Comparison
Tobit 14
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And the words of Tobias were ended. And after Tobias was restored to his sight, he lived two and forty years, and saw the children of his grandchildren. | Καὶ ἐπαύσατο ἐξομολογούμενος Τωβίτ. Καὶ ἦν ἐτῶν πεντηκονταοκτὼ, |
| 2 | And after he had lived a hundred and two years, he was buried honourably in Ninive. | ὅτε ἀπώλεσε τὰς ὄψεις, καὶ μετὰ ἔτη ὀκτὼ ἀνέβλεψε· καὶ ἐποίει ἐλεημοσύνας· καὶ προσέθετο φοβεῖσθαι Κύριον τὸν Θεὸν, καὶ ἐξωμολογεῖτο αὐτῷ. |
| 3 | For he was six and fifty years old when he lost the sight of his eyes, and sixty when he recovered it again. | Μεγάλως δὲ ἐγήρασε· καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτῷ, τέκνον, λάβε τοὺς υἱούς σου, ἰδοὺ γεγήρακα, καὶ πρὸς τὸ ἀποτρέχειν ἐκ τοῦ ζῇν εἰμι. |
| 4 | And the rest of his life was in joy, and with great increase of the fear of God he departed in peace. | Ἄπελθε εἰς τὴν Μηδίαν, τέκνον, ὅτι πέπεισμαι ὅσα ἐλάλησεν Ἰωνὰς ὁ προφήτης περὶ Νινευὴ, ὅτι καταστραφήσεται· ἐν δὲ τῇ Μηδίᾳ ἔσται εἰρήνη μᾶλλον ἕως καιροῦ· καὶ ὅτι οἱ ἀδελφοὶ ἡμῶν ἐν τῇ γῇ σκορπισθήσονται ἀπὸ τῆς ἀγαθῆς γῆς· καὶ Ἱεροσόλυμα ἔσται ἔρημος, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐν αὐτῇ κατακαήσεται, καὶ ἔρημος ἔσται μέχρι χρόνου. |
| 5 | And at the hour of his death he called unto him his son Tobias and his children, seven young men, his grandsons, and said to them: | Καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ Θεὸς, καὶ ἐπιστρέψει αὐτοὺς εἰς τὴν γῆν, καὶ οἰκοδομήσουσι τὸν οἶκον, οὐχ οἷος ὁ πρότερος, ἕως πληρωθῶσι καιροὶ τοῦ αἰῶνος· καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῶν αἰχμαλωσιῶν, καὶ οἰκοδομήσουσιν Ἱερουσαλὴμ ἐντίμως· καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται ἐνδόξως, καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται. |
| 6 | The destruction of Ninive is at hand: for the word of the Lord must be fulfilled: and our brethren, that are scattered abroad from the land of Israel, shall return to it. | Καὶ πάντα τὰ ἔθνη ἐπιστρέψουσιν ἀληθινῶς φοβεῖσθαι Κύριον τὸν Θεὸν, καὶ κατορύξουσι τὰ εἴδωλα αὐτῶν, |
| 7 | And all the land thereof that is desert shall be filled with people, and the house of God which is burnt in it, shall again be rebuilt: and all that fear God shall return thither. | καὶ εὐλογήσουσι πάντα τὰ ἔθνη Κύριον· καὶ ὁ λαὸς αὐτοῦ ἐξομολογήσεται τῷ Θεῷ· καὶ ὑψώσει Κύριος τὸν λαὸν αὐτοῦ, καὶ χαρήσονται πάντες οἱ ἀγαπῶντες Κύριον τὸν Θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ, ποιοῦντες ἔλεος τοῖς ἀδελφοῖς ἡμῶν. |
| 8 | And the Gentiles shall leave their idols, and shall come into Jerusalem, and shall dwell in it. | Καὶ νῦν, τέκνον, ἄπελθε ἀπὸ Νινευὴ, ὅτι πάντως ἔσται ἃ ἐλάλησεν ὁ προφήτης Ἰωνάς. |
| 9 | And all the kings of the earth shall rejoice in it, adoring the King of Israel. | Σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα, καὶ γενοῦ φιλελεήμων καὶ δίκαιος, ἵνα σοι καλῶς ᾖ. |
| 10 | Hearken therefore, my children, to your father: serve the Lord in truth, and seek to do the things that please him: | Καὶ θάψον με καλῶς, καὶ τὴν μητέρα σου μετʼ ἐμοῦ, καὶ μηκέτι αὐλισθῆτε εἰς Νινευή· τεκνον, ἴδε τί ἐποίησεν Ἀμὰν Ἀχιαχάρῳ τῷ θρέψαντι αὐτόν, ὡς ἐκ τοῦ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος, καὶ ὅσα ἀνταπέδωκεν αὐτῷ· καὶ Ἀχιάχαρον μὲν ἔσωσεν, ἐκείνῳ δὲ τὸ ἀνταπόδομα ἀπεδόθη, καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος. Μανασσῆς ἐποίησεν ἐλεημοσύνην, καὶ ἐσώθη ἐκ παγίδος θανάτου ἧς ἔπηξεν αὐτῷ· Ἀμὰν δὲ ἐνέπεσεν εἰς τὴν παγίδα, καὶ ἀπώλετο. |
| 11 | And command your children that they do justice and almsdeeds, and that they be mindful of God, and bless him at all times in truth, and with all their power. | Καὶ νῦν, παιδία, ἴδετε τί ἐλεημοσύνη ποιεῖ, καὶ δικαιοσύνη ῥύεται· καὶ ταῦτα αὐτοῦ λέγοντος, ἐξέλιπεν ἡ ψυχὴ αὐτοῦ ἐπὶ τῆς κλίνης· ἦν δὲ ἐτῶν ἑκατὸν πεντηκονταοκτώ· καὶ ἔθαψαν αὐτὸν ἐνδόξως. |
| 12 | And now, children, hear me, and do not stay here: but as soon as you shall bury your mother by me in one sepulchre, without delay direct your steps to depart hence: | Καὶ ὅτε ἀπέθανεν Ἄννα, ἔθαψεν αὐτὴν μετὰ τοῦ πατρὸς αὐτοῦ. Ἀπῆλθε δὲ Τωβίας μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ εἰς Ἐκβάτανα πρὸς Ῥαγουὴλ τὸν πενθερὸν αὐτοῦ, |
| 13 | For I see that its iniquity will bring it to destruction. | καὶ ἐγήρασεν ἐντίμως· καὶ ἔθαψε τοὺς πενθεροὺς αὐτοῦ ἐνδόξως, καὶ ἐκληρονόμησε τὴν οὐσίαν, καὶ Τωβὶτ τοῦ πατρὸς αὐτοῦ. |
| 14 | And it came to pass that after the death of his mother, Tobias departed out of Ninive with his wife, and children, and children’s children, and returned to his father and mother in law. | καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν εἱκοσιεπτὰ ἐν Ἐκβατάνοις τῆς Μηδίας. |
| 15 | And he found them in health in a good old age: and he took care of them, and he closed their eyes: and all the inheritance of Raguel’s house came to him: and he saw his children’s children to the fifth generation. | Καὶ ἤκουσε πρὶνὴ ἀποθανεῖν αὐτὸν, τὴν ἀπώλειαν Νινευὴ, ἣν ᾐχμαλώτισεν Ναβουχοδονόσορ, καὶ Ἀσύηρος, καὶ ἐχάρη πρὸ τοῦ ἀποθανεῖν ἐπὶ Νινευή. |
| 16 | And after he had lived ninety-nine years in the fear of the Lord, with joy they buried him. | — |
| 17 | And all his kindred, and all his generation continued in good life, and in holy conversation, so that they were acceptable both to God, and to men, and to all that dwelt in the land. | — |
