Comparison
1 Maccabees 13
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Now Simon heard that Tryphon was gathering together a very great army, to invade the land of Juda, and to destroy it. | Καὶ ἤκουσε Σίμων ὅτι συνήγαγε Τρύφων δύναμιν πολλὴν τοῦ ἐλθεῖν εἰς γῆν Ἰούδα, καὶ ἐκ ρίψαι αὐτήν. |
| 2 | And seeing that the people was in dread, and in fear, he went up to Jerusalem, and assembled the people: | Καὶ εἶδε τὸν λαὸν ὅτι ἐστὶν ἔντρομος, καὶ ἔμφοβος, καὶ ἀνέβη εἰς Ἱερουσαλὴμ, καὶ ἤθροισε τὸν λαόν. |
| 3 | And exhorted them, saying: You know what great battles I and my brethren, and the house of my father, have fought for the laws, and the sanctuary, and the distresses that we have seen: | Καὶ παρεκάλεσεν αὐτοὺς, καὶ εἶπεν αὐτοῖς, αὐτοὶ οἴδατε ὅσα ἐγὼ, καὶ οἱ ἀδελφοί μου, ὁ καὶ οἶκος τοῦ πατρός μου, ἐποιήσαμεν περὶ τῶν νόμων, καὶ τῶν ἁγίων, καὶ τοὺς πολέμους, καὶ τὰς στενοχωρίας ἃς εἴδομεν. |
| 4 | By reason whereof all my brethren have lost their lives for Israel’s sake, and I am left alone. | Τούτου χάριν ἀπώλοντο οἱ ἀδελφοί μου πάντες χάριν τοῦ Ἰσραὴλ, καὶ κατελείφθην ἐγὼ μόνος. |
| 5 | And now far be it from me to spare my life in any time of trouble: for I am not better than my brethren. | Καὶ νῦν μή μοι γένοιτο φείσασθαί μου τῆς ψυχῆς ἐν παντὶ καιρῷ θλίψεως, οὐ γάρ εἰμι κρείσσων τῶν ἀδελφῶν μου. |
| 6 | I will avenge then my nation and the sanctuary, and our children, and wives: for all the heathens are gathered together to destroy us out of mere malice. | Πλὴν ἐκδικήσω περὶ τοῦ ἔθνους μου, καὶ περὶ τῶν ἁγίων, καὶ περὶ τῶν γυναικῶν καὶ τῶν τέκνων ἡμῶν, ὅτι συνήχθησαν πάντα τὰ ἔθνη ἐκτρίψαι ἡμᾶς ἔχθρας χάριν. |
| 7 | And the spirit of the people was enkindled as soon as they heard these words. | Καὶ ἀνεζωοπύρησε τὸ πνεῦμα τοῦ λαοῦ ἅμα τῷ ἀκοῦσαι τῶν λόγων τούτων, |
| 8 | And they answered with a loud voice, saying: Thou art our leader in the place of Judas, and Jonathan thy brother. | καὶ ἀπεκρίθησαν φωνῇ μεγάλῃ, λέγοντες, σὺ εἶ ἡμῶν ἡγούμενος ἀντὶ Ἰούδα, καὶ Ἰωνάθαν τοῦ ἀδελφοῦ σου. |
| 9 | Fight thou our battles, and we will do whatsoever thou shalt say to us. | Πολέμησον τὸν πόλεμον ἡμῶν, καὶ πάντα ὅσα ἂν εἴπῃς ἡμῖν, ποιήσομεν. |
| 10 | So gathering together all the men of war, he made haste to finish all the walls of Jerusalem, and he fortified it round about. | Καὶ συνήγαγε πάντας τοὺς ἄνδρας τοὺς πολεμιστὰς, καὶ ἐτάχυνε τοῦ τελέσαι τὰ τείχη Ἱερουσαλήμ, καὶ ὠχύρωσεν αὐτὴν κυκλόθεν. |
| 11 | And he sent Jonathan the son of Absalom, and with him a new army into Joppe, and he cast out them that were in it, and himself remained there. | Καὶ ἀπέστειλεν Ἰωνάθαν τὸν τοῦ Ἀβεσσαλώμου καὶ μετʼ αὐτοῦ δύναμιν ἱκανὴν εἰς Ἰόππην, καὶ ἐξέβαλε τοὺς ὄντας ἐν αὐτῇ, καὶ ἔμεινεν ἐκεῖ ἐν αὐτῇ. |
| 12 | And Tryphon removed from Ptolemais with a great army, to invade the land of Juda, and Jonathan was with him in custody. | Καὶ ἀπῇρε Τρύφων ἀπὸ Πτολεμαΐδος μετὰ δυνάμεως πολλῆς εἰσελθεῖν εἰς γῆν Ἰούδα, καὶ Ἰωνάθαν μετʼ αὐτοῦ ἐν φυλακῇ. |
| 13 | But Simon pitched in Addus, over against the plain. | Σίμων δὲ παρενέβαλεν ἐν Ἀδιδὰ κατὰ πρόσωπον τοῦ πεδίου. |
| 14 | And when Tryphon understood that Simon was risen up in the place of his brother Jonathan, and that he meant to join battle with him, he sent messengers to him, | Καὶ ἐπέγνω Τρύφων ὅτι ἀνέστη Σίμων ἀντὶ Ἰωνάθου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ὅτι συνάπτειν αὐτῷ μέλλει πόλεμον, καὶ ἀπέστειλε πρὸς αὐτὸν πρέσβεις, λέγων, |
| 15 | Saying: We have detained thy brother Jonathan for the money that he owed in the king’s account, by reason of the affairs which he had the management of. | περὶ ἀργυρίου οὗ ὤφειλεν Ἰωνάθαν ὁ ἀδελφός σου εἰς τὸ βασιλικὸν διʼ ἃς εἶχε χρείας συνέχομεν αὐτόν. |
| 16 | But now send a hundred talents of silver, and his two sons for hostages, that when he is set at liberty he may not revolt from us, and we will release him. | Καὶ νῦν ἀπόστειλον ἀργυρίου τάλαντα ἑκατὸν, καὶ δύο τῶν υἱῶν αὐτοῦ ὅμηρα, ὅπως μὴ ἀφεθεὶς ἀποστατήσῃ ἀφʼ ἡμῶν, καὶ ἀφήσομεν αὐτόν. |
| 17 | Now Simon knew that he spoke deceitfully to him, nevertheless he ordered the money, and the children to be sent: lest he should bring upon himself a great hatred of the people of Israel, who might have said: | Καὶ ἔγνω Σίμων ὅτι δόλῳ λαλοῦσι πρὸς αὐτὸν, καὶ πέμπει τὸ ἀργύριον, καὶ τὰ παιδάρια, μήποτε ἔχθραν ἄρῃ μεγάλην πρός τὸν λαόν, |
| 18 | Because he sent not the money, and the children, therefore is he lost. | λέγων, ὅτι οὐκ ἀπέστειλα αὐτῷ τὸ ἀργύριον καὶ τὰ παιδάρια, καὶ ἀπώλετο. |
| 19 | So he sent the children, and the hundred talents: and he lied, and did not let Jonathan go. | Καὶ ἀπέστειλε τὰ παιδάρια, καὶ τὰ ἑκατὸν τάλαντα· καὶ διεψεύσατο, καὶ οὐκ ἀφῆκε τὸν Ἰωνάθαν. |
| 20 | And after this Tryphon entered within the country, to destroy it: and they went about by the way that leadeth to Ador: and Simon and his army marched to every place whithersoever they went. | Καὶ μετὰ ταῦτα ἦλθε Τρύφων τοῦ ἐμβατεῦσααι εἰς τὴν χώραν, καὶ ἐκτρίψαι αὐτὴν, καὶ ἐκύκλωσεν ὁδὸν τὴν εἰς Ἄδωρα· καὶ Σίμων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἀντιπαρῆγεν αὐτῷ εἰς πάντα τόπον οὗ ἂν ἐπορεύετο. |
| 21 | And they that were in the castle, sent messengers to Tryphon, that he should make haste to come through the desert, and sent them victuals. | Οἱ δὲ ἐκ τῆς ἄκρας ἀπέστελλον πρὸς Τρύφωνα πρεσβευτὰς κατασπεύδοντας αὐτὸν τοῦ ἐλθεῖν προὺς αὐτὸν διὰ τῆς ἐρήμου, καὶ· ἀποστεῖλαι αὐτοῖς τροφάς. |
| 22 | And Tryphon made ready all his horsemen to come that night: but there fell a very great snow, and he came not into the country of Galaad. | Καὶ ἡτοίμασε Τρύφων πᾶσαν τὴν ἵππον αὐτοῦ ἐλθεῖν ἐν τῇ νυκτὶ ἐκείνῃ· καὶ ἦν χιὼν πολλὴ σφόδρα, καὶ οὐκ ἦλθε διὰ τὴν χιόνα, καὶ ἀπῇρε, καὶ ἦλθεν εἰς τὴν Γαλααδίτιν. |
| 23 | And when he approached to Bascama, he slew Jonathan and his sons there. | Ὡς δὲ ἤγγισε τῇ Βασκαμᾷ, ἀπέκτεινε τὸν Ἰωνάθαν, καὶ ἐτάφη ἐκεῖ. |
| 24 | And Tryphon returned, and went into his own country. | Καὶ ἐπέστρεψε Τρύφων, καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. |
| 25 | And Simon sent, and took the bones of Jonathan his brother, and buried them in Modin, in the city of his fathers. | Καὶ ἀπέστειλε Σίμων, καὶ ἔλαβε τὰ ὀστᾶ Ἰωνάθαν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἔθαψεν αὐτὰ ἐν Μωδεῒν πόλει τῶν πατέρων αὐτοῦ. |
| 26 | And all Israel bewailed him with great lamentation: and they mourned for him many days. | Καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ κοπετὸν μέγαν, καὶ ἐπένθησαν αὐτὸν ἡμέρας πολλάς. |
| 27 | And Simon built over the sepulchre of his father and of his brethren, a building lofty to the sight, of polished stone behind and before: | Καὶ ᾠκοδόμησε Σίμων ἐπὶ τὸν τάφον τοῦ πατρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ὕψωσεν αὐτὸν τῇ ὁράσει λίθῳ ξεστῷ ἐκ τῶν ὄπισθεν καὶ ἐκ τῶν ἔμπροσθεν. |
| 28 | And he set up seven pyramids one against another for his father and his mother, and his four brethren: | Καὶ ἔστησεν ἐπʼ αὐτὰ ἑπτὰ πυραμίδας, μίαν κατέναντι τῆς μιᾶς, τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ τῇ μητρὶ καὶ τοῖς τέσσαρσιν ἀδελφοῖς. |
| 29 | And round about these he set great pillars: and upon the pillars arms for a perpetual memory: and by the arms ships carved, which might be seen by all that sailed on the sea. | Καὶ ταύταις ἐποίησε μηχανήματα, περιθεὶς στύλους μεγάλους, καὶ ἐποίησεν ἐπὶ τοῖς στύλοις πανοπλίας εἰς ὄνομα αἰώνιον, καὶ παρὰ ταῖς πανοπλίαις πλοῖα ἐπιγεγλυμμένα, εἰς τὸ θεωρεῖσθαι ὑπὸ πάντων τῶν πλεόντων τὴν θάλασσαν. |
| 30 | This is the sepulchre that he made in Modin even unto this day. | Οὗτος ὁ τάφος ὃν ἐποίησεν ἐν Μωδεῒν, ἕως τῆς ἡμέρας ταύτης. |
| 31 | But Tryphon when he was upon a journey with the young king Antiochus, treacherously slew him. | Ὁ δὲ Τρύφων ἐπορεύετο δόλῳ μετὰ Ἀντιόχου τοῦ βασιλέως τοῦ νεωτέρου, καὶ ἀπέκτεινεν αὐτὸν, |
| 32 | And he reigned in his place, and put on the crown of Asia: and brought great evils upon the land. | καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ, καὶ περιέθετο διάδημα τῆς Ἀσίας, καὶ ἐποίησε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς. |
| 33 | And Simon built up the strong holds of Judea, fortifying them with high towers, and great walls, and gates, and bars: and he stored up victuals in the fortresses. | Καὶ ᾠκοδόμησε Σίμων τὰ ὀχυρώματα τῆς Ἰουδαίας, καὶ περιετείχισε πύργοις ὑψηλοῖς, καὶ τείχεσι μεγάλοις, καὶ πύλαις, καὶ μοχλοῖς, καὶ ἔθετο βρώματα ἐν τοῖς ὀχυρώμασι. |
| 34 | And Simon chose men and sent to king Demetrius, to the end that he should grant an immunity to the land: for all that Tryphon did was to spoil. | Καὶ ἐπέλεξε Σίμων ἄνδρας, καὶ ἀπέστειλε πρὸς Δημήτριον τὸν βασιλέα τοῦ ποιῆσαι ἄφεσιν τῇ χώρᾳ, ὅτι πᾶσαι αἱ πράξεις Τρύφωνος ἦσαν ἁρπαγαί. |
| 35 | And king Demetrius in answer to this request, wrote a letter in this manner: | Καὶ ἀπέστειλεν αὐτῷ Δημήτριος ὁ βασιλεὺς κατὰ τοὺς λόγους τούτους· καὶ ἀπεκρίθη αὐτῷ, καὶ ἔγραψεν αὐτῷ ἐπιστολὴν τοιαύτην· |
| 36 | King Demetrius to Simon the high priest, and friend of kings, and to the ancients, and to the nation of the Jews, greeting. | Βασιλεὺς Δημήτριος Σίμονι ἀρχιερεῖ καὶ φίλῳ βασιλέων, καὶ πρεσβυτέροις, καὶ ἔθνει Ἰουδαίων χαίρειν. |
| 37 | The golden crown, and the palm, which you sent, we have received: and we are ready to make a firm peace with you, and to write to the king’s chief officers to release you the things that we have released. | Τὸν στέφανον τὸν χρυσοῦν, καὶ τὴν βαΐνην ἣν ἀπεστείλατε, κεκομίσμεθα, καὶ ἕτοιμοί ἐσμεν τοῦ ποιεῖν ὑμῖν εἰρήνην μεγάλην, καὶ γράφειν τοῖς ἐπὶ τῶν χρειῶν τοῦ ἀφιέναι ὑμῖν ἀφέματα. |
| 38 | For all that we have decreed in your favour, shall stand in force. The strong holds that you have built, shall be your own. | Καὶ ὅσα ἑστήκαμεν πρὸς ὑμᾶς ἔστηκε, καὶ τὰ ὀχυρώματα ἃ ᾠκοδομήκατε ὑπαρχέτω ὑμῖν. |
| 39 | And as for any oversight or fault committed unto this day, we forgive it, and the crown which you owed: and if any other thing were taxed in Jerusalem, now let it not be taxed. | Ἀφίεμεν δὲ ἀγνοήματα καὶ τὰ ἁμαρτήματα ἕως τῆς σήμερον ἡμέρας, καὶ τὸν στέφανον ὃν ὠφείλετε, καὶ εἴ τι ἄλλο ἐτελωνεῖτο ἐν Ἱερουσαλήμ, μηκέτι τελωνείσθω. |
| 40 | And if any of you be fit to be enrolled among ours, let them be enrolled, and let there be peace between us. | Καὶ εἴ τινες ἐπιτήδειοι ὑμῶν γραφῆναι εἰς τοὺς περὶ ἡμᾶς, ἐγγραφέσθωσαν, καὶ γινέσθω ἀναμέσον ἡμῶν εἰρήνη. |
| 41 | In the year one hundred and seventy the yoke of the Gentiles was taken off from Israel. | Ἔτους ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ᾔρθη ὁ ζυγὸς τῶν ἐθνῶν ἀπὸ τοῦ Ἰσραήλ. |
| 42 | And the people of Israel began to write in the instruments, and public records, The first year under Simon the high priest, the great captain and prince of the Jews. | Καὶ ἤρξατο ὁ λαὸς Ἰσραὴλ γράφειν ἐν ταῖς συγγραφαῖς καὶ συναλλάγμασιν, ἔτους πρώτου ἐπὶ Σίμωνος ἀρχιερέως μεγάλου καὶ στρατηγοῦ καὶ ἡγουμένου Ἰουδαίων. |
| 43 | In those days Simon besieged Gaza, and camped round about it, and he made engines, and set them to the city, and he struck one tower, and took it. | Ἐν ταῖς ἡμέραις ἐκείναις παρενέβαλε Σίμων ἐπὶ Γάζαν, καὶ ἐκύκλωσεν αὐτὴν παρεμβολαῖς, καὶ ἐποίησεν ἑλεπόλεις καὶ προσήγαγε τῇ πόλει, καὶ ἐπάταξε πύργον ἕνα καὶ κατελάβετο. |
| 44 | And they that were within the engine leaped into the city: and there was a great uproar in the city. | Καὶ ἐξήλλοντο οἱ ἐν τῇ ἑλεπόλει εἰς τὴν πόλιν, καὶ ἐγένετο κίνημα μέγα ἐν τῇ πόλει. |
| 45 | And they that were in the city went up with their wives and children upon the wall, with their garments rent, and they cried with a loud voice, beseeching Simon to grant them peace. | Καὶ ἀνέβησαν οἱ ἐν τῇ πόλει σὺν ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις ἐπὶ τὸ τεῖχος διεῤῥηχότες τὰ ἱμάτια αὐτῶν, καὶ ἐβόησαν φωνῇ μεγάλῃ ἀξιοῦντες Σίμωνα δεξιὰς αὐτοῖς δοῦναι, |
| 46 | And they said: Deal not with us according to our evil deeds, but according to thy mercy. | καὶ εἶπον, μὴ ἡμῖν χρήσῃ κατὰ τὰς πονηρίας ἡμῶν, ἀλλὰ κατὰ τὸ ἔλεός σου. |
| 47 | And Simon being moved, did not destroy them: but yet he cast them out of the city, and cleansed the houses wherein there had been idols, and then he entered into it with hymns, blessing the Lord. | Καὶ συνελύθη Σίμων αὐτοῖς, καὶ οὐκ ἐπολέμησεν αὐτούς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τῆς πόλεως, καὶ ἐκαθάρισε τὰς οἰκίας ἐν αἷς ἦν τὰ εἴδωλα, καὶ οὕτως εἰσῆλθεν εἰς αὐτὴς ὑμνῶν καὶ εὐλογῶν. |
| 48 | And having cast out of it all uncleanness, he placed in it men that should observe the law: and he fortified it, and made it his habitation. | Καὶ ἐξέβαλεν ἐξ αὐτῆς πᾶσαν ἀκαθαρσίαν, καὶ κατῴκισεν ἐκεῖ ἄνδρας οἵτινες τὸν νόμον ποιοῦσι, καὶ προσωχύρωσεν αὐτὴν, καὶ ᾠκοδόμησεν ἑαυτῷ ἑν αὐτῇ οἴκησιν. |
| 49 | But they that were in the castle of Jerusalem were hindered from going out and coming into the country, and from buying and selling: and they were straitened with hunger, and many of them perished through famine. | Οἱ δὲ ἐκ τῆς ἄκρας ἐν Ἱερουσαλὴμ ἐκωλύοντο ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὴν χώραν, καὶ ἀγοράζειν καὶ πωλεῖν, καὶ ἐπείνασαν σφόδρα, καὶ ἀπώλοντο ἐξ αὐτῶν ἱκανοὶ τῇ λιμῷ. |
| 50 | And they cried to Simon form peace, and he granted it to them: and he cast them out from thence, and cleansed the castle from uncleannesses. | Καὶ ἐβόησαν πρὸς Σίμωνα δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς, καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν, καὶ ἐκαθάρισε τὴν ἄκραν ἀπὸ τῶν μιασμάτων. |
| 51 | And they entered into it the three and twentieth day of the second month, in the year one hundred and seventy-one, with thanksgiving, and branches of palm trees, and harps, and cymbals, and psalteries, and hymns, and canticles, because the great enemy was destroyed out of Israel. | Καὶ εἰσῆλθεν εἰς αὐτὴν τῇ τρίτῃ καὶ εἰκάδι τοῦ δευτέρου μηνὸς ἔτους ἑνὸς καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ μετὰ αἰνέσεως καὶ βαΐων, καὶ ἐν κινύραις, καὶ ἐν κυμβάλοις, καὶ ἐν νάβλαις, καὶ ἐν ὕμνοις, καὶ ἐν ᾠδαῖς, ὅτι συνετρίβη ἐχθρὸς μέγας ἐξ Ἰσραήλ. |
| 52 | And he ordained that these days should be kept every year with gladness. | Καὶ ἔστησε κατʼ ἐνιαυτὸν τοῦ ἄγειν τὴν ἡμέραν ταύτην μετʼ εὐφροσύνης· καὶ προσωχύρωσε τὸ ὄρος τοῦ ἱεροῦ τὸ παρὰ τὴν ἄκραν, καὶ ᾤκει ἐκεῖ αὐτὸς καὶ οἱ παρʼ αὐτοῦ. |
| 53 | And he fortified the mountain of the temple that was near the castle, and he dwelt there himself, and they that were with him. | Καὶ εἶδε Σίμων τὸν Ἰωάννην υἱὸν αὐτοῦ, ὅτι ἀνήρ ἐστι, καὶ ἔθετο αὐτὸν ἡγούμενον τῶν δυνάμεων πασῶν, καὶ ᾤκει ἐν Γαζάροις. |
| 54 | And Simon saw that John his son was a valiant man for war: and he made him captain of all the forces: and he dwelt in Gazara. | — |
