Comparison
2 Samuel 10
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And it came to pass after this, that the king of the children of Ammon died, and Hanon his son reigned in his stead. | Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέθανε βασιλεὺς υἱῶν Ἀμμὼν, καὶ ἐβασίλευσεν Ἀννὼν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. |
| 2 | And David said: I Will shew kindness to Hanon the son of Daas, as his father shewed kindness to me. So David sent his servants to comfort him for the death of his father. But when the servants of David were come into the land of the children of Ammon, | Καὶ εἶπε Δαυὶδ, ποιήσω ἔλεος μετὰ Ἀννὼν υἱοῦ Ναὰς, ὃν τρόπον ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετʼ ἐμοῦ ἔλεος. Καὶ ἀπέστειλεν Δαυὶδ παρακαλέσαι αὐτὸν ἐν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ· καὶ παρεγένοντο οἱ παῖδες Δαυὶδ εἰς τὴν γῆν υἱῶν Ἀμμών. |
| 3 | The princes of the children of Ammon said to Hanon their lord: Thinkest thou that for the honour of thy father, David hath sent comforters to thee, and hath not David rather sent his servants to thee to search, and spy into the city, and overthrow it? | Καὶ εἶπον οἱ ἄρχοντες υἱῶν Ἀμμὼν πρὸς Ἀννῶν τὸν κύριον αὐτῶν, μὴ παρὰ τὸ δοξάζειν Δαυὶδ τὸν πατέρα σου ἐνώπιόν σου, ὅτι ἀπέστειλέ σοι παρακαλοῦντας; ἀλλʼ ὅπως οὐχὶ ἐρευνήσωσι τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ τοῦ κατασκέψασθαι αὐτὴν ἀπέστειλε Δαυὶδ τοὺς παῖδας αὐτοῦ πρὸς σέ; |
| 4 | Wherefore Hanon took the servants of David, and shaved off the one half of their beards, and cut away half of their garments even to the buttocks, and sent them away. | Καὶ ἔλαβεν Ἀννὼν τοὺς παῖδας Δαυὶδ, καὶ ἐξύρησε τοὺς πώγωνας αὐτῶν, καὶ ἀπέκοψε τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν, καὶ ἐξαπέστειλεν αὐτούς. |
| 5 | When this was told David, he sent to meet them: for the men were sadly put to confusion, and David commanded them, saying: Stay at Jericho, till your beards be grown, and then return. | Καὶ ἀπήγγειλαν τῷ Δαυὶδ ὑπὲρ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτῶν, ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεὺς, καθίσατε ἐν Ἱεριχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἐπιστραφήσεσθε. |
| 6 | And the children of Ammon seeing that they had done an injury to David, Bent and hired the Syrians of Rohob, and the Syrians of Soba, twenty thousand footmen, and of the king of Maacha a thousand men, and of Istob twelve thousand men. | Καὶ εἶδον οἱ υἱοὶ Ἀμμὼν ὅτι κατῃσχύνθησαν ὁ λαὸς Δαυίδ· καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν, καὶ ἐμισθώσαντο τὴν Συρίαν Βαιθραὰμ, καὶ τὴν Συρίαν Σουβὰ, καὶ Ῥοὼβ, εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Ἀμαλὴκ χιλίους ἄνδρας, καὶ Ἰστὼβ δώδεκα χιλιάδας ἀνδρῶν. |
| 7 | And when David heard this, he sent Joab and the whole army of warriors. | Καὶ ἤκουσε Δαυὶδ, καὶ ἀπέστειλε τὸν Ἰωὰβ καὶ πᾶσαν τὴν δύναμιν τοὺς δυνατούς. |
| 8 | And the children of Ammon came out, and set their men in array at the entering in of the gate: but the Syrians of Soba, and of Rohob, and of Istob, and of Maacha were by themselves in the field. | Καὶ ἐξῆλθον οἱ υἱοὶ Ἀμμὼν καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῇς πύλης, Συρίας Σουβὰ καὶ Ῥοὼβ καὶ Ἰστὼβ καὶ Ἀμαλὴκ μόνοι ἐν ἀγρῷ. |
| 9 | Then Joab seeing that the battle was prepared against him, both before and behind, chose of all the choice men of Israel, and put them in array against the Syrians: | Καὶ εἶδεν Ἰωὰβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου ἐκ τοῦ κατὰ πρόσωπον ἐξεναντίας καὶ ἐκ τοῦ ὄπισθεν, καὶ ἐπελέξατο ἐκ πάντων τῶν νεανιῶν Ἰσραὴλ, καὶ παρετάξαντο ἐξ ἐναντίας Συρίας. |
| 10 | And the rest of the people he delivered to Abisai his brother, who set them in array against the children of Ammon. | Καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβεσσὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξεναντίας υἱῶν Ἀμμών. |
| 11 | And Joab said: If the Syrians are too strong for me, then thou shalt help me: but if the children of Ammon are too strong for thee, then I will help thee. | Καὶ εἶπεν, εὰν κραταιωθῇ Συρία ὑπὲρ ἐμὲ, καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν· καὶ ἐὰν κραταιωθῶσιν υἱοὶ Ἀμμὼν ὑπὲρ σὲ, καὶ ἐσόμεθα τοῦ σῶσαί σε. |
| 12 | Be of good courage, and let us fight for our people, and for the city of our God: and the Lord will do what is good in his sight. | Ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν, καὶ Κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ. |
| 13 | And Joab and the people that were with him, began to fight against the Syrians: and they immediately fled before him. | Καὶ προσῆλθεν Ἰωὰβ καὶ ὁ λαὸς αὐτοῦ μετʼ αὐτοῦ εἰς πόλεμον πρὸς Συρίαν, καὶ ἔφυγαν ἀπὸ προσώπου αὐτοῦ. |
| 14 | And the children of Ammon seeing that the Syrians were fled, they fled also before Abisai, and entered into the city: and Joab returned from the children of Ammon, and came to Jerusalem. | Καὶ οἱ υἱοὶ Ἀμμὼν εἶδαν ὅτι ἔφυγε Συρία, καὶ ἔφυγαν ἀπὸ προσώπου Ἀβεσσὰ, καὶ εἰσῆλθον εἰς τὴν πόλιν· καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τῶν υἱῶν Ἀμμὼν, καὶ παρεγένετο εἰς Ἱερουσαλήμ. |
| 15 | Then the Syrians seeing that they had fallen before Israel, gathered themselves together. | Καὶ εἶδε Συρία ὅτι ἔπτάισεν ἔμπροσθεν Ἰσραὴλ, καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό. |
| 16 | And Adarezer sent and fetched the Syrians, that were beyond the river, and brought over their army: and Sobach, the captain of the host of Adarezer, was their general. | Καὶ ἀπέστειλεν Ἀδρααζὰρ, καὶ συνήγαγε τὴν Συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Χαλαμὰκ, καὶ παρεγένοντο Αἱλάμ· καὶ Σωβὰκ ἄρχων τῆς δυνάμεως Ἀδρααζὰρ ἔμπροσθεν αὐτῶν. |
| 17 | And when this was told David, he gathered all Israel together, and passed over the Jordan, and came to Helam: and the Syrians set themselves in array against David, and fought against him. | Καὶ ἀπηγγέλη τῷ Δαυὶδ, καὶ συνήγαγε τὸν πάντα Ἰσραὴλ, καὶ διέβη τὸν Ἰορδάνην, καὶ παρεγένετο εἰς Αἰλάμ· καὶ παρετάξατο Συρία ἀπέναντι Δαυὶδ, καὶ ἐπολέμησαν μετʼ αὐτοῦ. |
| 18 | And the Syrians fled before Israel, and David slew of the Syrians the men of seven hundred chariots, and forty thousand horsemen: and smote Sobach the captain of the army, who presently died. | Καὶ ἔφυγε Συρία ἀπὸ πρόσωπου Ἰσραήλ· καὶ ἀνεῖλε Δαυὶδ ἐκ τῆς Συρίας ἑπτακόσια ἅρματα, καὶ τεσσαράκοντα χιλιάδας ἱππέων, καὶ τὸν Σωβὰκ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξε, καὶ ἀπέθανεν ἐκεῖ. |
| 19 | And all the kings that were auxiliaries of Adarezer, seeing themselves overcome by Israel, were afraid and fled away, eight and fifty thousand men before Israel. And they made peace with Israel: and served them, and all the Syrians were afraid to help the children of Ammon any more. | Καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι Ἀδρααζὰρ ὅτι ἔπταισαν ἔμπροσθεν Ἰσραὴλ, καὶ ηὐτομόλησαν μετὰ Ἰσραὴλ, καὶ ἐδούλευσαν αὐτοῖς· καὶ ἐφοβήθη Συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς Ἀμμών. |
