Comparison
2 Samuel 16
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And when David was a little past the top of the hill, behold Siba the servant of Miphiboseth came to meet him with two asses, laden with two hundred loaves of bread, and a hundred bunches of raisins, a hundred cakes of figs, and a vessel of wine. | Καὶ Δαυὶδ παρῆλθε βραχύ τι ἀπὸ τῆς Ῥὼς, καὶ ἰδοὺ Σιβὰ τὸ παιδάριον Μεμφιβοσθὲ εἰς ἀπαντὴν αὐτοῦ· καὶ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἐπʼ αὐτοῖς διακόσιοι ἄρτοι, καὶ ἑκατὸν σταφίδες, καὶ ἑκατὸν φοίνικες καὶ νέβελ οἴνου. |
| 2 | And the king said to Siba: What mean these things? And Siba answered: The asses are for the king’s household to sit on: and the loaves and the figs for thy servants to eat, and the wine to drink if any man be faint in the desert. | Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σιβὰ, τί ταῦτά σοι; καὶ εἶπε Σιβὰ, τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι, καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ. |
| 3 | And the king said: Where is thy master’s son? And Siba answered the king: He remained in Jerusalem, saying: Today will the house of Israel restore me the kingdom of my father. | Καὶ εἶπεν ὁ βασιλεὺς, καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα, ἰδοὺ κάθηται ἐν Ἱερουσαλὴμ, ὅτι εἶπε, σήμερον ἐπιστρέψουσί μοι οἶκος Ἰσραὴλ τὴν βασιλείαν τοῦ πατρός μου. |
| 4 | And the king said to Siba: I give thee all that belonged to Miphiboseth. And Siba said: I beseech thee let me find grace before thee, my lord, O king. | Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβᾷ, ἰδού σοι πάντα ὅσα ἐστὶ Μεμφιβοσθέ· καὶ εἶπε Σιβὰ προσκυνήσας, εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου κύριέ μου βασιλεῦ. |
| 5 | And king David came as far as Bahurim: and behold there came out from thence a man of the kindred of the house of Saul named Semei, the son of Gera, and coming out he cursed as he went on, | Καὶ ἦλθεν ὁ βασιλεὺς Δαυὶδ ἕως Βαουρίμ· καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαοὺλ, καὶ ὄνομα αὐτῷ Σεμεῒ υἱὸς Γηρά· ἐξῆλθε ἐκπορευόμενος καὶ καταρώμενος, |
| 6 | And he threw stones at David, and at all the servants of king David: and all the people, and all the warriors walked on the right, and on the left side of the king. | καὶ λιθάζων ἐν λίθοις τὸν Δαυὶδ, καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως Δαυίδ· καὶ πᾶς ὁ λαὸς ἦν, καὶ πάντες οἱ δυνατοὶ, ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως. |
| 7 | And thus said Semei when he cursed the king: Come out, come out, thou man of blood, and thou man of Belial. | Καὶ οὕτως ἔλεγε Σεμεῒ ἐν τῷ καταρᾶσθαι αὐτὸν, ἔξελθε ἔξελθε ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος. |
| 8 | The Lord hath repaid thee for all the blood of the house of Saul: because thou hast usurped the kingdom in his stead, and the Lord hath given the kingdom into the hand of Absalom thy son: and behold thy evils press upon thee, because thou art a man of blood. | Ἐπέστρεψεν ἐπὶ σὲ Κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαοὺλ, ὅτι ἐβασίλευσας ἀντʼ αὐτοῦ· καὶ ἔδωκε Κύριος τὴν βασιλείαν ἐν χειρὶ Ἀβεσσαλὼμ τοῦ υἱοῦ σου· καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου, ὅτι ἀνὴρ αἱμάτων σύ. |
| 9 | And Abisai the son of Sarvia said to the king: Why should this dead dog curse my lord the king? I will go, and cut off his head. | Καὶ εἶπεν Ἀβεσσὰ υἱὸς Σαρουίας πρὸς τὸν βασιλέα, ἱνατί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ. |
| 10 | And the king said: What have I to do with you, ye sons of Sarvia? Let him alone and let him curse: for the Lord hath bid him curse David: and who is he that shall dare say, why hath he done so? | Καὶ εἶπεν ὁ βασιλεὺς, τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουίας; καὶ ἄφετε αὐτὸν, καὶ οὕτως καταράσθω, ὅτι Κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυίδ· καὶ τίς ἐρεῖ, ὡς τί ἐποίησας οὕτως; |
| 11 | And the king said to Abisai, and to all his servants: Behold my son, who came forth from my bowels, seeketh my life: how much more now a son of Jemini? let him alone that he may curse as the Lord hath bidden him. | Καὶ εἶπε Δαυὶδ πρὸς Ἀβεσσὰ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ, ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ Ἰεμινί· ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ Κύριος. |
| 12 | Perhaps the Lord may look upon my affliction, and the Lord may render me good for the cursing of this day. | Εἴπως ἴδοι Κύριος ἐν τῇ ταπεινώσει μου, καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ. |
| 13 | And David and his men with him went by the way. And Semei by the hill’s side went over against him, cursing, and casting stones at him, and scattering earth. | Καὶ ἐπορεύθη Δαυὶδ καὶ πάντες οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ· καὶ Σεμεῒ ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοῒ πάσσων. |
| 14 | And the king and all the people with him came weary, and refreshed themselves there. | Καὶ ἦλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς μετʼ αὐτοῦ ἐκλελυμένοι, καὶ ἀνέψυξαν ἐκεῖ. |
| 15 | But Absalom and all his people came into Jerusalem, and Achitophel was with him. | Καὶ Ἀβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ἰσραὴλ εἰσῆλθον εἰς Ἰερουσαλὴμ, καὶ Ἀχιτόφελ μετʼ αὐτοῦ. |
| 16 | And when Chusai the Arachite, David’s friend, was come to Absalom, he said to him: God save thee, O king, God save thee, O king. | Καὶ ἐγενήθη ἡνίκα ἦλθε Χουσὶ ὁ ἀρχιεταῖρος Δαυὶδ πρὸς Ἀβεσσαλὼμ, καὶ εἶπε Χουσὶ πρὸς Ἀβεσσαλὼμ, ζήτω ὁ βασιλεύς. |
| 17 | And Absalom said to him: Is this thy kindness to thy friend? Why wentest thou not with thy friend? | Καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Χουσὶ, τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου; ἱνατί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου; |
| 18 | And Chusai answered Absalom: Nay: for I will be his, whom the Lord hath chosen, and all this people, and all Israel, and with him will I abide. | Καὶ εἶπε Χουσὶ πρὸς Ἀβεσσαλὼμ, οὐχὶ, ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο Κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ Ἰσραὴλ, αὐτῷ ἔσομαι, καὶ μετὰ αὐτοῦ καθήσομαι. |
| 19 | Besides this, whom shall I serve? is it not the king’s son? as I have served thy father, so will I serve thee also. | Καὶ τὸ δεύτερον, τίνι ἐγὼ δουλεύσω; οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ; καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιόν σου. |
| 20 | And Absalom said to Achitophel: Consult what we are to do. | Καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἀχιτόφελ, φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν. |
| 21 | And Achitophel said to Absalom: Go in to the concubines of thy father, whom he hath left to keep the house: that when all Israel shall hear that thou hast disgraced thy father, their hands may be strengthened with thee. | Καὶ εἶπεν Ἀχιτόφελ πρὸς Ἀβεσσαλὼμ, εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου, ἃς κατέλιπε φυλάσσειν τὸν οἶκον αὐτοῦ, καὶ ἀκούσεται πᾶς Ἰσραὴλ, ὅτι κατῄσχυνα, τὸν πατέρα σοῦ, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ. |
| 22 | So they spread a tent for Absalom on the top of the house, and he went in to his father’s concubines before all Israel. | Καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Ἀβεσσαλὼμ ἐπὶ τὸ δῶμα, καὶ εἰσῆλθεν Ἀβεσσαλὼμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατʼ ὀφθαλμοὺς παντὸς Ἰσραήλ. |
| 23 | Now the counsel of Achitophel, which he gave in those days, was as if a man should consult God: so was all the counsel of Achitophel, both when he was with David, and when he was with Absalom. | Καὶ ἡ βουλὴ Ἀχιτόφελ, ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις, ὃν τρόπον ἐπερωτήσῃ τις ἐν λόγῳ τοῦ Θεοῦ· οὕτως πᾶσα ἡ βουλὴ τοῦ Ἀχιτόφελ καί γε τῷ Δαυὶδ καί γε τῷ Ἀβεσσαλώμ. |
