλ τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας· ὅτι ἐξείλετο ἡμᾶς ἐξ ᾅδου, καὶ ἐκ χειρὸς θανάτου ἔσωσεν ἡμᾶς· καὶ ἐῤῥύσατο ἡμᾶς ἐκ μέσου καμίνου καιομένης φλογὸς, καὶ ἐκ μέσου πυρὸς ἐῤῥύσατο ἡμᾶς. |
| 89 | O give thanks to the Lord, because he is good: because his mercy endureth for ever and ever. | Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. |
| 90 | O all ye religious, bless the Lord the God of gods: praise him and give him thanks, because his mercy endureth for ever and ever. | Εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν Κύριον τὸν Θεὸν τῶν θεῶν, ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. |
| 91 | Then Nabuchodonosor the king was astonished, and rose up in haste, and said to his nobles: Did we not cast three men bound into the midst of the fire? They answered the king, and said: True, O king. | Καὶ Ναβουχοδονόσορ ἤκουσεν ὑμνούντων αὐτῶν, καὶ ἐθαύμασε, καὶ ἐξανέστη ἐν σπουδῇ, καὶ εἶπε τοῖς μεγιστᾶσιν αὐτοῦ, οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς τὸ μέσον τοῦ πυρὸς πεπεδημένους; καὶ εἶπον τῷ βασιλεῖ, ἀληθῶς βασιλεῦ. |
| 92 | He answered, and said: Behold I see four men loose, and walking in the midst of the fire, and there is no hurt in them, and the form of the fourth is like the Son of God. | Καὶ εἶπεν ὁ βασιλεὺς, ὁ δὲ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους, καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρὸς, καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ Θεοῦ. |
| 93 | Then Nabuchodonosor came to the door of the burning fiery furnace, and said: Sidrach, Misach, and Abdenago, ye servants of the most high God, go ye forth, and come. And immediately Sidrach, Misach, and Abdenago went out from the midst of the fire. | Τότε προσῆλθε Ναβουχοδονόσορ πρὸς τὴν θύραν τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ εἶπε, Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε· καὶ ἐξῆλθον Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, ἐκ μέσου τοῦ πυρός. |
| 94 | And the nobles, and the magistrates, and the judges, and the great men of the king being gathered together, considered these men, that the fire had no power on their bodies, and that not a hair of their head had been singed, nor their garments altered, nor the smell of the fire had passed on them. | Καὶ συνάγονται οἱ σατράπαι, καὶ οἱ στρατηγοὶ, καὶ οἱ τοπάρχαι, καὶ οἱ δυνάσται τοῦ βασιλέως, καὶ ἐθεώρουν τοὺς ἄνδρας, ὅτι οὐκ ἐκυρίευσε τὸ πῦρ τοῦ σώματος αὐτῶν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη, καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθη, καὶ ὀσμὴ πυρὸς οὐκ ἦν ἐν αὐτοῖς. |
| 95 | Then Nabuchodonosor breaking forth, said: Blessed be the God of them, to wit, of Sidrach, Misach, and Abdenago, who hath sent his angel, and delivered his servants that believed in him: and they changed the king’s word, and delivered up their bodies that they might not serve, nor adore any god, except their own God. | Καὶ ἀπεκρίθη Ναβουχοδονόσορ ὁ βασιλεὺς, καὶ εἶπεν, εὐλογητὸς ὁ Θεὸς τοῦ Σεδρὰχ, Μισὰχ, Ἀβδεσαγὼ, ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλατο τοὺς παῖδας αὐτοῦ, ὅτι ἐπεποίθεισαν ἐπʼ αὐτῷ· καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἠλλοίωσαν, καὶ παρέδωκαν τὰ σὼματα αὐτῶν εἰς πῦρ, ὅπως μὴ λατρεύσωσι μηδὲ προσκυνήσωσι παντὶ θεῷ, ἀλλʼ ἢ τῷ Θεῷ αὐτῶν. |
| 96 | By me therefore this decree is made, that every people, tribe, and tongue, which shall speak blasphemy against the God of Sidrach, Misach, and Abdenago, shall be destroyed, and their houses laid waste: for there is no other God that can save in this manner. | Καὶ ἐγὼ ἐκτίθεμαι τὸ δόγμα· πᾶς λαὸς, φυλὴ, γλῶσσα, ἣ ἐὰν εἴπῃ βλασφημίαν κατὰ τοῦ Θεοῦ Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, εἰς ἀπώλειαν ἔσονται, καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγὴν, καθότι οὐκ ἔστι Θεὸς ἕτερος ὅστις δυνήσεται ῥύσασθαι οὕτως. |
| 97 | Then the king promoted Sidrach, Misach, and Abdenago, in the province of Babylon. | Τότε ὁ βασιλεὺς κατεύθυνε τὸν Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, ἐν τῇ χώρᾳ Βαβυλῶνος, καὶ ηὔξησεν αὐτοὺς, καὶ ἠξίωσεν αὐτοὺς ἡγεῖσθαι πάντων τῶν Ἰουδαίων, τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ. |
| 98LXX 4:1 | Nabuchodonosor the king, to all peoples, nations, and tongues, that dwell in all the earth, peace be multiplied unto you. | Ναβουχοδονόσορ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς, καὶ γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ, ἐρήνη ὑμῖν πληθυνθείη. |
| 99LXX 4:2 | The most high God hath wrought signs and wonders toward me. It hath seemed good to me therefore to publish | Τὰ σημεῖα καὶ τὰ τέρατα ἃ ἐποίησε μετʼ ἐμοῦ ὁ Θεὸς ὁ ὕψιστος, |
| 100LXX 4:3 | His signs, because they are great: and his wonders, because they are mighty: and his kingdom is an everlasting kingdom, I and his power to all generations. | ἤρεσεν ἐναντίον ἐμοῦ ἀναγγεῖλαι ὑμῖν, ὡς μεγάλα καὶ ἰσχυρὰ, ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. |
