Skip to content
FIDES VIVA
Comparison

Tobit 4

Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.

Tobit 4: Douay-Rheims and Septuagint (Sixtine edition, 1587)
Douay-RheimsSeptuagint (Sixtine edition, 1587)
1Therefore when Tobias thought that his prayer was heard that he might die, he called to him Tobias his son,Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐμνήσθη Τωβὶτ περὶ τοῦ ἀργυρίου, οὗ παρέθετο Γαβαὴλ ἐν Ῥάγοις τῆς Μηδίας.
2And said to him: Hear, my son, the words of my mouth, and lay them as a foundation in thy heart.Καὶ εἶπεν ἐν ἑαυτῷ, ἐγὼ ᾐτησάμην θάνατον, τί οὐ καλῶ Τωβίαν τὸν υἱόν μου, ἵνα αὐτῷ ὑποδείξω, πρὶν ἀποθανεῖν με;
3When God shall take my soul, thou shalt bury my body: and thou shalt honour thy mother all the days of her life:Καὶ καλέσας αὐτὸν, εἶπε, παιδίον, ἐὰν ἀποθάνω, θάψον με, καὶ μὴ ὑπερίδῃς τὴν μητέρα σου· τίμα αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ ποίει τὸ ἀρεστὸν αὐτῇ, καὶ μὴ λυπήσῃς αὐτήν.
4For thou must be mindful what and how great perils she suffered for thee in her womb.Μνήσθητι, παιδίον, ὅτι πολλοὺς κινδύνους ἑώρακεν ἐπὶ σοὶ ἐν τῇ κοιλίᾳ· ὅταν ἀποθάνῃ, θάψον αὐτὴν παρʼ ἐμοὶ ἐν ἑνὶ τάφῳ.
5And when she also shall have ended the time of her life, bury her by me.Πάσας τὰς ἡμέρας, παιδίον, Κυρίου τοῦ Θεοῦ ἡμῶν μνημόνευε, καὶ μὴ θελήσῃς ἁμαρτάνειν καὶ παραβῆναι τὰς ἐντολὰς αὐτοῦ· δικαιοσύνην ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ μὴ πορευθῇς ταῖς ὁδοῖς τῆς ἀδικίας.
6And all the days of thy life have God in thy mind: and take heed thou never consent to sin, nor transgress the commandments of the Lord our God.Διότι ποιουντός σου τὴν ἀλήθειαν, εὐοδίαι ἔσονται ἐν τοῖς ἔργοις σου, καὶ πᾶσι τοῖς ποιοῦσι τὴν δικαιοσύνην.
7Give alms out of thy substance, and turn not away thy face from any poor person: for so it shall come to pass that the face of the Lord shall not be turned from thee.Ἐκ τῶν ὑπαρχόντων σοι ποίει ἐλεημοσύνην, καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ παντὸς πτωχοῦ, καὶ ἀπὸ σοῦ οὐ μὴ ἀποστραφῇ τὸ πρόσωπον τοῦ Θεοῦ. Ὡς σοὶ ὑπάρχοι κατὰ τὸ πλῆθος, ποίησον ἐξ αὐτῶν ἐλεημοσύνην· ἐὰν ὀλίγον σοι ὑπάρχῃ, κατὰ τὸ ὀλίγον μὴ φοβοῦ ποιεῖν ἐλεημοσύνην. Θέμα γὰρ ἀγαθὸν θησαυρίζεις σεαυτῷ εἰς ἡμέραν ἀνάγκης. Διότι ἐλεημοσύνη ἐκ θανάτου ῥύεται, καὶ οὐκ ἐᾴ εἰσελθεῖν εἰς τὸ σκότος. Δῶρον γὰρ ἀγαθόν ἐστιν ἐλεημοσύνη πᾶσι τοῖς ποιοῦσιν αὐτὴν ἐνώπιον τοῦ ὑψίστου. Πρόσεχε σεαυτῷ, παιδίον, ἀπὸ πάσης πορνείας, καὶ γυναῖκα πρῶτον λάβε ἀπὸ τοῦ σπέρματος τῶν πατέρων σου· μὴ λάβῃς γυναῖκα ἀλλοτρίαν, ἣ οὐκ ἔστιν ἐκ τῆς φυλῆς τοῦ πατέρος σου, διότι υἱοὶ προφητῶν ἐσμέν, Νῶε, Ἁβραάμ, Ἰσαάκ, Ἰακώβ. Οἱ πατέρες ἡμῶν ἀπὸ τοῦ αἰῶνος, μνήσθητι, παιδίον, ὅτι αὐτοὶ πάντες ἔλαβον γυναῖκας ἐκ τῶν ἀδελφῶν αὐτῶν, καὶ εὐλογήθησαν ἐν τοῖς τέκνοις αὐτῶν, καὶ τὸ σπέρμα αὐτῶν κληρονομήσει γῆν. Καὶ νῦν, παιδίον, ἀγάπα τοὺς ἀδελφούς σου, καὶ μὴ ὑπερηφανεύου τῇ καρδίᾳ σου ἀπὸ τῶν ἀδελφῶν σου, καὶ τῶν υἱῶν καὶ θυγατέρων τοῦ λαοῦ σου, λαβεῖν σεαυτῷ ἐξ αὐτῶν γυναῖκα· διότι ἐν τῇ ὑπερηφανίᾳ ἀπώλεια καὶ ἀκαταστασία πολλή, καὶ ἐν τῇ ἀχρειότητι ἐλάττωσις καὶ ἔνδεια μεγάλη· ἡ γὰρ ἀχρειότης μήτηρ ἐστὶ τοῦ λιμοῦ. Μισθὸς παντὸς ἀνθρώπου ὃς ἐὰν ἐργάσηται, παρὰ σοὶ μὴ αὐλισθήτω, ἀλλʼ ἀπόδος αὐτῷ παρʼ αὐτίκα· ἐὰν δουλεύσῃς τῷ Θεῷ, ἀποδοθήσεταί σοι· πρόσεχε σεαυτῷ, παιδίον, ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἴσθι πεπαιδευμένος ἐν πάσῃ ἀναστροφῇ σου. Καὶ ὃ μισεῖς, μηδενὶ ποιήσῃς· οἶνον εἰς μέθην μὴ πίῃς, καὶ μὴ πορευθήτω μετὰ σοῦ μέθη ἐν τῇ ὁδῷ σου. Ἐκ τοῦ ἄρτου σου δίδου πεινῶντι, καὶ ἐκ τῶν ἱματίων σου τοῖς γυμνοῖς· πᾶν ὃ ἐὰν περισσεύσῃ σοι, ποίει ἐλεημοσύνην, καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην. Εκχεον τοὺς ἄρτους σου ἐπὶ τὸν τάφον τῶν δικαίων, καὶ μὴ δῷς τοῖς ἁμαρτωλοῖς. Συμβουλίαν παρὰ παντὸς φρονίμου ζήτησον, καὶ μὴ καταφρονήσῃς ἐπὶ πάσης συμβουλίας χρησίμης.
8According to thy ability be merciful.—
9If thou have much give abundantly: if thou have a little, take care even so to bestow willingly a little.—
10For thus thou storest up to thyself a good reward for the day of necessity.—
11For alms deliver from all sin, and from death, and will not suffer the soul to go into darkness.—
12Alms shall be a great confidence before the most high God, to all them that give it.—
13Take heed to keep thyself, my son, from all fornication, and beside thy wife never endure to know a crime.—
14Never suffer pride to reign in thy mind, or in thy words: for from it all perdition took its beginning.—
15If any man hath done any work for thee, immediately pay him his hire, and let not the wages of thy hired servant stay with thee at all.—
16See thou never do to another what thou wouldst hate to have done to thee by another.—
17Eat thy bread with the hungry and the needy, and with thy garments cover the naked.—
18Lay out thy bread, and thy wine upon the burial of a just man, and do not eat and drink thereof with the wicked.—
19Seek counsel always of a wise man.Καὶ ἐν παντὶ καιρῷ εὐλόγει Κύριον τὸν Θεὸν, καὶ παρʼ αὐτοῦ αἴτησον, ὅπως αἱ ὁδοί σου εὐθεῖαι γένωνται, καὶ πᾶσαι αἱ τρίβοι καὶ βουλαὶ σου εὐοδωθῶσι· διότι πᾶν ἔθνος οὐκ ἔχει βουλὴν, ἀλλʼ αὐτὸς ὁ Κύριος δίδωσι πάντα τὰ ἀγαθὰ, καὶ ὃν ἐὰν θέλῃ, ταπεινοῖ καθὼς βούλεται· καὶ νῦν, παιδίον, μνημόνευε τῶν ἐντολῶν μου, καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου.
20Bless God at all times: and desire of him to direct thy ways, and that all thy counsels may abide in him.Καὶ νῦν ὑποδεικνύω σοι τὰ δέκα τάλαντα τοῦ ἀργυρίου, ἃ παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρία ἐν Ῥάγοις τῆς Μηδίας.
21I tell thee also, my son, that I lent ten talents of silver, while thou wast yet a child, to Gabelus, in Rages a city of the Medes, and I have a note of his hand with me:Καὶ μὴ φοβοῦ, παιδίον, ὅτι ἐπτωχεύσαμεν· ὑπάρχει σοι πολλὰ, ἐὰν φοβηθῇς τὸν Θεὸν, καὶ ἀποστῇς ἀπὸ πάσης ἁμαρτίας, καὶ ποιήσῃς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ.
22Now therefore inquire how thou mayst go to him, and receive of him the foresaid sum of money, and restore to him the note of his hand.—
23Fear not, my son: we lead indeed a poor life, but we shall have many good things if we fear God, and depart from all sin, and do that which is good.—

The Gospel and the saint of the day, every morning in your inbox

Begin each day close to Christ and his saints: the Gospel of the Mass and a life that inspires. Free; unsubscribe whenever you wish.

We’ll send an e-mail to confirm. Now and then, a notice from Fides Viva too. Unsubscribe with one click. Privacy

Thursday, October 29 · Gospel

Jesus laments over Jerusalem, which kills the prophets

The same day, there came some of the Pharisees, saying to him: Depart, and get thee hence, for Herod hath a mind to kill thee. And he said to them: Go and tell that fox, Behold, I cast out devils, and do cures today and…