Comparison
1 Maccabees 4
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Then Gorgias took five thousand men, and a thousand of the best horsemen: and they removed out of the camp by night. | Καὶ παρέλαβε Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτὴν, καὶ ἀπῇρεν ἡ παρεμβολὴ νυκτὸς, |
| 2 | That they might come upon the camp of the Jews, and strike them suddenly: and the men that were of the castle were their guides. | ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ἰουδαίων, καὶ πατάξαι αὐτοὺς ἄφνω· καὶ οἱ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί. |
| 3 | And Judas heard of it, and rose up, he and the valiant men, to attack the king’s forces that were in Emmaus. | Καὶ ἤκουσεν Ἰούδας, καὶ ἀπῇρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Ἐμμαοὺμ, |
| 4 | For as yet the army was dispersed from the camp. | ἕως ἔτι αἱ δυνάμεις ἐσκορπισμέναι ἦσαν ἀπὸ τῆς παρεμβολῆς. |
| 5 | And Gorgias came by night into the camp of Judas, and found no man, and he sought them in the mountains: for he said: These men flee from us. | Καὶ ἦλθε Γοργίας εἰς τὴν παρεμβολὴν Ἰούδα νυκτὸς, καὶ οὐδένα εὗρε· καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν, ὅτι εἶπε, φεύγουσιν οὗτοι ἀφʼ ἡμῶν. |
| 6 | And when it was day, Judas shewed himself in the plain with three thousand men only, who neither had armour nor swords. | Καὶ ἅμα τῇ ἡμέρᾳ, ὤφθη Ἰούδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσι· πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἶχον καθὼς ἠβούλοντο. |
| 7 | And they saw the camp of the Gentiles that it was strong, and the men in breastplates, and the horsemen round about them, and these were trained up to war. | Καὶ εἶδον παρεμβολὴν ἐθνῶν ἰσχυρὰν, τεθωρακισμένην, καὶ ἵππον κυκλοῦσαν αὐτὴν, καὶ οὗτοι διδακτοὶ πολέμου. |
| 8 | And Judas said to the men that were with him: Fear ye not their multitude, neither be ye afraid of their assault. | Καὶ εἶπεν Ἰούδας τοῖς ἀνδράσι τοῖς μετʼ αὐτοῦ, μὴ φοβεῖσθε τὸ πλῆθος αὐτῶν, καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωθῆτε. |
| 9 | Remember in what manner our fathers were saved in the Red Sea, when Pharao pursued them with a great army. | Μνήσθητε πῶς ἐσώθησαν οἱ πατέρες ἡμῶν ἐν θαλάσσῃ ἐρυθρᾷ, ὅτε ἐδίωξεν αὐτοὺς Φαραὼ ἐν δυνάμει. |
| 10 | And now let us cry to heaven: and the Lord will have mercy on us, and will remember the covenant of our fathers, and will destroy this army before our face this day: | Καὶ νῦν βοήσωμεν εἰς τὸν οὐρανὸν, εἴπως ἐλεήσει ἡμᾶς, καὶ μνησθήσεται διαθήκης πατέρων ἡμῶν, καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον. |
| 11 | And all nations shall know that there is one that redeemeth and delivereth Israel. | Καὶ γνώσεται πάντα τὰ ἔθνη, ὅτι ἐστὶν ὁ λυτρούμενος καὶ σώζων τὸν Ἰσραήλ. |
| 12 | And the strangers lifted up their eyes, and saw them coming against them. | Καὶ ᾖραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτῶν. καὶ ἴδον αὐτοὺς ἐρχομένους ἐξεναντίας, |
| 13 | And they went out of the camp to battle, and they that were with Judas sounded the trumpet. | καὶ ἐξῆλθον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον· καὶ ἐσάλπισαν οἱ μετὰ Ἰούδα. |
| 14 | And they joined battle: and the Gentiles were routed, and fled into the plain. | Καὶ συνῆψαν, καὶ συνετρίβησαν τὰ ἔθνη, καὶ ἔφυγον εἰς τὸ πεδίον. |
| 15 | But all the hindmost of them fell by the sword, and they pursued them as far as Gezeron, and even to the plains of Idumea, and of Azotus, and of Jamnia: and there fell of them to the number of three thousand men. | Οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομφαίᾳ· καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρὼν καὶ ἕως τῶν πεδίων τῆς Ἰδουμαίας καὶ Ἀζώτου καὶ Ἰαμνίας, καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους. |
| 16 | And Judas returned again with his army that followed him, | Καὶ ἐπέστρεψεν Ἰούδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν, |
| 17 | And he said to the people: Be not greedy of the spoils: for there is war before us: | καὶ εἶπε πρὸς τὸν λαὸν, μὴ ἐπιθυμήσητε τῶν σκύλων, ὅτι πόλεμος ἐξεναντίας ἡμῶν, |
| 18 | And Gorgias and his army are near us in the mountain: but stand ye now against our enemies, and overthrow them, and you shall take the spoils afterwards with safety. | καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν· ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχθρῶν ἡμῶν, καὶ πολεμήσατε αὐτοὺς, καὶ μετὰ ταῦτα λήψετε τὰ σκύλα μετὰ παῤῥησίας. |
| 19 | And as Judas was speaking these words, behold part of them appeared looking forth from the mountain. | Ἔτι λαλοῦντος Ἰούδα ταῦτα, ὤφθη μέρος τι ἐκκύπτον ἐκ τοῦ ὄρους. |
| 20 | And Gorgias saw that his men were put to flight, and that they had set fire to the camp: for the smoke that was seen declared what was done. | Καὶ εἶδεν ὅτι τετρόπωνται, καὶ ἐμπυρίζουσι τὴν παρεμβολὴν, ὁ γὰρ καπνὸς θεωρούμενος ἐνεφάνιζε τὸ γεγονός. |
| 21 | And when they had seen this, they were seized with great fear, seeing at the same time Judas and his army in the plain ready to fight. | Οἱ δὲ ταῦτα συνιδόντες ἐδειλώθησαν σφόδρα· συνιδόντες δὲ καὶ τὴν Ἰούδα παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν, |
| 22 | So they all fled away into the land of the strangers. | ἔφυγον πάντες εἰς γῆν ἀλλοφύλων. |
| 23 | And Judas returned to take the spoils of the camp, and they got much gold, and silver, and blue silk, and purple of the sea, and great riches. | Καὶ ἀνέστρεψεν Ἰούδας ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς· καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλοῦτον μέγαν. |
| 24 | And returning home they sung a hymn, and blessed God in heaven, because he is good, because his mercy endureth for ever. | Καὶ ἐπιστραφέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν τὸν Κύριον, ὅτι καλὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. |
| 25 | So Israel had a great deliverance that day. | Καὶ ἐγένετο σωτηρία μεγάλη τῷ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. |
| 26 | And such of the strangers as escaped, went and told Lysias all that had happened. | Ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν, παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα. |
| 27 | And when he heard these things, he was amazed and discouraged: because things had not succeeded in Israel according to his mind, and as the king had commanded. | Ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελε, τοιαῦτα γεγόνει τῷ Ἰσραὴλ, καὶ οὐχ οἷα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς, τοιαῦτα ἐξέβη. |
| 28 | So the year following Lysias gathered together threescore thousand chosen men, and five thousand horsemen, that he might subdue them. | Καὶ ἐν τῷ ἐχομένῳ ἐνιαυτῷ συνελόχησεν ὁ Λυσίας ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον, ὥστε ἐκπολεμῆσαι αὐτούς. |
| 29 | And they came into Judea, and pitched their tents in Bethoron, and Judas met them with ten thousand men. | Καὶ ἦλθον εἰς τὴν Ἰδουμαίαν, καὶ παρενέβαλον ἐν Βαιθσούροις, καὶ συνήντησεν αὐτοῖς Ἰούδας ἐν δέκα χιλιάσιν ἀνδρῶν. |
| 30 | And they saw that the army was strong, and he prayed, and said: Blessed art thou, O Saviour of Israel, who didst break the violence of the mighty by the hand of thy servant David, and didst deliver up the camp of the strangers into the hands of Jonathan the son of Saul and of his armourbearer. | Καὶ εἶδε τὴν παρεμβολὴν ἰσχυρὰν, καὶ προσηύξατο, καὶ εἶπεν, εὐλογητὸς εἶ, ὁ σωτὴρ τοῦ Ἰσραὴλ, ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυὶδ, καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ἰωνάθαν υἱοῦ Σαοὺλ, καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ. |
| 31 | Shut up this army in the hands of thy people Israel, and let them be confounded in their host and their horsemen. | Σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου Ἰσραὴλ, καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν. |
| 32 | Strike them with fear, and cause the boldness of their strength to languish, and let them quake at their own destruction. | Δὸς αὐτοῖς δειλίαν, καὶ τῆξον θράσος ἰσχύος αὐτῶν, καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν. |
| 33 | Cast them down with the sword of them that love thee: and let all that know thy name, praise thee with hymns. | Κατάβαλε αὐτοὺς ῥομφαίᾳ ἀγαπώντων σε, καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις. |
| 34 | And they joined battle: and there fell of the army of Lysias five thousand men. | Καὶ συνέβαλον ἀλλήλοις, καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας, καὶ ἔπεσον ἐξ ἐναντίας αὐτῶν. |
| 35 | And when Lysias saw that his men were put to flight, and how bold the Jews were, and that they were ready either to live, or to die manfully, he went to Antioch, and chose soldiers, that they might come again into Judea with greater numbers. | Ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν, τῆς αὐτοῦ συντάξεως, τῆς δὲ Ἰούδα τὸ γεγενημένον θάρσος, καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῇν ἢ τεθνάναι γενναίως, ἀπῇρεν εἰς Ἀντιόχειαν, καὶ ἐξενολόγει· καὶ πλεονάσας τὸν γενηθέντα στρατὸν, ἐλογίζετο πάλιν παραγενέσθαι εἰς τὴν Ἰουδαίαν. |
| 36 | Then Judas, and his brethren said: Behold our enemies are discomfited: let us go up now to cleanse the holy places and to repair them. | Εἶπε δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Ἰδοὺ συνετρίβησαν οἱ ἐχθροὶ ἡμῶν, ἀναβῶμεν καθαρίσαι τὰ ἅγια καὶ ἐγκαινίσαι. |
| 37 | And all the army assembled together, and they went up into mount Sion. | Καὶ συνήχθη ἡ παρεμβολὴ πᾶσα, καὶ ἀνέβησαν εἰς ὄρος Σιών. |
| 38 | And they saw the sanctuary desolate, and the altar profaned, and the gates burnt, and shrubs growing up in the courts as in a forest, or on the mountains, and the chambers joining to the temple thrown down. | Καὶ ἴδον τὸ ἁγίασμα ἠρημωμένον, καὶ τὸ θυσιαστήριον βεβηλωμένον, καὶ τὰς πύλας κατακεκαυμένας, καὶ ἐν ταῖς αὐλαῖς φυτὰ πεφυκότα ὡς ἐν δρυμῷ ἢ ὡς ἐν ἑνὶ τῶν ὀρέων, καὶ τὰ παστοφόρια καθῃρημένα. |
| 39 | And they rent their garments, and made great lamentation, and put ashes on their heads: | Καὶ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν, καὶ ἐκόψαντο κοπετὸν μέγαν, καὶ ἐπέθεντο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῶν. |
| 40 | And they fell face down to the ground on their faces, and they sounded with the trumpets of alarm, and they cried towards heaven. | Καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξι τῶν σημασιῶν, καὶ ἐβόησαν εἰς τὸν οὐρανόν. |
| 41 | Then Judas appointed men to fight against them that were in the castle, till they had cleansed the holy places. | Τότε ἐπέταξεν Ἰούδας ἄνδρας πολεμεῖν τοὺς ἐν τῇ ἄκρᾳ, ἕως ἂν καθαρίσῃ τὰ ἅγια. |
| 42 | And he chose priests without blemish, whose will was set upon the law of God: | Καὶ ἐπέλεξεν ἱερεῖς ἀμώμους, θελητὰς νόμου. |
| 43 | And they cleansed the holy places, and took away the stones that had been defiled into an unclean place. | Καὶ ἐκαθάρισαν τὰ ἅγια, καὶ ᾖραν τοὺς λίθους τοῦ μιασμοῦ εἰς τόπον ἀκάθαρτον. |
| 44 | And he considered about the altar of holocausts that had been profaned, what he should do with it. | Καὶ ἐβουλεύσαντο περὶ τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου, τί αὐτῷ ποιήσωσι. |
| 45 | And a good counsel came into their minds, to pull it down: lest it should be a reproach to them, because the Gentiles had defiled it; so they threw it down. | Καὶ ἐπέπεσεν αὐτοῖς βουλὴ ἀγαθὴ, καθελεῖν αὐτὸ, μήποτε γένηται αὐτοῖς εἰς ὄνειδος, ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό· καὶ καθεῖλον τὸ θυσιαστήριον, |
| 46 | And they laid up the stones in the mountain of the temple in a convenient place, till there should come a prophet, and give answer concerning them. | καὶ ἀπέθεντο τοὺς λίθους ἐν τῷ ὄρει τοῦ οἴκου, ἐν τόπῳ ἐπιτηδείῳ, μέχρι τοῦ παραγενηθῆναι προφήτην τοῦ ἀποκριθῆναι περὶ αὐτῶν. |
| 47 | Then they took whole stones according to the law, and built a new altar according to the former: | Καὶ ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον, καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον. |
| 48 | And they built up the holy places, and the things that were within the temple: and they sanctified the temple, and the courts. | Καὶ ᾠκοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς τοῦ οἴκου, καὶ τὰς αὐλὰς ἡγίασαν. |
| 49 | And they made new holy vessels, and brought in the candlestick, and the altar of incense, and the table into the temple. | Καὶ ἐποίησαν σκεύη ἅγια καινὰ, καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν. |
| 50 | And they put incense upon the altar, and lighted up the lamps that were upon the candlestick, and they gave light in the temple. | Καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας, καὶ ἐφαίνοσαν ἐν τῷ ναῷ. |
| 51 | And they set the loaves upon the table, and hung up the veils, and finished all the works that they had begun to make. | Καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους, καὶ ἐξεπέτασαν τὰ καταπετάσματα· καὶ ἐτέλεσαν πάντα τὰ ἔργα ἃ ἐποίησαν. |
| 52 | And they arose before the morning on the five and twentieth day of the ninth month (which is the month of Casleu) in the hundred and forty-eighth year. | Καὶ ὤρθρισαν τοπρωῒ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐννάτου· οὗτος ὁ μὴν Χασελεῦ τοῦ ὀγδόου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ ἔτους. |
| 53 | And they offered sacrifice according to the law upon the new altar of holocausts which they had made. | Καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων τὸ καινὸν ὃ ἐποίησαν. |
| 54 | According to the time, and according to the day wherein the heathens had defiled it, in the same was it dedicated anew with canticles, and harps, and lutes, and cymbals. | Κατὰ τὸν καιρὸν καὶ κατὰ τὴν ἡμέραν ἐν ᾗ ἐβεβήλωσαν αὐτὸ τὰ ἔθνη, ἐν ἐκείνῃ ἐνεκαινίσθη ἐν ᾠδαῖς καὶ κιθάραις καὶ κινύραις, καὶ ἐν κυμβάλοις. |
| 55 | And all the people fell upon their faces, and adored, and blessed up to heaven, him that had prospered them. | Καὶ ἔπεσον πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον, καὶ προσεκύνησαν, καὶ εὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτοῖς. |
| 56 | And they kept the dedication of the altar eight days, and they offered holocausts with joy, and sacrifices of salvation, and of praise. | Καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἡμέρας ὀκτὼ, καὶ προσήνεγκαν ὁλοκαυτώματα μετʼ εὐφροσύνης, καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως. |
| 57 | And they adorned the front of the temple with crowns of gold, and escutcheons, and they renewed the gates, and the chambers, and hanged doors upon them. | Καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωπον τοῦ ναοῦ στεφάνοις χρυσοῖς καὶ ἀσπιδίσκαις, καὶ ἐνεκαίνισν τὰς πύλας καὶ τὰ παστοφόρια, καὶ ἐθύρωσαν αὐτά. |
| 58 | And there was exceeding great joy among the people, and the reproach of the Gentiles was turned away. | Καὶ ἐγενήθη εὐφροσύνη μεγάλη ἐν τῷ λαῷ σφόδρα, καὶ ἀπεστράφη ὄνειδος ἐθνῶν. |
| 59 | And Judas, and his brethren, and all the church of Israel decreed, that the day of the dedication of the altar should be kept in its season from year to year for eight days, from the five and twentieth day of the month of Casleu, with joy and gladness. | Καὶ ἔστησεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ ἐκκλησία Ἰσραὴλ, ἵνα ἄγωνται αἱ ἡμέραι ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατʼ ἐνιαυτὸν ἡμέρας ὀκτὼ, ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελεῦ, μετʼ εὐφροσύνης καὶ χαρᾶς. |
| 60 | They built up also at that time mount Sion, with high walls, and strong towers round about, lest the Gentiles should at any time come, and tread it down as they did before. | Καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιὼν, κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυροὺς, μήποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτὰ, ὡς ἐποίησαν τοπρότερον. |
| 61 | And he placed a garrison there to keep it, and he fortified it to secure Bethsura, that the people might have a defence against Idumea. | Καὶ ἐπέταξεν ἐκεῖ δύναμιν τηρεῖν αὐτὸ, καὶ ὠχύρωσαν αὐτὸ τηρεῖν τὴν Βαιθσούραν, τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς Ἰδουμαίας. |
