Comparaison
Proverbes 24
Crampon et Septante (édition sixtine, 1587), verset par verset.
| Crampon | Septante (édition sixtine, 1587) | |
|---|---|---|
| 1 | Ne porte pas envie aux hommes méchants, et ne désire pas d’être avec eux. | Υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσῃς εἶναι μετʼ αὐτῶν. |
| 2 | Car leur cœur médite la violence, et leurs lèvres ne profèrent que le malheur. | Ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ. |
| 3 | C’est par la sagesse qu’une maison s’élève, et par l’intelligence qu’elle s’affermit. | Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ συνέσεως ἀνορθοῦται. |
| 4 | C’est par la science que l’intérieur se remplit, de tous les biens précieux et agréables. | Μετὰ αἰσθήσεως ἐμπίμπλανται ταμιεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ. |
| 5 | Un homme sage est plein de force, et celui qui a de la science montre une grande puissance. | Κρείσσων σοφὸς ἰσχυροῦ, καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου. |
| 6 | Car avec la prudence tu conduiras la guerre, et le salut est dans le grand nombre des conseillers. | Μετὰ κυβερνήσεως γίνεται πόλεμος, βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς. |
| 7 | La sagesse est trop haute pour l’insensé ; il n’ouvre pas la bouche à la porte de la ville. | Σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν· σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος Κυρίου, |
| 8 | Celui qui pense à faire le mal s’appelle un artisan d’intrigues. | ἀλλὰ λογίζονται ἐν συνεδρίοις· ἀπαιδεύτοις συναντᾷ θάνατος, |
| 9 | Le dessein de l’insensé, c’est le péché, et le railleur est en abomination parmi les hommes. | ἀποθνήσκει δὲ ἄφρων ἐν ἁμαρτίαις· ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ, |
| 10 | Si tu te montres faible au jour de la détresse, ta force n’est que faiblesse. | ἐμμολυνθήσεται ἐν ἡμέρᾳ κακῇ, καὶ ἐν ἡμέρᾳ θλίψεως ἕως ἂν ἐκλίπῃ. |
| 11 | Délivre ceux qu’on traîne à la mort ; ceux qui vont en chancelant au massacre, sauve-les ! | Ῥῦσαι ἀγομένους εἰς θάνατον, καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ. |
| 12 | Si tu dis : « Mais ! Nous ne le savions pas ! » Celui qui pèse les cœurs ne le voit-il pas ? Celui qui veille sur ton âme ne le connaît-il pas, et ne rendra-t-il pas à chacun selon ses œuvres ? | Ἐὰν δὲ εἴπῃς, οὐκ οἶδα τοῦτον, γίνωσκε, ὅτι Κύριος καρδίας πάντων γινώσκει· καὶ ὁ πλάσας πνοὴν πᾶσιν, αὐτὸς οἶδε πάντα, ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. |
| 13 | Mon fils, mange du miel, car il est bon ; un rayon de miel est doux à ton palais. | Φάγε μέλι υἱὲ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ. |
| 14 | Sache que la sagesse est la même chose pour ton âme ; si tu l’acquiers, il est un avenir, et ton espérance ne sera pas frustrée. | Οὕτως αἰσθητήσῃ σοφίαν τῇ σῇ ψυχῇ· ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου, καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει. |
| 15 | Ne tends pas, ô méchant, des embûches à la demeure du juste, et ne dévaste pas le lieu où il repose ; | Μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων, μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας. |
| 16 | car sept fois le juste tombe, et il se relève, mais les méchants sont précipités dans le malheur. | Ἑπτάκις γὰρ πεσεῖται δίκαιος καὶ ἀναστήσεται, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς. |
| 17 | Si ton ennemi tombe, ne te réjouis pas, et que ton cœur ne se réjouisse pas de sa ruine, | Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου. |
| 18 | de peur que Yahweh ne le voie, que cela soit mauvais à ses yeux, et qu’il ne détourne de lui sa colère. | Ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπʼ αὐτοῦ. |
| 19 | Ne t’irrite pas à cause des méchants, ne porte pas envie aux pervers, | Μὴ χαῖρε ἐπὶ κακοποιοῖς, μηδὲ ζήλου ἁμαρτωλούς. |
| 20 | car il n’y a point d’avenir pour celui qui fait le mal, et la lampe des méchants s’éteindra. | Οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῷ, λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται. |
| 21 | Mon fils, crains Yahweh et le roi ; ne te mêle pas avec les hommes remuants ; | Φοβοῦ τὸν Θεὸν υἱὲ, καὶ βασιλέα, καὶ μηθʼ ἑτέρῳ αὐτῶν ἀπειθήσῃς. |
| 22 | car soudain surgira leur malheur, et qui connaît la ruine des uns et des autres ? | Ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς, τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται; Λόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται, [δεχόμενος δὲ ἐδέξατο αὐτόν· μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω, καὶ οὐδὲν ψεῦδος ἀπὸ γλώσσης αὐτοῦ οὐ μή ἐξέλθῃ· μάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη, ὃς δʼ ἂν παραδοθῇ συντριβήσεται· ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ, σὺν νεύροις ἀνθρώπους ἀναλίσκει, καὶ ὀστᾶ ἀνθρώπων κατατρώγει, καὶ συγκαίει ὥσπερ φλὸξ, ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν· τοὺς ἐμοὺς λόγους υἱὲ φοβήθητι, καὶ δεξάμενος αὐτοὺς μετανόει.] Τάδε λέγει ὁ ἀνὴρ τοῖς πιστεύουσι Θεῷ, καὶ παύομαι. Ἀφρονέστατος γάρ εἰμι ἁπάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί. Θεὸς δεδίδαχέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς; τί ὄνομα αὐτῷ; ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ; Πάντες γὰρ λόγοι Θεοῦ πεπυρωμένοι, ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτόν. Μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε, καὶ ψευδὴς γένῃ. Δύο αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀφέλῃς μου χάριν πρὸ τοῦ ἀποθανεῖν με. Μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον, πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς, σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη· Ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι, καὶ εἴπω, τίς με ὁρᾷ; ἢ πενηθεὶς κλέψω, καὶ ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ. Μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου, μήποτε καταράσηταί σε καὶ ἀφανισθῇς. Ἔκγονον κακὸν πατέρα καταρᾶται, τὴς δὲ μητέρα οὐκ εὐλογεῖ. Ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει, τὴν δʼ ἔξοδον αὐτοῦ οὐκ ἀπένιψεν. Ἔκγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει, τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται. Ἔκγονον κακὸν μαχαίρας τοὺς ὀδόντας ἔχει, καὶ τὰς μύλας, τομίδας, ὥστε ἀναλίσκειν καὶ κατεσθίειν τοὺς ταπεινοὺς ἀπὸ τῆς γῆς, καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνθρώπων. |
| 23 | Ce qui suit vient encore des sages : Il n’est pas bon, dans les jugements, d’avoir égard aux personnes. | Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν· αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν. |
| 24 | Celui qui dit aux méchants : « Tu es juste », les peuples le maudissent, les nations l’exècrent. | Ὁ εἰπὼν τὸν ἀσεβῆ, δίκαιός ἐστιν, ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη. |
| 25 | Mais ceux qui le corrigent sont applaudis, sur eux viennent la bénédiction et le bonheur. | Οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται, ἐπʼ αὐτοὺς δὲ ἥξει εὐλογία· |
| 26 | Il baise sur les lèvres celui qui répond des paroles justes. | χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς. |
| 27 | Règle ton travail au dehors, applique-le à ton champ, puis tu bâtiras ta maison. | Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν, καὶ πορεύου κατόπισθέν μου, καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου. |
| 28 | Ne témoigne pas à la légère contre ton prochain : voudrais-tu tromper par tes lèvres ? | Μὴ ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην, μηδὲ πλατύνου σοῖς χείλεσι. |
| 29 | Ne dis pas : « Comme il m’a fait, je lui ferai ; je rendrai à cet homme selon ses œuvres. » | Μὴ εἴπῃς, ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν. |
| 30 | J’ai passé près du champ d’un paresseux, et près de la vigne d’un insensé. | Ὥσπερ γεώργιον ἀνὴρ ἄφρων, καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν. |
| 31 | Et voici,… les épines y croissaient partout, les ronces en couvraient la surface, et le mur de pierres était écroulé. | Ἐὰν ἀφῇς αὐτὸν, χερσωθήσεται καὶ χορτομανήσει ὅλος, καὶ γίνεται ἐκλελειμμένος, οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται. |
| 32 | J’ai regardé, et j’ai appliqué mon cœur, j’ai considéré et j’ai tiré cette leçon : | Ὕστερον ἐγὼ μετενόησα, ἐπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν. |
| 33 | « Un peu de sommeil, un peu d’assoupissement, un peu croiser les mains pour dormir, | Ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ, ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶ στήθη. |
| 34 | et ta pauvreté viendra comme un rôdeur, et ton indigence comme un homme armé. » | Ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου, καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς. |
