Comparison
1 Maccabees 14
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | In the year one hundred and seventy-two, king Demetrius assembled has army, and went into Media to get him succours to fight against Tryphon. | Καὶ ἐν ἔτει δευτέρῳ καὶ ἑβδομηκοστῷ καὶ ἑκατοστῷ συνήγαγε Δημήτριος ὁ βασιλεὺς τὰς δυνάμεις αὐτοῦ· καὶ ἐπορεύθη εἰς Μήδειαν τοῦ ἐπισπάσασθαι βοήθειαν αὐτῷ, ὅπως πολεμήσῃ τὸν Τρύφωνα. |
| 2 | And Arsaces the king of Persia and Media heard that Demetrius was entered within his borders, and he sent one of his princes to take him alive, and bring him to him. | Καὶ ἤκουσεν Ἀρσάκης ὁ βασιλεὺς τῆς Περσίδος καὶ Μηδειας ὅτι ἦλθε Δημήτριος εἰς τὰ ὅρια αὐτοῦ, καὶ ἀπέστειλεν ἕνα τῶν ἀρχόντων αὐτοῦ συλλάβεῖν αὐτὸν ζῶντα. |
| 3 | And he went and defeated the army of Demetrius: and took him, and brought him to Arsaces, and he put him into custody. | Καὶ ἐπορεύθη καὶ ἐπάταξε τὴν παρεμβολὴν Δημητρίου, καὶ συνέλαβεν αὐτὸν, καὶ ἤγαγεν αὐτὸν πρὸς Ἀρσάκην, καὶ ἔθετο αὐτὸν ἐν φυλακῇ. |
| 4 | And all the land of Juda was at rest all the days of Simon, and he sought the good of his nation: and his power, and his glory pleased them well all his days. | Καὶ ἡσύχασεν ἡ γῆ Ἰούδα πάσας τὰς ἡμέρας Σίμωνος· καὶ ἐζήτησεν ἀγαθὰ τῷ ἔθνει αὐτοῦ, καὶ ἤρεσεν αὐτοῖς ἡ ἐξουσία αὐτοῦ καὶ ἡ δόξα αὐτοῦ πάσας τὰς ἡμέρας. |
| 5 | And with all his glory he took Joppe for a haven, and made an entrance to the isles of the sea. | Καὶ μετὰ πάσης τῆς δόξης αὐτοῦ ἔλαβε τὴν Ἰόππην εἰς λιμένα, καὶ ἐποιήσεν εἴσοδον ταῖς νήσοις τῆς θαλάσσης. |
| 6 | And he enlarged the bounds of his nation, and made himself master of the country. | Καὶ ἐπλάτυνε τὰ ὅρια τῷ ἔθνει αὐτοῦ, καὶ ἐκράτησε τῆς χώρας. |
| 7 | And he gathered together a great number of captives, and had the dominion of Gazara, and of Bethsura, and of the castle: and took away all uncleanness out of it and there was none that resisted him. | Καὶ συνήγαγεν αἰχμαλωσίαν πολλὴν, καὶ ἐκυρίευσε Γαζαρῶν καὶ Βαιθσούρων καὶ τῆς ἄκρας· καὶ ἐξῇρε τὰς ἀκαθαρσίας ἐξ αὐτῆς, καὶ οὐκ ἦν ὁ ἀντικείμενος αὐτῷ. |
| 8 | And every man tilled his land with peace: and the land of Juda yielded her increase, and the trees of the fields their fruit. | Καὶ ἦσαν γεωργοῦντες τὴν γῆν αὐτῶν μετʼ εἰρήνης, καὶ ἡ γῆ ἐδίδου τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων τὸν καρπὸν αὐτῶν. |
| 9 | The ancient men sat all in the streets, and treated together of the good things of the land, and the young men put on them glory, and the robes of war. | Πρεσβύτεροι ἐν ταῖς πλατείαις ἐκάθηντο, πάντες περὶ ἀγαθῶν ἐκοινολογοῦντο, καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου. |
| 10 | And he provided victuals for the cities, and he appointed that they should be furnished with ammunition, so that the fame of his glory was renowned even to the end of the earth. | Ταῖς πόλεσιν ἐχορήγησε βρώματα, καὶ ἔταξεν αὐτὰς ἐν σκεύεσιν ὀχυρώσεως, ἕως ὅτου ὠνομάσθη τὸ ὄνομα τῆς δόξης αὐτοῦ ἕως ἄκρου τῆς γῆς. |
| 11 | He made peace in the land, and Israel rejoiced with great joy. | Ἐποίησε τὴν εἰρήνην ἐπὶ τῆς γῆς, καὶ εὐφράνθη Ἰσραὴλ εὐφροσύνην μεγάλην. |
| 12 | And every man sat under his vine, and under his fig tree: and there was none to make them afraid. | Καὶ ἐκάθισεν ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ τὴν συκῆν αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν αὐτούς. |
| 13 | There was none left in the land to fight against them: kings were discomfited in those days. | Καὶ ἐξέλιπεν ὁ πολεμῶν αὐτοὺς ἐπὶ τῆς γῆς, καὶ οἱ βασιλεῖς συνετρίβησαν ἐν ταῖς ἡμέραις ἐκείναις. |
| 14 | And he strengthened all those of his people that were brought low, and he sought the law, and took away every unjust and wicked man. | Καὶ ἐστήρισε πάντας τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ· τὸν νόμον ἐξεζήτησε, καὶ ἐξῇρε πάντα ἄνομον καὶ πονηρόν. |
| 15 | He glorified the sanctuary, and multiplied the vessels of the holy places. | Τὰ ἅγια ἐδόξασε, καὶ ἐπλήθυνε τὰ σκεύη τῶν ἁγίων. |
| 16 | And it was heard at Rome, and as far as Sparta, that Jonathan was dead: and they were very sorry. | Καὶ ἠκούσθη ἐν Ῥώμῃ ὅτι ἀπέθανεν Ἰωνάθαν, καὶ ἕως Σπάρτης, καὶ ἐλυπήθησαν σφόδρα. |
| 17 | But when they heard that Simon his brother was made high priest in his place, and was possessed of all the country, and the cities therein: | Ὡς δὲ ἤκουσαν ὅτι Σίμων ὁ ἀδελφὸς αὐτοῦ γέγονεν ἀντʼ αὐτοῦ ἀρχιερεὺς, καὶ ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ. |
| 18 | They wrote to him in tables of brass, to renew the friendship and alliance which they had made with Judas, and with Jonathan his brethren. | Ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαῖς, τοῦ ἀνανεώσασθαι πρὸς αὐτὸν φιλίαν καὶ τὴν συμμαχίαν ἣν ἔστησαν πρὸς Ἰούδαν καὶ Ἰωνάθαν τοὺς ἀδελφοὺς αὐτοῦ. |
| 19 | And they were read before the assembly in Jerusalem. And this is the copy of the letters that the Spartans sent. | Καὶ ἀνεγνώσθησαν ἐνώπιον τῆς ἐκκλησίας ἐν Ἱερουσαλήμ. |
| 20 | The princes and the cities of the Spartans to Simon the high priest, and to the ancients, and the priests, and the rest of the people of the Jews their brethren, greeting. | Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλαν οἱ Σπαρτιάται· Σπαρτιατῶν ἄρχοντες καὶ ἡ πόλις Σίμωνι ἱερεῖ μεγάλῳ, καὶ τοῖς πρεσβυτέροις, καὶ τοῖς ἱερεῦσι, καὶ τῷ λοιπῷ δήμῳ τῶν Ἰουδαίων ἀδελφοῖς χαίρειν. |
| 21 | The ambassadors that were sent to our people, have told us of your glory, and honour, and joy: and we rejoice at their coming. | Οἱ πρεσβεύται οἱ ἀποσταλέντες πρὸς τὸν δῆμον ἡμῶν ἀπήγγειλαν ἡμῖν περὶ τῆς δόξης ὑμῶν καὶ τιμῆς, καὶ εὐφράνθημεν ἐπὶ τῆ ἐφόδῳ αὐτῶν. |
| 22 | And we registered what was said by them in the councils of the people in this manner: Numenius the son of Antiochus, and Antipater the son of Jason, ambassadors of the Jews, came to us to renew the former friendship with us. | Καὶ ἀνεγράψαμεν τὰ ὑπʼ αὐτῶν εἰρημένα ἐν ταῖς βουλαῖς τοῦ δήμου οὕτως, Νουμήνιος Ἀντιόχου καὶ Ἀντίπατρος Ἰάσωνος πρεσβευταὶ Ἰουδαίων ἤλθοσαν πρὸς ἡμᾶς ἀνανεούμενοι τὴν πρὸς ἡμᾶς φιλίαν. |
| 23 | And it pleased the people to receive the men honourably, and to put a copy of their words in the public records, to be a memorial to the people of the Spartans. And we have written a copy of them to Simon the high priest. | Καὶ ἤρεσε τῷ δήμῳ ἐπιδέξασθαι τοὺς ἄνδρας ἐνδόξως, καὶ τοῦ θέσθαι τὸ ἀντίγραφον τῶν λόγων αὐτῶν ἐν τοῖς ἀποδεδειγμένοις τοῦ δήμου βιβλίοις, τοῦ ἔχειν μνημόσυνον τὸν δῆμον τῶν Σπαρτιατῶν· τὸ δὲ ἀντίγραφον τούτων ἐγράψαμεν Σίμωνι τῷ ἀρχιερεῖ. |
| 24 | And after this Simon sent Numenius to Rome, with a great shield of gold the weight of a thousand pounds, to confirm the league with them. And when the people of Rome had heard | Μετὰ ταῦτα ἀπέστειλε Σίμων τὸν Νουμήνιον εἰς Ῥώμην ἔχοντα ἀσπίδα χρυσῆν μεγάλην ὁλκῆς μνῶν χιλιων, εἰς τὸ στῆσαι πρὸς αὐτοὺς τὴν συμμαχίαν. |
| 25 | These words, they said: What thanks shall we give to Simon, and his sons? | Ὡς δὲ ἤκουσεν ὁ δῆμος τῶν λόγων τούτων, εἶπον, τίνα χάριν ἀποδώσομεν Σίμωνι καὶ τοῖς υἱοῖς αὐτοῦ; |
| 26 | For he hath restored his brethren, and hath driven away in fight the enemies of Israel from them: and they decreed him liberty, and registered it in tables of brass, and set it upon pillars in mount Sion. | Ἐστήρισε γὰρ αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ, καὶ ἐπολέμησαν τοὺς ἐχθροὺς Ἰσραὴλ ἀπʼ αὐτῶν, καὶ ἔστησαν αὐτῷ ἐλευθερίαν. |
| 27 | And this is a copy of the writing: The eighteenth day of the month Elul, in the year one hundred and seventy-two, being the third year under Simon the high priest at Asaramel, | Καὶ κατέγραψαν ἐν δέλτοις χαλκαῖς, καὶ ἔθεντο ἐν στήλαις ἐν ὄρει Σιών· καὶ τοῦτο τὸ ἀντίγραφον τῆς γραφῆς· ὀκτωκαιδεκάτῃ Ἐλούλ, ἔτους δευτέρου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ· καὶ τοῦτο τρίτον ἔτος ἐπὶ Σίμωνος ἀρχιερέως· |
| 28 | In a great assembly of the priests, and of the people, and the princes of the nation, and the ancients of the country, these things were notified: Forasmuch as there have often been wars in our country, | ἐν Σαραμὲλ, ἐπὶ συναγωγῆς μεγάλης ἱερέων, καὶ λαοῦ, καὶ ἀρχόντων ἔθνους, καὶ τῶν πρεσβυτέρων τῆς χώρας ἐγνώρισεν ἡμῖν. |
| 29 | And Simon the son of Mathathias of the children of Jarib, and his brethren have put themselves in danger, and have resisted the enemies of their nation, for the maintenance of their holy places, and the law: and have raised their nation to great glory. | Ἐπεὶ πολλάκις ἐγενήθησαν πόλεμοι ἐν τῇ χώρᾳ· Σίμων δὲ ὁ υἱὸς Ματταθίου ὁ υἱὸς τῶν υἱῶν Ἰαρὶβ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔδωκαν ἑαυτοὺς τῷ κινδύνῳ, καὶ ἀντέστησαν τοῖς ὑπεναντίοις τοῦ ἔθνους αὐτῶν, ὅπως σταθῇ τὰ ἅγια αὐτῶν καὶ ὁ νόμος, καὶ δόξῃ μεγάλῃ ἐδόξασαν τὸ ἔθνος αὐτῶν· |
| 30 | And Jonathan gathered together his nation, and was made their high priest, and he was laid to his people. | Καὶ ἤθροισεν Ἰωνάθαν τὸ ἔθνος αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς ἀρχιερεὺς, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. |
| 31 | And their enemies desired to tread down and destroy their country, and to stretch forth their hands against their holy places. | Καὶ ἐβουλήθησαν οἱ ἐχθροὶ αὐτῶν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτῶν, τοῦ ἐκτρίψαι τὴν χώραν αὐτῶν, καὶ ἐκτεῖναι χεῖρας ἐπὶ τὰ ἅγια αὐτῶν· |
| 32 | Then Simon resisted and fought for his nation, and laid out much of his money, and armed the valiant men of his nation, and gave them wages: | τότε ἀνέστη Σίμων, καὶ ἐπολέμησε περὶ τοῦ ἔθνους αὐτοῦ, καὶ ἐδαπάνησε χρήματα πολλὰ τῶν ἑαυτοῦ, καὶ ὡπλοδότησε τοὺς ἄνδρας τῆς δυνάμεως τοῦ ἔθνους αὐτοῦ, καὶ ἔδωκεν αὐτοῖς ὀψώνια, |
| 33 | And he fortified the cities of Judea, and Bethsura that lieth in the borders of Judea, where the armour of the enemies was before: and he placed there a garrison of Jews. | καὶ ὠχύρωσε τὰς πόλεις τῆς Ἰουδαίας, καὶ τὴν Βαιθσούραν τὴν ἐπὶ τῶν ὁρίων τῆς Ἰουδαίας, οὗ ἦν τὰ ὅπλα τῶν πολεμίων τοπρότερον, καὶ ἔθετο ἐκεῖ φρουρὰν ἄνδρας Ἰουδαίους. |
| 34 | And he fortified Joppe which lieth by the sea: and Gazara, which bordereth upon Azotus, wherein the enemies dwelt before, and he placed Jews here: and furnished them with all things convenient for their reparation. | Καὶ Ἰόππην ὠχύρωσε τὴν ἐπὶ τῆς θαλάσσης, καὶ τὴν Γάζαρα τὴν ἐπὶ τῶν ὁρίων Ἀζώτου, ἐν ᾗ ᾤκουν οἱ πολέμιοι τοπρότερον ἐκεῖ, καὶ κατῴκισεν ἐκεῖ Ἰουδαίους, καὶ ὅσα ἐπιτήδεια ἦν πρὸς τὴν τούτων ἐπανόρθωσιν ἔθετο ἐν αὐτοῖς. |
| 35 | And the people seeing the acts of Simon, and to what glory he meant to bring his nation, made him their prince, and high priest, because he had done all these things, and for the justice, and faith, which he kept to his nation, and for that he sought by all means to advance his people. | Καὶ εἶδεν ὁ λαὸς τὴς πρᾶξιν τοῦ Σίμωνος, καὶ τὴν δόξαν ἣν ἐβουλεύσατο ποιῆσαι τῷ ἔθνει αὐτοῦ, καὶ ἔθεντο αὐτὸν ἡγοὺμενον αὐτῶν καὶ ἀρχιερέα, διὰ τὸ αὐτὸν πεποιηκέναι πάντα ταῦτα, καὶ τὴν δικαιοσύνην, καὶ τὴν πίστιν ἣν συνετήρησε τῷ ἔθνει αὐτοῦ, καὶ ἐζήτησε παντὶ τρόπῳ ὑψῶσαι τὸν λαὸν αὐτοῦ. |
| 36 | And in his days things prospered in his hands, so that the heathens were taken away out of their country, and they also that were in the city of David in Jerusalem in the castle, out of which they issued forth, and profaned all places round about the sanctuary, and did much evil to its purity. | Καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ εὐωδώθη ἐν ταῖς χερσὶν αὐτοῦ, τοῦ ἐξαρθῆναι τὰ ἔθνη ἐκ τῆς χώρας αὐτῶν, καὶ τοὺς ἐν τῇ πόλει Δαυὶδ τοὺς ἐν Ἱερουσαλὴμ, οἳ ἐποίησαν ἑαυτοῖς ἄκραν, ἐξ ἧς ἐξεπορεύοντο καὶ ἐμίαινον κύκλῳ τῶν ἁγίων, καὶ ἐποίουν πληγὴν μεγάλην ἐν τῇ ἁγνείᾳ. |
| 37 | And he placed therein Jews for the defence of the country, and of the city, and he raised up the walls of Jerusalem. | Καὶ κατῴκισεν ἐν αὐτῇ ἄνδρας Ἰουδαίους, καὶ ὠχύρωσεν αὐτὴν πρὸς ἀσφάλειαν τῆς χώρας καὶ τῆς πόλεως, καὶ ὕψωσε τὰ τείχη Ἱερουσαλήμ. |
| 38 | And king Demetrius confirmed him in the high priesthood. | Καὶ ὁ βασιλεὺς Δημήτριος ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην κατὰ ταῦτα, |
| 39 | According to these things he made him his friend, and glorified him with great glory. | καὶ ἐποίησεν αὐτὸν τῶν φίλων αὐτοῦ, καὶ ἐδόξασεν αὐτὸν δόξῃ μεγάλῃ. |
| 40 | For he had heard that the Romans had called the Jews their friends, and confederates, and brethren, and that they had received Simon’s ambassadors with honour: | Ἤκουσε γὰρ ὅτι προσηγόρευνται οἱ Ἰουδαῖοι ὑπὸ Ῥωμαίων φίλοι καὶ σύμμαχοι καὶ ἀδελφοὶ, καὶ ὅτι ἀπήντησαν τοῖς πρεσβευταῖς Σίμωνος ἐνδόξως· |
| 41 | And that the Jews, and their priests, had consented that he should be their prince, and high priest for ever, till there should arise a faithful prophet: | καὶ ὅτι εὐδόκησαν οἱ Ἰουδαῖοι, καὶ οἱ ἱερεῖς, τοῦ εἶναι Σίμωνα ἡγουμένον καὶ ἀρχιερέα εἰς τὸν αἰῶνα, ἕως τοῦ ἀναστῆναι προφήτην πιστόν· |
| 42 | And that he should be chief over them, and that he should have the charge of the sanctuary, and that he should appoint rulers over their works, and over the country, and over the armour, and over the strong holds. | καὶ τοῦ εἶναι ἐπʼ αὐτῶν στρατηγόν, καὶ ὅπως μέλοι αὐτῷ περὶ τῶν ἁγίων καθιστάναι αὐτοὺς ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ τῆς χώρας, καὶ ἐπὶ τῶν ὅπλων, καὶ ἐπὶ τῶν ὀχυρωμάτων· |
| 43 | And that he should have care of the holy places: and that he should be obeyed by all, and that all the writings in the country should be made in his name: and that he should be clothed with purple, and gold: | καὶ ὅπως μέλοι αὐτῷ περὶ τῶν ἁγίων, καὶ ὅπως ἀκούηται ὑπὸ πάντων, καὶ ὅπως γράφωνται ἐπὶ τῷ ὀνόματι αὐτοῦ πᾶσαι συγγραφαὶ ἐν τῇ χώρᾳ, καὶ ὅπως περιβάληται πορφύραν, καὶ χρυσοφορῇ. |
| 44 | And that it should not be lawful for any of the people, or of the priests, to disannul any of these things, or to gainsay his words, or to call together an assembly in the country without him: or to be clothed with purple, or to wear a buckle of gold: | Καὶ οὐκ ἐξέσται οὐδενὶ τοῦ λαοῦ καἰ τῶν ἱερέων ἀθετῆσαί τι τούτων, καὶ ἀντειπεῖν τοῖς ὑπʼ αὐτοῦ ῥηθησομένοις, καὶ ἐπισυστρέψαι συστροφὴν ἐν τῇ χώρᾳ ἄνευ αὐτοῦ, καὶ περιβάλλεσθαι πορφύραν, καὶ ἐμπορποῦσθαι πόρπην χρυσῆν· |
| 45 | And whosoever shall do otherwise, or shall make void any of these things shall be punished. | Ὃς δʼ ἂν παρὰ ταῦτα ποιήσῃ ἢ ἀθετήσῃ τι τούτων, ἔνοχος ἔσται. |
| 46 | And it pleased all the people to establish Simon, and to do according to these words. | Καὶ εὐδόκησε πᾶς ὁ λαὸς θέσθαι Σίμωνι, καὶ ποιῆσαι κατὰ τοὺς λόγους τούτους. |
| 47 | And Simon accepted thereof, and was well pleased to execute the office of the high priesthood, and to be captain, and prince of the nation of the Jews, and of the priests, and to be chief over all. | Καὶ ἐπεδέξατο Σίμων, καὶ εὐδόκησεν ἀρχιερατεύειν, καὶ εἶναι στρατηγὸς καὶ ἐθνάρχης τῶν Ἰουδαίων, καὶ ἱερέων, καὶ τοῦ προστατῆσαι πάντων. |
| 48 | And they commanded that this writing should be put in tables of brass, and that they should be set up within the compass of the sanctuary, in a conspicuous place: | Καὶ τὴν γραφὴν ταύτην εἶπον θέσθαι ἐν δέλτοις χαλκαῖς, καὶ στῆσαι αὐτὰς ἐν περιβόλῳ τῶν ἁγίων ἐν τόπῳ ἐπισήμῳ, |
| 49 | And that a copy thereof should be put in the treasury, that Simon and his sons may have it. | τὰ δὲ ἀντίγραφα αὐτῶν θέσθαι ἐν τῷ γαζοφυλακίῳ, ὅπως ἕχῃ Σίμων, καὶ οἱ υἱοὶ αὐτοῦ. |
