Comparison
Tobit 12
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Then Tobias called to him his son, and said to him: What can we give to this holy man, that is come with thee? | Καὶ ἐκάλεσε Τωβὶτ Τωβίαν τὸν υἱὸν αὐτοῦ, καὶ εἶπεν αὐτῷ· ὅρα, τέκνον, μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι· καὶ προσθεῖναι αὐτῷ δεῖ. |
| 2 | Tobias answering, said to his father: Father, what wages shall we give him? or what can be worthy of his benefits? | Καὶ εἶπε, πάτερ, οὐ βλάπτομαι δοὺς αὐτῷ τὸ ἥμισυ ὧν ἐνήνοχα, |
| 3 | He conducted me and brought me safe again, he received the money of Gabelus, he caused me to have my wife, and he chased from her the evil spirit, he gave joy to her parents, myself he delivered from being devoured by the fish, thee also he hath made to see the light of heaven, and we are filled with all good things through him. What can we give him sufficient for these things? | ὅτι με ἀγήοχέ σοι ὑγιῆ, καὶ τὴν γυναῖκά μου ἐθεράπευσε, καὶ τὸ ἀργύριόν μου ἤνεγκε, καὶ σὲ ὁμοίως ἐθεράπευσε. |
| 4 | But I beseech thee, my father, to desire him, that he would vouchsafe to accept one half of all things that have been brought. | Καὶ εἶπεν ὁ πρεσβύτης, δικαιοῦται αὐτῷ. |
| 5 | So the father and the son, calling him, took him aside: and began to desire him that he would vouchsafe to accept of half of all things that they had brought. | Καὶ ἐκάλεσε τὸν ἄγγελον, καὶ εἶπεν αὐτῷ, λάβε τὸ ἥμισυ πάντων ὧν ἐνηνόχατε, καὶ ὕπαγε ὑγιαίνων. |
| 6 | Then he said to them secretly: Bless ye the God of heaven, give glory to him in the sight of all that live, because he hath shewn his mercy to you. | Τότε καλέσας τοὺς δύο κρυπτῶς, εἶπεν αὐτοῖς, εὐλογεῖτε τὸν Θεὸν, καὶ αὐτῷ ἐξομολογεῖσθε, καὶ μεγαλωσύνην δίδοτε αὐτῷ, καὶ ἐξομολογεῖσθε αὐτῷ ἐνώπιον πάντων τῶν ζώντων περὶ ὧν ἐποίησε μεθʼ ὑμῶν· ἀγαθὸν τὸ εὐλογεῖν τὸν Θεὸν, καὶ ὑψοῦν τὸ ὄνομα αὐτοῦ, τοὺς λόγους τῶν ἔργων τοῦ Θεοῦ ἐντίμως ὑποδεικνύοντες· καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ. |
| 7 | For it is good to hide the secret of a king: but honourable to reveal and confess the works of God. | Μυστήριον βασιλέως καλὸν κρύψαι, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακαλύπτειν ἐνδόξως· ἀγαθὸν ποιήσατε, καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς. |
| 8 | Prayer is good with fasting and alms more than to lay up treasures of gold: | Ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης· ἀγαθὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης, ἢ πολὺ μετὰ ἀδικίας· καλὸν ποιῆσαι ἐλεημοσύνην ἢ θησαυρίσαι χρυσίον. |
| 9 | For alms delivereth from death, and the same is that which purgeth away sins, and maketh to find mercy and life everlasting. | Ἐλεημοσύνη γὰρ ἐκ θανάτου ῥύεται, καὶ αὕτη ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν· οἱ ποιοῦντες ἐλεημοσύνας καὶ δικαιοσύνας πλησθήσονται ζωῆς. |
| 10 | But they that commit sin and iniquity, are enemies to their own soul. | Οἱ δὲ ἁμαρτάνοντες πολέμιοί εἰσι τῆς ἑαυτῶν ζωῆς. |
| 11 | I discover then the truth unto you, and I will not hide the secret from you. | Οὐ μὴ κρύψω ἀφʼ ὑμῶν πᾶν ῥῆμα· εἴρηκα δὴ, μυστήριον βασιλέως κρύψαι καλὸν, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακαλύπτειν ἐνδόξως. |
| 12 | When thou didst pray with tears, and didst bury the dead, and didst leave thy dinner, and hide the dead by day in thy house, and bury them by night, I offered thy prayer to the Lord. | Καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σάῤῥα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου· καὶ ὅτε ἔθαπτες τοὺς νεκροὺς, ὡσαύτως συμπαρήγμην σοι. |
| 13 | And because thou wast acceptable to God, it was necessary that temptation should prove thee. | Καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου, ὅπως ἀπελθὼν περιστείλῃς τὸν νεκρὸν, οὐκ ἔλαθές με ἀγαθοποιῶν, ἀλλὰ σὺν σοὶ ἤμην. |
| 14 | And now the Lord hath sent me to heal thee, and to deliver Sara thy son’s wife from the devil. | Καὶ νῦν ἀπέστειλέ με ὁ Θεὸς ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σάῤῥαν. |
| 15 | For I am the angel Raphael, one of the seven, who stand before the Lord. | Ἐγώ εἰμι Ῥαφαήλ, εἷς ἐκ τῶν ἑπτὰ ἁγίων ἀγγέλων οἳ προσαναφέρουσι τὰς προσευχὰς τῶν ἁγίων, καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου. |
| 16 | And when they had heard these things, they were troubled, and being seized with fear they fell upon the ground on their face. | Καὶ ἐταράχθησαν οἱ δύο, καὶ ἔπεσον ἐπὶ πρόσωπον, ὅτι ἐφοβήθησαν. |
| 17 | And the angel said to them: Peace be to you, fear not. | Καὶ εἶπεν αὐτοῖς, μὴ φοβεῖσθε, εἰρήνη ὑμῖν ἔσται· τὸν δὲ Θεὸν εὐλογεῖτε εἰς τὸν αἰῶνα, |
| 18 | For when I was with you, I was there by the will of God: bless ye him, and sing praises to him. | ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι, ἀλλὰ τῇ θελήσει τοῦ Θεοῦ ἡμῶν ἦλθον, ὅθεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶνα. |
| 19 | I seemed indeed to eat and to drink with you: but I use an invisible meat and drink, which cannot be seen by men. | Πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν, καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον, ἀλλὰ ὅρασιν ὑμεῖς ἐθεωρεῖτε. |
| 20 | It is time therefore that I return to him that sent me: but bless ye God, and publish all his wonderful works. | Καὶ νῦν ἐξομολογεῖσθε τῷ Θεῷ, διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με, καὶ γράψατε πάντα τὰ συντελεσθέντα εἰς βιβλίον. |
| 21 | And when he had said these things, he was taken from their sight, and they could see him no more. | Καὶ ἀνέστησαν, καὶ οὐκ ἔτι εἶδον αὐτόν. |
| 22 | Then they lying prostrate for three hours upon their face, blessed God: and rising up, they told all his wonderful works. | Καὶ ἐξωμολογοῦντο τὰ ἔργα τὰ μεγάλα καὶ θαυμαστὰ αὐτοῦ, ὡς ὤφθη αὐτοῖς ὁ ἄγγελος Κυρίου. |
