Comparison
2 Samuel 3
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Now there was a long war between the house of Saul and the house of David: David prospering and growing always stronger and stronger, but the house of Saul decaying daily. | Καὶ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀναμέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀναμέσον τοῦ οἴκου Δαυίδ· καὶ ὁ οἶκος Δαυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ ὁ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει. |
| 2 | And sons were born to David in Hebron: and his firstborn was Amnon of Achinoam the Jezrahelitess: | Καὶ ἐτέχθησαν τῷ Δαυὶδ υἱοὶ ἐν Χεβρών· καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ Ἀμνὼν τῆς Ἀχινόομ τῆς Ἰεζραηλίτιδος. |
| 3 | And his second Cheleab of Abigail the wife of Nabal of Carmel: and the third Absalom the son of Maacha the daughter of Tholmai king of Gessur: | Καὶ ὁ δεύτερος αὐτοῦ Δαλουΐα τῆς Ἀβιγαίας τῆς Καρμηλίας, καὶ ὁ τρίος, Ἀβεσσαλὼμ υἱὸς Μααχὰ θυγατρὸς Θολμὶ βασιλέως Γεσσὶρ, |
| 4 | And the fourth Adonias, the son of Haggith: and the fifth Saphathia the son of Abital: | καὶ ὁ τέταρτος Ὀρνία υἱὸς Ἀγγὶθ, καὶ ὁ πέμπτος Σαφατία τῆς Ἀβιτὰλ, |
| 5 | And the sixth Jethraam of Egla the wife of David: these were born to David in Hebron. | καὶ ὁ ἕκτος Ἰεθεραὰμ τῆς Αἰγὰλ γυναικὸς Δαυίδ· οὗτοι ἐτέχθησαν τῷ Δαυὶδ ἐν Χεβρών. |
| 6 | Now while there was war between the house of Saul and the house of David, Abner the son of Ner ruled the house of Saul. | Καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀναμέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀναμέσον τοῦ οἴκου Δαυὶδ, καὶ Ἀβεννὴρ ἦν κρατῶν τοῦ οἴκου Σαούλ. |
| 7 | And Saul had a concubine named Respha, the daughter of Aia. And Isboseth said to Abner: | Καὶ τῷ Σαοὺλ παλλακὴ Ῥεσφὰ θυγάτηρ Ἰώλ· καὶ εἶπεν Ἰεβοσθὲ υἱὸς Σαοὺλ πρὸς Ἀβεννὴρ, τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου; |
| 8 | Why didst thou go in to my father’s concubine? And he was exceedingly angry for the words of Isboseth, and said: Am I a dog’s head against Juda this day, who have shewn mercy to the house of Saul thy father, and to his brethren and friends, and have not delivered thee into the hands of David, and hast thou sought this day against me to charge me with a matter concerning a woman? | Καὶ ἐθυμώθη σφόδρα Ἀβεννὴρ περὶ τοῦ λόγου τούτου τῷ Ἰεβοσθέ. καὶ εἶπεν Ἀβεννὴρ πρὸς αὐτὸν, μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα σήμερον ἔλεος μετὰ τοῦ οἴκου Σαοὺλ τοῦ πατρός σου, καὶ περὶ ἀδελφῶν καὶ περὶ γνωρίμων, καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυὶδ, καὶ ἐπιζητεῖς ἐπʼ ἐμὲ σὺ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον; |
| 9 | So do God to Abner, and more also, unless as the Lord hath sworn to David, so I do to him, | Τάδε ποιήσαι ὁ Θεὸς τῷ Ἀβεννὴρ καὶ τάδε προσθείη αὐτῷ, ὅτι καθὼς ὤμοσε Κύριος τῷ Δαυὶδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ, |
| 10 | That the kingdom be translated from the house of Saul, and the throne of David be set up over Israel, and over Juda from Dan to Bersabee. | περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαοὺλ, καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυὶδ ἐπὶ Ἰσραὴλ καὶ ἐπὶ τὸν Ἰούδαν ἀπὸ Δὰν ἕως Βηρσαβεέ. |
| 11 | And he could not answer him a word, because he feared him. | Καὶ οὐκ ἠδυνάσθη ἔτι Ἰεβοσθὲ ἀποκριθῆναι τῷ Ἀβεννὴρ ῥῆμα, ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν. |
| 12 | Abner therefore sent messengers to David for himself, saying: Whose is the land? and that they should say: Make a league with me, and my hand shall be with thee: and I will bring all Israel to thee. | Καὶ ἀπέστειλεν Ἀβεννὴρ ἀγγέλους πρὸς Δαυὶδ εἰς Θαιλὰμ οὗ ἦν, παραχρῆμα, λέγων, διάθου διαθήκην σου μετʼ ἐμοῦ, καὶ ἰδοὺ ἡ χείρ μου μετὰ σοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον Ἰσραήλ. |
| 13 | And he said: Very well: I will make a league with thee: but one thing I require of thee, saying: Thou shalt not see my face before thou bring Michol the daughter of Saul: and so thou shalt come, and see me. | Καὶ εἶπε Δαυὶδ, καλῶς ἐγὼ διαθήσομαι πρὸς σὲ διαθήκην· πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, λέγων, οὐκ ὄψει τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀγάγῃς τὴν Μελχὸλ θυγατέρα Σαοὺλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου. |
| 14 | And David sent messengers to Isboseth the son of Saul, saying: Restore my wife Michol, whom I espoused to me for a hundred foreskins of the Philistines. | Καὶ ἐξαπέστειλε Δαυὶδ πρὸς Ἰεβοσθὲ υἱον Σαοὺλ ἀγγέλους, λέγων, ἀπόδος μοι τῆν γυναῖκά μου τὴν Μελχὸλ, ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων. |
| 15 | And Isboseth sent, and took her from her husband Phaltiel, the son of Lais. | Καὶ ἀπέστειλεν Ἰεβοσθὲ, καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς παρὰ Φαλτιὴλ υἱοῦ Σελλῆς. |
| 16 | And her husband followed her, weeping as far as Bahurim: and Abner said to him: Go and return. And he returned. | Καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετʼ αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακίμ· καὶ εἶπε πρὸς αὐτὸν Ἀβεννὴρ, πορεύου, ἀνάστρεφε· καὶ ἀνέστρεψε. |
| 17 | Abner also spoke to the ancients of Israel, saying: Both yesterday and the day before you sought for David that he might reign over you. | Καὶ εἶπεν Ἀβεννὴρ πρὸς τοὺς πρεσβυτέρους Ἰσραὴλ, λέγων, χθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυὶδ βασιλεύειν ἐφʼ ὑμᾶς. |
| 18 | Now then do it: because the Lord hath spoken to David, saying: By the hand of my servant David I will save my people Israel from the hands of the Philistines, and of all their enemies. | Καὶ νῦν ποιήσατε, ὅτι Κύριος ἐλάλησε περὶ Δαυὶδ, λέγων, ἐν χειρὶ τοῦ δούλου μου Δαυὶδ σώσω τὸν Ἰσραὴλ ἐκ χειρὸς ἀλλοφύλων, καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν. |
| 19 | And Abner spoke also to Benjamin. And he went to speak to David in Hebron all that seemed good to Israel, and to all Benjamin. | Καὶ ἐλάλησεν Ἀβεννὴρ ἐν τοῖς ὠσὶ Βενιαμίν· καὶ ἐπορεύθη Ἀβεννὴρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυὶδ εἰς Χεβρὼν πάντα ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς Ἰσραὴλ καὶ ἐν ὀφθαλμοῖς οἴκου Βενιαμίν. |
| 20 | And he came to David in Hebron with twenty men: and David made a feast for Abner, and his men that came with him. | Καὶ ἦλθεν Ἀβεννὴρ πρὸς Δαυὶδ εἰς Χεβρὼν, καὶ μετʼ αὐτοῦ εἴκοσι ἄνδρες· καὶ ἐποίησε Δαυὶδ τῷ Ἀβεννὴρ καὶ τοῖς ἀνδράσι τοῖς μετʼ αὐτοῦ πότον. |
| 21 | And Abner said to David: I will rise, that I may gather all Israel unto thee my lord the king, and may enter into a league with thee, and that thou mayst reign over all as thy soul desireth. Now when David bad brought Abner on his way, and he was gone in peace, | Καὶ εἶπεν Ἀβεννὴρ πρὸς Δαυὶδ, ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ἰσραὴλ· καὶ διαθήσομαι μετʼ αὐτοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου. Καὶ ἀπέστειλε Δαυὶδ τὸν Ἀβεννὴρ, καὶ ἐπορεύθη ἐν εἰρήνῃ. |
| 22 | Immediately David’s servants and Joab came, after having slain the robbers, with an exceeding great booty: and Abner, was not with David in Hebron, for he had now sent him away, and he was gone in peace. | Καὶ ἰδοὺ οἱ παῖδες Δαυὶδ καὶ Ἰωὰβ παρεγένοντο ἐκ τῆς ἐξοδίας, καὶ σκῦλα πολλὰ ἔφερον μεθʼ ἑαυτῶν· καὶ Ἀβεννὴρ οὐκ ἦν μετὰ Δαυὶδ εἰς Χεβρὼν, ὅτι ἀπεστάλκει αὐτὸν, καὶ ἀπεληλύθει ἐν εἰρήνῃ. |
| 23 | And Joab and all the army that was with him, came afterwards: and it was told Joab, that Abner the son of Ner came to the king, and he hath sent him away, and he is gone in peace. | Καὶ Ἰωὰβ καὶ πᾶσα ἡ στρατιὰ αὐτοῦ ἤλθοσαν, καὶ ἀπηγγέλη τῷ Ἰωὰβ, λέγοντες, ἥκει Ἀβεννὴρ υἱὸς Νὴρ πρὸς Δαυὶδ, καὶ ἀπέσταλκεν αὐτὸν, καὶ ἀπῆλθεν ἐν εἰρήνῃ. |
| 24 | And Joab went in to the king, and said: What hast thou done? Behold Abner came to thee: Why didst thou send him away, and he is gone and departed? | Καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα, καὶ εἶπε, τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλθεν Ἀβεννὴρ πρὸς σὲ, καὶ ἱνατί ἐξαπέσταλκας αὐτὸν, καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ; |
| 25 | Knowest thou not Abner the son of Ner, that to this end he came to thee, that he might deceive thee, and to know thy going out, and thy coming in, and to know all thou dost? | Ἢ οὐκ οἶδας τὴν κακίαν Ἀβεννὴρ υἱοῦ Νὴρ, ὅτι ἀπατῆσαί σε παρεγένετο, καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου, καὶ γνῶναι ἅπαντα ὅσα σὺ ποιεῖς; |
| 26 | Then Joab going out from David, sent messengers after Abner, and brought him back from the cistern of Sira, David knowing nothing of it. | Καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τοῦ Δαυὶδ, καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἀβεννὴρ ὀπίσω, καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σεειρὰμ· καὶ Δαυὶδ οὐκ ᾔδει. |
| 27 | And when Abner was returned to Hebron, Joab took him aside to the middle of the gate, to speak to him treacherously: and he stabbed him there in the groin, and he died, in revenge of the blood of Asael his brother. | Καὶ ἐπέστρεψε τὸν Ἀβεννὴρ εἰς Χεβρὼν, καὶ ἐξέκλινεν αὐτὸν Ἰωὰβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν, ἐνεδρεύων· καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ εἰς τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἵματι Ἀσαὴλ τοῦ ἀδελφοῦ Ἰωάβ. |
| 28 | And when David heard of it, after the thing was now done, he said: I, and my kingdom are innocent before the Lord for ever of the blood of Abner the son of Ner: | Καὶ ἤκουσε Δαυὶδ μετὰ ταῦτα, καὶ εἶπεν, ἀθῶός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ Κυρίου καὶ ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Ἀβεννὴρ υἱοῦ Νήρ. |
| 29 | And may it come upon the head of Joab, and upon all his father’s house: and let there not fail from the house of Joab one that hath an issue of seed, or that is a leper, or that holdeth the distaff, or that falleth by the sword, or that wanteth bread. | Καταντησάτωσαν ἐπὶ κεφαλὴν Ἰωὰβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλείποι ἐκ τοῦ οἴκου Ἰωὰβ γονοῤῥυὴς, καὶ λεπρὸς, καὶ κρατῶν σκυτάλης, καὶ πίπτων ἐν ῥομφαίᾳ, καὶ ἐλασσούμενος ἄρτοις. |
| 30 | So Joab and Abisai his brother slew Abner, because he had killed their brother Asael at Gabaon in the battle. | Ἰωὰβ δὲ καὶ Ἀβεσσὰ ὁ ἀδελφὸς αὐτοῦ διαπαρετηροῦντο τὸν Ἀβεννὴρ, ἀνθʼ ὧν ἐθανάτωσε τὸν Ἀσαὴλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαὼν, ἐν τῷ πολέμῳ. |
| 31 | And David said to Joab, and to all the people that were with him: Rend your garments, and gird yourselves with sackcloths, and mourn before the funeral of Abner. And king David himself followed the bier. | Καὶ εἶπε Δαυὶδ πρὸς Ἰωὰβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετʼ αὐτοῦ, διαῤῥήξατε τὰ ἱμάτια ὑμῶν, καὶ περιζώσασθε σάκκους, καὶ κόπτεσθε ἐνώπιον Ἀβεννήρ· καὶ ὁ βασιλεὺς Δαυὶδ ἐπορεύετο ὀπίσω τῆς κλίνης. |
| 32 | And when they had buried Abner in Hebron, king David lifted up his voice, and wept at the grave of Abner: and all the people also wept. | Καὶ θάπτουσι τὸν Ἀβεννὴρ ἐν Χεβρών· καὶ ᾖρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ, καὶ ἔκλαυσε πᾶς ὁ λαὸς ἐπὶ Ἀβεννήρ. |
| 33 | And the king mourning and lamenting over Abner, said: Not as cowards are wont to die, hath Abner died. | Καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ Ἀβεννὴρ, καὶ εἶπεν, εἰ κατὰ τὸν θάνατον Νάβαλ ἀποθανεῖται Ἀβεννήρ; |
| 34 | Thy hands were not bound, nor thy feet laden with fetters: but as men fall before the children of iniquity, so didst thou fall. And all the people repeating it wept over him. | Αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οἱ πόδες σου οὐκ ἐν πέδαις· οὐ προσήγαγεν ὡς Νάβαλ, ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας· καὶ συνήχθη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν. |
| 35 | And when all the people came to take meat with David, while it was yet broad day, David swore, saying: So do God to me, and more also, if I taste bread or any thing else before sunset. | Καὶ ἦλθε πᾶς ὁ λαὸς περιδειπνῆσαι τὸν Δαυὶδ ἄρτοις ἔτι οὔσης ἡμέρας· καὶ ὤμοσε Δαυὶδ, λέγων, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι ἐὰν μὴ δύῃ ὁ ἥλιος, οὐ μὴ γεύσομαι ἄρτου ἢ ἀπὸ παντὸς τινός. |
| 36 | And all the people heard, and they were pleased, and all that the king did seemed good in the sight of all the people. | Καὶ ἔγνω πᾶς ὁ λαὸς, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον τοῦ λαοῦ. |
| 37 | And all the people, and all Israel understood that day that it was not the king’s doing, that Abner the son of Ner was slain. | Καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν Ἀβεννὴρ υἱὸν Νήρ. |
| 38 | The king also said to his servants: Do you not know that a prince and great man is slain this day in Israel? | Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ, οὐκ οἴδατε, ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ἰσραήλ; |
| 39 | But I as yet am tender, though anointed king. And these men the sons of Sarvia are too hard for me: the Lord reward him that doth evil according to his wickedness. | Καὶ ὅτι ἐγώ εἰμι συγγενὴς σήμερον, καὶ καθεσταμένος ὑπὸ βασιλέως; οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουίας σκληρότεροί μου εἰσίν· ἀποδῷ Κύριος τῷ ποιοῦντι τὰ πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ. |
