Comparison
2 Samuel 7
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And it came to pass when the king sat in his house, and the Lord had given him rest on every side from all his enemies, | Καὶ ἐγένετο ὅτε ἐκάθισεν ὁ βασιλεὺς ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ Κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ τῶν κύκλῳ, |
| 2 | He said to Nathan the prophet: Dost thou see that I dwell in a house of cedar, and the ark of God is lodged within skins? | καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Νάθαν τὸν προφήτην, ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς. |
| 3 | And Nathan said to the king: Go, do all that is in thy heart: because the Lord is with thee. | Καὶ εἶπε Νάθαν πρὸς τὸν βασιλέα, πάντα ὅσα ἂν ἐν τῇ καρδίᾳ σου, βάδιζε καὶ ποίει, ὅτι Κύριος μετὰ σοῦ. |
| 4 | But it came to pass that night, that the word of the Lord came to Nathan, saying: | Καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Νάθαν, λέγων, πορεύου, |
| 5 | Go, and say to my servant David: Thus saith the Lord: Shalt thou build me a house to dwell in? | καὶ εἶπον πρὸς τὸν δοῦλόν μου Δαυὶδ, τάδε λέγει Κύριος, οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με. |
| 6 | Whereas I have not dwelt in a house from the day that I brought the children of Israel out of the land of Egypt even to this day: but have walked in a tabernacle, and in a tent. | Ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ ἀφʼ ἧς ἡμέρας ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης, καὶ ἤμην ἐυπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ, |
| 7 | In all the places that I have gone through with all the children of Israel, did ever I speak a word to any one of the tribes of Israel, whom I commanded to feed my people Israel, saying: Why have you not built me a house of cedar? | ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ἰσραὴλ, λέγων, ἱνατί οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον; |
| 8 | And now thus shalt thou speak to my servant David: Thus saith the Lord of hosts: a I took thee out of the pastures from following the sheep to be ruler over my people Israel: | Καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυὶδ, τάδε λέγει Κύριος παντοκράτωρ, ἔλαβόν σε ἐκ τῆς μάνδρας τῶν προβάτων, τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν Ἰσραὴλ, |
| 9 | And I have been with thee wheresoever thou hast walked, and have slain all thy enemies from before thy face: and I have made thee a great man, like unto the name of the great ones that are on the earth. | καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύου, καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου, καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς. |
| 10 | And I will appoint a place for my people Israel, and I will plant them, and they shall dwell therein, and shall be disturbed no more: neither shall the children of iniquity afflict them any more as they did before, | Καὶ θήσομαι τόπον τῷ λαῷ μου τῷ Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν, καὶ κατασκηνώσει καθʼ ἑαυτὸν, καὶ οὐ μεριμνήσει οὐκέτι· καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν, καθὼς ἀπʼ ἀρχῆς, |
| 11 | From the day that I appointed judges over my people Israel: and I will give thee rest from all thy enemies. And the Lord foretelleth to thee, that the Lord will make thee a house. | ἀπὸ τῶν ἡμερῶν ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ· καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου· καὶ ἀπαγγελεῖ σοι Κύριος, ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ. |
| 12 | And when thy days shall be fulfilled, and thou shalt sleep with thy fathers, I will raise up thy seed after thee, which shall proceed out of thy bowels, and I will establish his kingdom. | Καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. |
| 13 | He shall build a house to my name, and I will establish the throne of his kingdom for ever. | Αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. |
| 14 | I will be to him a father, and he shall be to me a son: and if he commit any iniquity, I will correct him with the rod of men, and with the stripes of the children of men. | Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ ἐὰν ἔλθῃ ἡ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν, καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων· |
| 15 | But my mercy I will not take away from him, as I took it from Saul, whom I removed from before my face. | Τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπʼ αὐτοῦ, καθὼς ἀπέστησα ἀφʼ ὧν ἀπέστησα ἐκ προσώπου μου. |
| 16 | And thy house shall be faithful, and thy kingdom for ever before thy face, and thy throne shall be firm for ever. | Καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τον αἰῶνα. |
| 17 | According to all these words and according to all this vision, so did Nathan speak to David. | Κατὰ πάντας τοὺς λόγους τούτους, καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησε Νάθαν πρὸς Δαυίδ. |
| 18 | And David went in, and sat before the Lord, and said: Who am I, O Lord God, and what is my house, that thou hast brought me thus far? | Καὶ εἰσῆλθεν ὁ βασιλεὺς Δαυὶδ, καὶ ἐνάθισεν ἐνώπιον Κυρίου, καὶ εἶπε, τίς εἰμι ἐγὼ, Κύριέ μου Κύριε, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως τούτων; |
| 19 | But yet this hath seemed little in thy sight, O Lord God, unless thou didst also speak of the house of thy servant for a long time to come: for this is the law of Adam, O Lord God. | Καὶ κατεσμικρύνθην μικρὸν ἐνώπίον σου, Κύριέ μου Κύριε, καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν· οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, Κύριέ μου Κύριε; |
| 20 | And what can David say more unto thee? for thou knowest thy servant, O Lord God: | Καὶ τί προσθήσει Δαυὶδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ; καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, Κύριέ μου Κύριε, |
| 21 | For thy word’s sake, and according to thy own heart thou hast done all these great things, so that thou wouldst make it known to thy servant. | καὶ διὰ τὸν δοῦλόν σου πεποίηκας, καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην, γνωρίσαι τῷ δούλῳ σου, ἕνεκεν τοῦ μεγαλύναι σε |
| 22 | Therefore thou art magnified, O Lord God, because there is none like to thee, neither is there any God besides thee, in all the things that we have heard with our ears. | Κύριέ μου· ὅτι οὐκ ἔστιν ὡς σὺ, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ ἐν πᾶσιν οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν. |
| 23 | And what nation is there upon earth, as thy people Israel, whom God went to redeem for a people to himself, and to make him a name, and to do for them great and terrible things, upon the earth, before the face of thy people, whom thou redeemedst to thyself out of Egypt, from the nations and their gods. | Καὶ τίς ὡς ὁ λαός σου Ἰσραὴλ ἔθνος ἄλλο ἐν τῇ γῇ; ὡς ὡδήγησεν αὐτὸν ὁ Θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαὸν, τοῦ θέσθαι σε ὄνομα, τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν, τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου, οὓς ἐλυτρώσω σεαυτῷ ἐξ Αἰγύπτου, ἔθνη καὶ σκηνώματα; |
| 24 | For thou hast confirmed to thyself thy people Israel to be an everlasting people: and thou, O Lord God, art become their God. | Καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου Ἰσραὴλ εἰς λαὸν ἕως αἰῶνος, καὶ σὺ Κύριε ἐγένου αὐτοῖς εἰς Θεόν. |
| 25 | And now, O Lord God, raise up for ever the word that thou hast spoken, concerning thy servant and concerning his house: and do as thou hast spoken, | Καὶ νῦν, κύριέ μου, ῥῆμα ὃ ἐλάλησας περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ, πίστωσον ἕως τοῦ αἰῶνος, Κύριε παντοκράτωρ θεὲ τοῦ Ἰσραήλ· καὶ νῦν καθὼς ἐλάλησας, |
| 26 | That thy name may be magnified for ever, and it may be said: The Lord of hosts is God over Israel. And the house of thy servant David shall be established before the Lord. | Μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰῶνος. |
| 27 | Because thou, O Lord of hosts, God of Israel, hast revealed to the ear of thy servant, saying: I will build thee a house: therefore hath thy servant found in his heart to pray this prayer to thee. | Κύριε παντοκράτωρ Θεὸς Ἰσραὴλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου, λέγων, οἶκον οἰκοδομήσω σοι· διὰ τοῦτο εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασθαι πρὸς σὲ τὴν προσευχὴν ταύτην. |
| 28 | And now, O Lord God, thou art God, and thy words shall be true: for thou hast spoken to thy servant these good things. | Καὶ νῦν, Κύριέ μου Κύριε, σὺ εἶ Θεὸς, καὶ οἱ λόγοι σου ἔσονται ἀληθιναὶ, καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαθὰ ταῦτα. |
| 29 | And now begin, and bless the house of thy servant, that it may endure for ever before thee: because thou, O Lord God, hast spoken it, and with thy blessing let the house of thy servant be blessed for ever. | Καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου, τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐνώπιόν σου· ὅτι σὺ Κύριέ μου Κύριε ἐλάλησας, καὶ ἀπὸ τῆς εὐλογίας σου εὐλογηθήσεται ὁ οἶκος τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα. |
