Comparison
Daniel 2
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | In the second year of the reign of Nabuchodonosor, Nabuchodonosor had a dream, and his spirit was terrified, and his dream went out of his mind. | Ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας, ἐνυπνιάσθη Ναβουχοδονόσορ ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπʼ αὐτοῦ. |
| 2 | Then the king commanded to call together the diviners and the wise men, and the magicians, and the Chaldeans: to declare to the king his dreams: so they came and stood before the king. | Καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς, καὶ τοὺς μάγους, καὶ τοὺς φαρμακοὺς, καὶ τοὺς Χαλδαίους, τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ· καὶ ἦλθαν, καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως. |
| 3 | And the king said to them: I saw a dream: and being troubled in mind I know not what I saw. | Καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς, ἑνυπνιάσθην, καὶ ἐξέστη τὸ πνεῦμά μου, τοῦ γνῶναι τὸ ἐνύπνιον. |
| 4 | And the Chaldeans answered the king in Syriac: O king, live for ever: tell to thy servants thy dream, and we will declare the interpretation thereof. | Καὶ ἐλάλησαν οἱ Χαλδαῖοι τῷ βασιλεῖ Συριστὶ, βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· σὺ εἰπὸν τὸ ἐνύπνιον τοῖς παισί σου, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν. |
| 5 | And the king answering said to the Chaldeans: The thing is gone out of my mind: unless you tell me the dream, and the meaning thereof, you shall be put to death, and your houses shall be confiscated. | Ἀπεκρίθη ὁ βασιλεὺς τοῖς Χαλδαίοις, ὁ λόγος ἀπʼ ἐμοῦ ἀπέστη· ἐὰν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν, εἰς ἀπώλειαν ἔσεσθε, καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται. |
| 6 | But if you tell the dream, and the meaning of it, you shall receive of me rewards, and gifts, and great honour: therefore tell me the dream, and the interpretation thereof. | Ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι, δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήψεσθε παρʼ ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι. |
| 7 | They answered again and said: Let the king tell his servants the dream, and we will declare the interpretation of it. | Ἀπεκρίθησαν δεύτερον, καὶ εἶπαν, ὁ βασιλεὺς εἰπάτω τὸ ἐνύπνιον τοῖς παισὶν αὐτοῦ, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν. |
| 8 | The king answered, and said: I know for certain that you seek to gain time, since you know that the thing is gone from me. | Καὶ ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπεν, ἐπʼ ἀληθείας οἶδα ἐγὼ, ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε· καθότι ἴδετε, ὅτι ἀπέστη ἀπʼ ἐμοῦ τὸ ῥῆμα. |
| 9 | If therefore you tell me not the dream, there is one sentence concerning you, that you have also framed a lying interpretation, and full of deceit, to speak before me till the time pass away. Tell me therefore the dream, that I may know that you also give a true interpretation thereof. | Ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀναγγείλητέ μοι, οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ ὁ καιρὸς παρέλθῃ· τὸ ἐνύπνιόν μου εἴπατέ μοι, καὶ γνώσομαι ὅτι καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι. |
| 10 | Then the Chaldeains answered before the king, and said: There is no man upon earth, that can accomplish thy word, O king, neither doth any king, though great and mighty, ask such a thing of any diviner, or wise man, or Chaldean. | Ἀπεκρίθησαν οἱ Χαλδαῖοι ἐνώπιον τοῦ βασιλέως, καὶ λέγουσιν, οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς ξηρᾶς, ὅστις τὸ ῥῆμα τοῦ βασιλέως δυνήσεται γνωρίσαι, καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ῥῆμα τοιοῦτον οὐκ ἐπερωτᾷ ἐπαοιδὸν μάγον καὶ Χαλδαῖον· |
| 11 | For the thing that thou askest, O king, is difficult; nor can any one be found that can shew it before the king, except the gods, whose conversation is not with men. | Ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς ἐπερωτᾷ, βαρύς, καὶ ἕτερος οὐκ ἔστιν ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως, ἀλλʼ οἱ θεοὶ, ὧν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός. |
| 12 | Upon hearing this, the king in fury, and in great wrath, commanded that all the wise men of Babylon should be put to death. | Τότε ὁ βασιλεὺς ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀπολέσαι πάντας τοὺς σοφοὺς Βαβυλῶνος. |
| 13 | And the decree being gone forth, the wise men were slain: and Daniel and his companions were sought for, to be put to death. | Καὶ τὸ δόγμα ἐξῆλθε, καὶ οἱ σοφοὶ ἀπεκτέννοντο· καὶ ἐζήτησαν Δανιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν. |
| 14 | Then Daniel inquired concerning the law and the sentence, of Arioch the general of the king’s army, who was gone forth to kill the wise men of Babylon. | Τότε Δανιὴλ ἀπεκρίθη βουλὴν καὶ γνώμην τῷ Ἀριὼχ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως, ὃς ἐξῆλθεν ἀναιρεῖν τοὺς σοφοὺς Βαβυλῶνος, |
| 15 | And he asked him that had received the orders of the king, why so cruel a sentence was gone forth from the face of the king. And when Arioch had told the matter to Daniel, | ἄρχων τοῦ βασιλέως, περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς ἐκ προσώπου τοῦ βασιλέως; ἐγνώρισε δὲ ὁ Ἀριὼχ τὸ ῥῆμα τῷ Δανιήλ. |
| 16 | Daniel went in and desired of the king, that he would give him time to resolve the question and declare it to the king. | Καὶ Δανιὴλ ἠξίωσε τὸν βασιλέα ὅπως χρόνον δῷ αὐτῷ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελῇ τῷ βασιλεῖ. |
| 17 | And he went into his house, and told the matter to Ananias, and Misael, and Azarias his companions: | Καὶ εἰσῆλθε Δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ καὶ τῷ Ἀνανίᾳ καὶ τῷ Μισαὴλ καὶ τῷ Ἀζαρίᾳ τοῖς φίλοις αὐτοῦ τὸ ῥῆμα ἐγνώρισε. |
| 18 | To the end that they should ask mercy at the face of the God of heaven concerning this secret, and that Daniel and his companions might not perish with the rest of the wise men of Babylon. | Καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ Θεοῦ τοῦ οὐρανοῦ ὑπὲρ τοῦ μυστηρίου τούτου, ὅπως ἂν μὴ ἀπόλωνται Δανιὴλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοίπων σοφῶν Βαβυλῶνος. |
| 19 | Then was the mystery revealed to Daniel by a vision in the night: and Daniel blessed the God of heaven, | Τότε τῷ Δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη· καὶ εὐλόγησε τὸν Θεὸν τοῦ οὐρανοῦ Δανιὴλ, καὶ εἶπεν, |
| 20 | And speaking he said: Blessed be the name of the Lord from eternity and for evermore: for wisdom and fortitude are his. | Εἴη τὸ ὄνομα τοῦ Θεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστι. |
| 21 | And he changeth times and ages: taketh away kingdoms and establisheth them, giveth wisdom to the wise, and knowledge to them that have understanding. | Καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς, καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σοφοῖς, καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν, |
| 22 | He revealeth deep and hidden things, and knoweth what is in darkness: and light is with him. | αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετʼ αὐτοῦ ἐστι· |
| 23 | To thee, O God of our fathers, I give thanks, and I praise thee: because thou hast given me wisdom and strength: and now thou hast shewn me what we desired of thee, for thou hast made known to us, the king’s discourse. | Σοὶ ὁ Θεὸς τῶν πατέρων μου ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ δύναμιν δέδωκάς μοι, καὶ ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ, καὶ τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι. |
| 24 | After this Daniel went in to Arioch, to whom the king had given orders to destroy the wise men of Babylon, and he spoke thus to him: Destroy not the wise men of Babylon: bring me in before the king, and I will tell the solution to the king. | Καὶ ἦλθε Δανιὴλ πρὸς Ἀριὼχ, ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς Βαβυλῶνος, καὶ εἶπεν αὐτῷ, τοὺς σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως, καὶ τὴν σύγκρισιν τῷ βασιλεῖ ἀναγγελῶ. |
| 25 | Then Arioch in haste brought in Daniel to the king, and said to him: I have found a man of the children of the captivity of Juda, that will resolve the question to the king. | Τότε Ἀριὼχ ἐν σπουδῇ εἰσήγαγε τὸν Δανιὴλ ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ, εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ. |
| 26 | The king answered, and said to Daniel, whose name was Baltassar: Thinkest thou indeed that thou canst tell me the dream that I saw, and the interpretation thereof? | Καὶ ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπε τῷ Δανιὴλ, οὗ τὸ ὄνομα Βαλτάσαρ, εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον ὃ ἴδον, καὶ τὴν σύγκρισιν αὐτοῦ; |
| 27 | And Daniel made answer before the king, and said: The secret that the king desireth to know, none of the wise men, or the philosophers, or the diviners, or the soothsayers can declare to the king. | Καὶ ἀπεκρίθη Δανιὴλ ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπε, τὸ μυστήριον ὃ ὁ βασιλεὺς ἐπερωτᾷ, οὐκ ἔστι σοφῶν, μάγων, ἐπαοιδῶν, γαζαρηνῶν ἀναγγεῖλαι τῷ βασιλεῖ· |
| 28 | But there is a God in heaven that revealeth mysteries, who hath shewn to thee, O king Nabuchodonosor, what is to come to pass in the latter times. Thy dream, and the visions of thy head upon thy bed, are these: | Ἀλλʼ ἤ ἐστι Θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια, καὶ ἐγνώρισε τῷ βασιλεῖ Ναβουχοδονόσορ, ἃ δεῖ γενέσθαι ἐπʼ ἐσχάτων τῶν ἡμερῶν· τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου, τοῦτό ἐστι, |
| 29 | Thou, O king, didst begin to think in thy bed, what should come to pass hereafter: and he that revealeth mysteries shewed thee what shall come to pass. | βασιλεῦ· οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν τί δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ὁ ἀποκαλύπτων μυστήρια ἐγνώρισέ σοι ἃ δεῖ γενέσθαι. |
| 30 | To me also this secret is revealed, not by any wisdom that I have more than all men alive: but that the interpretation might be made manifest to the king, and thou mightest know the thoughts of thy mind. | Καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον τοῦτο ἀπεκαλύφθη, ἀλλʼ ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνωρίσαι, ἵνα τοὺς διαλογισμοὺς τῆς καρδίας σου γνῷς. |
| 31 | Thou, O king, sawest, and behold there was as it were a great statue: this statue, which was great and high, tall of stature, stood before thee, and the look thereof was terrible. | Σὺ βασιλεῦ ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μία, μεγάλη ἡ εἰκὼν ἐκείνη, καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερὴς, ἑστῶσα πρὸ προσώπου σου, καὶ ἡ ὅρασις αὐτῆς φοβερά. |
| 32 | The head of this statue was of fine gold, but the breast and the arms of silver, and the belly and the thighs of brass: | Εἰκὼν, ἧς ἡ κεφαλὴ χρυσίου χρηστοῦ, αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ, |
| 33 | And the legs of iron, the feet part of iron and part of clay. | αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος μέν τι σιδηροῦν, καὶ μέρος δέ τι ὀστράκινον. |
| 34 | Thus thou sawest, till a stone was cut out of a mountain without hands: and it struck the statue upon the feet thereof that were of iron and of clay, and broke them in pieces. | Ἐθεώρεις ἕως ἀπεσχίσθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος. |
| 35 | Then was the iron, the clay, the brass, the silver, and the gold broken to pieces together, and became like the chaff of a summer’s thrashingfloor, and they were carried away by the wind: and there was no place found for them: but the stone that struck the statue, became a great mountain, and filled the whole earth. | Τότε ἐλεπτύνθησαν εἰσάπαξ τὸ ὄστρακον, ὁ σίδηρος, ὁ χαλκὸς, ὁ ἄργυρος, ὁ χρυσός· καὶ ἐγένετο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῇρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα, ἐγενήθη ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν. |
| 36 | This is the dream: we will also tell the interpretation thereof before thee, O king. | Τοῦτό ἐστι τὸ ἐνύπνιον, καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως. |
| 37 | Thou art a king of kings: and the God of heaven hath given thee a kingdom, and strength, and power, and glory: | Σὺ βασιλεῦ βασιλεὺς βασιλέων, ᾧ ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν |
| 38 | And all places wherein the children of men, and the beasts of the field do dwell: he hath also given the birds of the air into thy hand, and hath put all things under thy power: thou therefore art the head of gold. | ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· θηρία τε ἀγροῦ, καὶ πετεινὰ οὐρανοῦ, καὶ ἰχθύας τῆς θαλάσσης ἔδωκεν ἐν τῇ χειρί σου, καὶ κατέστησέ σε κύριον πάντων· σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ. |
| 39 | And after thee shall rise up another kingdom, inferior to thee, of silver: and another third kingdom of brass, which shall rule over all the world. | Καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου, καὶ βασιλεία τρίτη, ἥτις ἐστὶν ὁ χαλκὸς, ἣ κυριεύσει πάσης τῆς γῆς, |
| 40 | And the fourth kingdom shall be as iron. As iron breaketh into pieces, and subdueth all things, so shall that break and destroy all these. | καὶ βασιλεία τετάρτη, ἥτις ἔσται ἰσχυρὰ ὡς σίδηρος· ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει. |
| 41 | Arid whereas thou sawest the feet, and the toes, part of potter’s clay, and part of iron: the kingdom shall be divided, but yet it shall take its origin from the iron, according as thou sawest the iron mixed with the miry clay. | Καὶ ὅτι εἶδες τοὺς πόδας, καὶ τοὺς δακτύλους, μέρος μέν τι ὀστράκινον, μέρος δέ τι σιδηροῦν, βασιλεία διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ. |
| 42 | And as the toes of the feet were part of iron, and part of clay, the kingdom shall be partly strong, and partly broken. | Καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον, μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν, καὶ ἀπʼ αὐτῆς ἔσται συντριβόμενον. |
| 43 | And whereas thou sawest the iron mixed with miry clay, they shall be mingled indeed together with the seed of man, but they shall not stick fast one to another, as iron cannot be mixed with clay. | Ὅτι εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ, συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων, καὶ οὐκ ἔσονται προσκολλώμενοι οὗτος μετὰ τούτου, καθὼς ὁ σίδηρος οὐκ ἀναμίγνυται μετὰ τοῦ ὀστράκου. |
| 44 | But in the days of those kingdoms the God of heaven will set up a kingdom that shall never be destroyed, and his kingdom shall not be delivered up to another people, and it shall break in pieces, and shall consume all these kingdoms, and itself shall stand for ever. | Καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων, ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται, λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας, καὶ αὕτη ἀναστήσεται εἰς τοὺς αἰῶνας· |
| 45 | According as thou sawest that the stone was cut out of the mountain without hands, and broke in pieces, the clay, and the iron, and the brass, and the silver, and the gold, the great God hath shewn the king what shall come to pass hereafter, and the dream is true, and the interpretation thereof is faithful. | Ὃν τρόπον εἶδες, ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνε τὸ ὄστρακον, τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν· ὁ Θεὸς ὁ μέγας ἐγνώρισε τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ἀληθινὸν τὸ ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ. |
| 46 | Then king Nabuchodonosor fell on his face, and worshipped Daniel, and commanded that they should offer in sacrifice to him victims and incense. | Τότε ὁ βασιλεὺς Ναβουχοδονόσορ ἔπεσεν ἐπὶ πρόσωπον, καὶ τῷ Δανιὴλ προσεκύνησε, καὶ μαναὰ καὶ εὐωδίας εἶπε σπεῖσαι αὐτῷ. |
| 47 | And the king spoke to Daniel, and said: Verily your God is the God of gods, and Lord of kings, and a revealer of hidden things: seeing thou couldst discover this secret. | Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς, εἶπε τῷ Δανιήλ, ἐπʼ ἀληθείας ὁ Θεὸς ὑμῶν, αὐτός ἐστι Θεὸς θεῶν, καὶ Κύριος τῶν βασιλέων, ὁ ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνάσθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο. |
| 48 | Then the king advanced Daniel to a high station, and gave him many and great gifts: and he made him governor over all the provinces of Babylon, and chief of the magistrates over all the wise men of Babylon. | Καὶ ἐμεγάλυνεν ὁ βασιλεὺς τὸν Δανιὴλ, καὶ δόματα μεγάλα καὶ πολλὰ ἔδωκεν αὐτῷ, καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλῶνος, καὶ ἄρχοντα σατραπῶν ἐπὶ πάντας τοὺς σοφοὺς Βαβυλῶνος. |
| 49 | And Daniel requested of the king, and he appointed Sidrach, Misach, and Abdenago over the works of the province of Babylon: but Daniel himself was in the king’s palace. | Καὶ Δανιὴλ ᾐτήσατο παρὰ τοῦ βασιλέως, καὶ κατέστησεν ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος τὸν Σεδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγώ· καὶ Δανιὴλ ἦν ἐν τῇ αὐλῇ τοῦ βασιλέως. |
