Skip to content
FIDES VIVA
Comparison

1 Maccabees 12

Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.

1 Maccabees 12: Douay-Rheims and Septuagint (Sixtine edition, 1587)
Douay-RheimsSeptuagint (Sixtine edition, 1587)
1And Jonathan saw that the time served him, and he chose certain men and sent them to Rome, to confirm and to renew the amity with them:Καὶ εἶδεν Ἰωνάθαν ὅτι ὁ καιρὸς αὐτῷ συνεργεῖ, καὶ ἐπέλεξεν ἄνδρας, καὶ ἀπέστειλεν εἰς Ῥώμην, στῆσαι καὶ ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν.
2And he sent letters to the Spartans, and to other places according to the same form.Καὶ πρὸς Σπαρτιάτας, καὶ τόπους ἑτέρους ἀπέστειλεν ἐπιστολὰς κατὰ τὰ αὐτά.
3And they went to Rome, and entered into the senate house, and said: Jonathan the high priest, and the nation of the Jews have sent us to renew the amity, and alliance as it was before.Καὶ ἐπορεύθησαν εἰς Ῥώμην, καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον, καὶ εἶπον, Ἰωνάθαν ὁ ἀρχιερεὺς καὶ τὸ ἔθνος τῶν Ἰουδαίων ἀπέστειλεν ἡμᾶς ἀνανεώσασθαι τὴν φιλίαν αὐτοῖς, καὶ τὴν συμμαχίαν κατὰ τὸ πρότερον.
4And they gave them letters to their governors in every place, to conduct them into the land of Juda with peace.Καὶ ἔδωκαν ἐπιστολὰς αὐτοῖς πρὸς αὐτοὺς κατὰ τόπον, ὅπως προπέμπωσιν αὐτοὺς εἰς γῆν Ἰούδα μετʼ εἰρήνης.
5And this is a copy of the letters which Jonathan wrote to the Spartans:Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἔγραψεν Ἰωνάθαν τοῖς Σπαρτιάταις·
6Jonathan the high priest, and the ancients of the nation, and the priests, and the rest of the people of the Jews, to the Spartans, their brethren, greeting.Ἰωνάθαν ἀρχιερεὺς, καὶ ἡ γερουσία τοῦ ἔθνους, καὶ οἱ ἱερεῖς, καὶ ὁ λοιπὸς δῆμος τῶν Ἰουδαίων, Σπαρτιάταις τοῖς ἀδελφοῖς χαίρειν.
7There were letters sent long ago to Onias the high priest from Arius who reigned then among you, to signify that you are our brethren, as the copy here underwritten doth specify.Ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς Ὀνίαν τὸν ἀρχιερέα παρὰ Δαρείου τοῦ βασιλεύοντος ἐν ὑμῖν, ὅτι ἐστὲ ἀδελφοὶ ἡμῶν, ὡς τὸ ἀντίγραφον ὑπόκειται.
8And Onias received the ambassador with honour: and received the letters wherein there was mention made of the alliance, and amity.Καὶ ἐπεδέξατο Ὀνίας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως, καὶ ἔλαβε τὰς ἐπιστολάς ἐν αἷς διεσαφεῖτο περὶ συμμαχίας καὶ φιλίας.
9We, though we needed none of these things, having for our comfort the holy books that are in our hands,Καὶ ἡμεῖς οὖν ἀπροσδεεῖς τούτων ὄντες, παράκλησιν ἔχοντες τὰ βιβλία τὰ ἅγια τὰ ἐν ταῖς χερσὶν ἡμῶν,
10Chose rather to send to you to renew the brotherhood and friendship, lest we should become strangers to you altogether: for there is a long time passed since you sent to us.ἐπειράθημεν ἀποστεῖλαι τὴν πρὸς ὑμᾶς ἀδελφότητα καὶ φιλίαν ἀνανεώσασθαι, πρὸς τὸ μὴ ἐξαλλοτριωθῆναι ὑμῶν· πολλοὶ γὰρ καιροὶ διῆλθον ἀφʼ οὗ ἀπεστείλατε πρὸς ἡμᾶς.
11We therefore at all times without ceasing, both in our festivals, and other days, wherein it is convenient, remember you in the sacrifices that we offer, and in our observances, as it is meet, and becoming to remember brethren.Ἡμεῖς οὖν ἐν παντὶ καιρῷ ἀδιαλείπτως ἔν τε ταῖς ἑορταῖς καὶ ταῖς λοιπαῖς καθηκούσαις ἡμέραις μιμνησκόμεθα ὑμων, ἐφʼ ὧν προσφέρομεν θυσιῶν, καὶ ἐν ταῖς προσευχαῖς, ὡς δέον ἐστὶ καὶ πρέπον μνημονεύειν ἀδελφῶν.
12And we rejoice at your glory.Εὐφραινόμεθα δὲ ἐπὶ τῇ δόξῃ ὑμῶν.
13But we have had many troubles and wars on every side, and the kings that are round about us, have fought against us.Ἡμᾶς δὲ ἐκύκλωσαν πολλαὶ θλίψεις, καὶ πόλεμοι πολλοὶ, καὶ ἐπολέμησαν ἡμᾶς οἱ βασιλεῖς οἱ κύκλῳ ἡμῶν.
14But we would not be troublesome to you, nor the rest of our allies and friends in these wars.Καὶ οὐκ ἠβουλόμεθα οὖν παρενοχλεῖν ὑμῖν, καὶ τοῖς λοιποῖς συμμάχοις, καὶ φίλοις ἡμῶν, ἐν τοῖς πολέμοις τούτοις.
15For we have had help from heaven, and we have been delivered, and our enemies are humbled.Ἔχομεν γὰρ τὴν ἐξ οὐρανοῦ βοήθειαν βοηθοῦσαν ἡμῖν, καὶ ἐῤῥύσθημεν ἀπὸ τῶν ἐχθρῶν ἡμῶν, καὶ ἐταπεινώθησαν οἱ ἐχθροὶ ἡμῶν.
16We have chosen therefore Numenius the son of Antiochus, and Antipater the son of Jason, and have sent them to the Romans to renew with them the former amity and alliance.Ἐπελέξαμεν οὖν Νουμήνιον Ἀντιόχου καὶ Ἀντίπατρον Ἰάσωνος, καὶ ἀπεστάλκαμεν πρὸς Ῥωμαίους ἀνενεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν τὴν προτέραν.
17And we have commanded them to go also to you, and to salute you, and to deliver you our letters, concerning the renewing of our brotherhood.Ἐνετειλάμεθα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευθῆναι, καὶ ἀσπάσασθαι ὑμᾶς, καὶ ἀποδοῦναι ὑμῖν τὰς παρʼ ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελφότητος ἡμῶν.
18And now you shall do well to give us an answer hereto.Καὶ νῦν καλῶς ποιήσετε ἀντιφωνήσαντες ἡμῖν πρὸς ταῦτα.
19And this is the copy of the letter which he had sent to Onias:Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλεν. Ὀνιάρης
20Arius king of the Spartans to Onias the high priest, greeting.βασιλεὺς Σπαρτιατῶν Ὀνίᾳ ἱερεῖ μεγάλῳ χαίρειν.
21It is found in writing concerning the Spartans, and the Jews, that they are brethren, and that they are of the stock of Abraham.Εὑρέθη ἐν γραφῇ περί τε τῶν Σπαρτιατῶν καὶ Ἰουδαίων ὅτι εἰσὶν ἀδελφοὶ, καὶ ὅτι εἰσὶν ἐκ γένους Ἁβραάμ.
22And now since this is come to our knowledge, you do well to write to us of your prosperity.Καὶ νῦν ἀφʼ οὗ ἔγνωμεν ταῦτα, καλῶς ποιήσετε γράφοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν.
23And we also have written back to you: That our cattle, and our possessions are yours: and yours, ours. We therefore have commanded that these things should be told you.Καὶ ἡμεῖς δὲ ἁντιγράφομεν ὑμῖν, τὰ κτήνη ὑμῶν καὶ ἡ ὕπαρξις ὑμῶν ἡμῖν ἐστι, καὶ τὰ ἡμῶν ὑμῖν ἐστιν· ἐντελλόμεθα οὖν ὅπως ἀπαγγείλωσιν ὑμῖν κατὰ ταῦτα.
24Now Jonathan heard that the generals of Demetrius were come again with a greater army than before to fight against him.Καὶ ἤκουσεν Ἰωνάθαν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλῆς ὑπὲρ τὸ πρότερον τοῦ πολεμῆσαι πρὸς αὐτόν.
25So he went out from Jerusalem, and met them in the land of Amath: for he gave them no time to enter into his country.Καὶ ἀπῇρεν ἐξ Ἱερουσαλὴμ, καὶ ἀπήντησεν αὐτοῖς εἰς τὴν Ἀμαθῖτιν χώραν· οὐ γὰρ ἔδωκεν αὐτοῖς ἀνοχὴν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτοῦ.
26And he sent spies into their camp, and they came back and brought him word that they designed to come upon them in the night.Καὶ ἀπέστειλε κατασκόπους εἰς τὴς παρεμβολὴν αὐτῶν, καὶ ἀπέστρεψαν, καὶ ἀπήγγειλαν αὐτῷ, ὅτι οὕτω τάσσονται ἐπιπεσεῖν ἐπʼ αὐτοὺς τὴν νύκτα.
27And when the sun was set, Jonathan commanded his men to watch, and to be in arms all night long ready to fight, and he set sentinels round about the camp.Ὡς δὲ ἔδυ ὁ ἥλιος, ἐπέταζεν Ἰωνάθαν τοῖς παρʼ αὐτοῦ γρηγορεῖν, καὶ εἶναι ἐπὶ τοῖς ὅπλοις, καὶ ἑτοιμάζεσθαι εἰς πόλεμον διʼ ὅλης τῆς νυκτὸς, καὶ ἐξέβαλε προφύλακας κύκλῳ τῆς παρεμβολῆς.
28And the enemies heard that Jonathan and his men were ready for battle, and they were struck with fear, and dread in their heart: and they kindled fires in their camp.Καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται Ἰωνάθαν καὶ οἱ παρʼ αὐτοῦ εἰς πόλεμον, καὶ ἐφοβήθησαν καὶ ἔπτηξαν τῇ καρδίᾳ αὐτῶν, καὶ ἀνέκαυσαν πυρὰς ἐν τῇ παρεμβολῇ αὐτῶν.
29But Jonathan and they that were with him knew it not till the morning: for they saw the lights burning.Ἰωνάθαν δὲ καὶ οἱ παρʼ αὐτοῦ οὐκ ἔγνωσαν ἕως πρωῒ, ἔβλεπον γὰρ τὰ φῶτα καιόμενα.
30And Jonathan pursued after them, but overtook them not: for they had passed the river Eleutherus.Καὶ κατεδίωξεν Ἰωνάθαν ὀπίσω αὐτῶν, καὶ οὐ κατέλαβεν αὐτούς, διέβησαν γὰρ τὸν Ἐλεύθερον ποταμόν.
31And Jonathan turned upon the Arabians that are called Zabadeans: and he defeated them, and took the spoils of them.Καὶ ἐξέκλινεν Ἰωνάθαν ἐπὶ τοὺς Ἄραβας τοὺς καλουμένους Ζαβεδαίους, καὶ ἐπάταξεν αὐτούς, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν.
32And he went forward, and came to Damascus, and passed through all that country.Καὶ ἀναζεύξας ἦλθεν εἰς Δαμασκόν, καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ.
33Simon also went forth, and came as far as Ascalon, and the neighbouring fortresses, and he turned aside to Joppe, and took possession of it,Καὶ Σίμων ἐξῆλθε, καὶ διώδευσεν ἕως Ἀσκάλωνος, καὶ τῶν πλησίων ὀχυρωμάτων, καὶ ἐξέκλινεν εἰς Ἰόππην, καὶ προκατελάβετο αὐτήν.
34(For he heard that they designed to deliver the hold to them that took part with Demetrius,) and he put a garrison there to keep it.Ἤκουσε γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδοῦναι τοῖς παρὰ Δημητρίου, καὶ ἔθετο ἐκεῖ φρουρὰν, ὅπως φυλάσσωσιν αὐτήν.
35And Jonathan came back, and called together the ancients of the people, and he took a resolution with them to build fortresses in Judea,Καὶ ἐπέστρεψεν Ἰωνάθαν, καὶ ἐξεκκλησίασε τοὺς πρεσβυτέρους τοῦ λαοῦ, καὶ ἐβουλεύσατο μετʼ αὐτῶν τοῦ οἰκοδομῆσαι ὀξυρώματα ἐν τῇ Ἰουδαίᾳ,
36And to build up walls in Jerusalem, and raise a mount between the castle and the city, to separate it from the city, that so it might have no communication, and that they might neither buy nor sell.καὶ προσυψῶσαι τὰ τείχη Ἱερουσαλὴμ, καὶ ὑψῶσαι ὕψος μέγα ἀναμέσον τῆς ἄκρας καὶ τῆς πόλεως, εἰς τὸ διαχωρίζειν αὐτὴν τῆς πόλεως, ἵνα ᾖ αὕτη κατὰ μόνας, ὅπως μήτε ἀγοράζωσι μήτε πωλῶσι.
37And they came together to build up the city: for the wall that was upon the brook towards the east was broken down, and he repaired that which is called Caphetetha:Καὶ συνήχθησαν τοῦ οἰκοδομεῖν τὴν πόλιν, καὶ ἤγγισε τοῦ τείχους τοῦ χειμάῤῥου τοῦ ἐξ ἀπηλιώτου, καὶ ἐπεσκεύασαν τὸ καλούμενον Χαφεναθά.
38And Simon built Adiada in Sephela, and fortified it, and set up gates and bars.καὶ Σίμων ᾠκοδόμησε τὴν Ἀδιδὰ ἐν τῇ Σεφήλᾳ, καὶ ὠχύρωσε θύρας καὶ μοχλούς.
39Now when Tryphon had conceived a design to make himself king of Asia, and to take the crown, and to stretch out his hand against king Antiochus:Καὶ ἐζήτησε Τρύφων βασιλεῦσαι τῆς Ἀσίας, καὶ περιθέσθαι τὸ διάδημα, καὶ ἐκτεῖναι χεῖρα ἐπὶ Ἀντίοχον τὸν βασιλέα.
40Fearing lest Jonathan would not suffer him, but would fight against him: he sought to seize upon him, and to kill him. So he rose up and came to Bethsan.Καὶ ἐφοβήθη μήποτε οὐκ ἐάσῃ αὐτὸν Ἰωνάθαν, καὶ μήποτε πολεμήσῃ πρὸς αὐτὸν, καὶ ἐζήτει πόρον τοῦ συλλαβεῖν τὸν Ἰωνάθαν τοῦ ἀπολυσαι αὐτὸν, καὶ ἀπάρας ἦλθεν εἰς Βαιθσάν.
41And Jonathan went out to meet him with forty thousand men chosen for battle, and came to Bethsan.Καὶ ἐξῆλθεν Ἰωνάθαν εἰς ἀπάντησιν αὐτῷ ἐν τεσσαράκοντα χιλιάσιν ἀνδρῶν ἐπιλελεγμέναις εἰς παράταξιν, καὶ ἦλθεν εἰς Βαιθσάν.
42Now when Tryphon saw that Jonathan came with a great army, he durst not stretch forth his hand against him,Καὶ εἶδε Τρύφων ὅτι πάρεστιν Ἰωνάθαν μετὰ δυνάμεως πολλῆς, καὶ ἐκτεῖναι χεῖρας ἐπʼ αὐτὸν εὐλαβήθη.
43But received him with honour, and commended him to all his friends, and gave him presents: and he commanded his troops to obey him, as himself.Καὶ ἐπεδέξατο αὐτὸν ἐνδόξως, καὶ συνέστησεν αὐτὸν πᾶσι τοῖς φίλοις αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ δόματα, καὶ ἐπέταξε ταῖς δυνάμεσιν αὐτοῦ ὑπακούειν αὐτῷ ὡς ἑαυτῷ.
44And he said to Jonathan: Why hast thou troubled all the people, whereas we have no war?Καὶ εἶπε τῷ Ἰωνάθαν, ἱνατί ἔκοψας πάντα τὸν λαὸν τοῦτον, πολέμου μὴ ἐνεστηκότος ἡμῖν;
45Now therefore send them back to their own houses: and choose thee a few men that may be with thee, and come with me to Ptolemais, and I will deliver it to thee, and the rest of the strong holds, and the army, and all that have any charge, and I will return and go away: for this is the cause of my coming.Καὶ νῦν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, ἐπίλεξαι δὲ σεαυτῷ ἄνδρας ὀλίγους οἵτινες ἔσονται μετὰ σοῦ, καὶ δεῦρο μετʼ ἐμοῦ εἰς Πτολεμαΐδα, καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς λοιπὰς καὶ πάντας τοὺς ἐπὶ τῶν χειρῶν, καὶ ἐπιστρέψας ἀπελεύσομαι, τούτου γὰρ χάριν πάρειμι.
46And Jonathan believed him, and did as he said: and sent away his army, and they departed into the land of Juda:Καὶ ἐμπιστεύσας αὐτῷ ἐποίησε καθὼς εἶπε, καὶ ἐξαπέστειλε τὰς δυνάμεις, καὶ ἀπῆλθον εἰς γῆν Ἰούδα.
47But he kept with him three thousand men: of whom he sent two thousand into Galilee, and one thousand went with him.Κατέλιπε δὲ μεθʼ ἑαυτοῦ ἄνδρας τρισχιλίους, ὧν δισχιλίους ἀφῆκεν ἐν τῇ Γαλιλαίᾳ, χίλιοι δὲ συνῆλθον αὐτῷ.
48Now as soon as Jonathan entered into Ptolemais, they of Ptolemais shut the gates of the city, and took him: and all them that came in with him they slew with the sword.Ὡς δὲ εἰσῆλθεν Ἰωνάθαν εἰς Πτολεμαΐδα, ἀπέκλεισαν οἱ Πτολεμαεῖς τὰς πύλας, καὶ συνέλαβον αὐτὸν, καὶ πάντας τοὺς εἰσελθόντας μετʼ αὐτοῦ ἀπέκτειναν ἐν ῥομφαίᾳ.
49Then Tryphon sent an army and horsemen into Galilee, and into the great plain to destroy all Jonathan’s company.Καὶ ἀπέστειλε Τρύφων δυνάμεις, καὶ ἵππον εἰς τὴν Γαλιλαίαν, καὶ τὸ πεδίον τὸ μέγα, τοῦ ἀπολέσαι πάντας τοὺς παρὰ Ἰωνάθαν.
50But they, when they understood that Jonathan and all that were with him were taken and slain, encouraged one another, and went out ready for battle.Καὶ ἐπέγνωσαν ὅτι συνελήφθη Ἰωνάθαν καὶ ἀπόλωλε, καὶ οἱ μετʼ αὐτοῦ, καὶ παρεκάλεσαν ἑαυτοὺς, καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον.
51Then they that had come after them, seeing that they stood for their lives, returned back.Καὶ ἴδον οἱ διώκοντες ὅτι περὶ ψυχῆς αὐτοῖς ἐστι, καὶ ἐπέστρεψαν.
52Whereupon they all came peaceably into the land of Juda. And they bewailed Jonathan, and them that had been with him, exceedingly: and Israel mourned with great lamentation.Καὶ ἦλθον πάντες μετʼ εἰρήνης εἰς γῆν Ἰούδα, καὶ ἐπένθησαν τὸν Ἰωνάθαν, καὶ τοὺς μετʼ αὐτοῦ, καὶ ἐφοβήθησαν σφόδρα, καὶ ἐπένθησε τᾶς Ἰσραὴλ πένθος μέγα.
53Then all the heathens that were round about them, sought to destroy them. For they said:Καὶ ἐζήτησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν ἐκτρίψαι αὐτούς· εἶπαν γάρ, οὐκ ἔχουσιν ἄρχοντα καὶ βοηθοῦντα· νῦν οὖν πολεμήσωμεν αὐτοὺς, καὶ ἐξάρωμεν ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν.
54They have no prince, nor any to help them: now therefore let us make war upon them, and take away the memory of them from amongst men.—

The Gospel and the saint of the day, every morning in your inbox

Begin each day close to Christ and his saints: the Gospel of the Mass and a life that inspires. Free; unsubscribe whenever you wish.

We’ll send an e-mail to confirm. Now and then, a notice from Fides Viva too. Unsubscribe with one click. Privacy

Thursday, October 29 · Gospel

Jesus laments over Jerusalem, which kills the prophets

The same day, there came some of the Pharisees, saying to him: Depart, and get thee hence, for Herod hath a mind to kill thee. And he said to them: Go and tell that fox, Behold, I cast out devils, and do cures today and…