Skip to content
FIDES VIVA
Comparison

Numbers 27

Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.

Numbers 27: Douay-Rheims and Septuagint (Sixtine edition, 1587)
Douay-RheimsSeptuagint (Sixtine edition, 1587)
1Then came the daughters of Salphaad, the son of Hepher, the son of Galaad, the son of Machir, the son of Manasses, who was the son of Joseph: and their names are Maala, and Noa, and Hegla, and Melcha, and Thersa.Καὶ προσελθοῦσαι αἱ θυγατέρες Σαλπαὰδ υἱοῦ Ὀφὲρ, υἱοῦ Γαλαὰδ, υἱοῦ Μαχιρ, τοῦ δήμου Μανασσῆ, τῶν υἱῶν Ἰωσὴφ, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν, Μααλὰ, καὶ Νουὰ, καὶ Ἐγλὰ, καὶ Μελχὰ, καὶ Θερσὰ,
2And they stood before Moses and Eleazar the priest, and all the princes of the people at the door of the tabernacle of the covenant, and said:καὶ στᾶσαι ἔναντι Μωυσῆ, καὶ ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως, καὶ ἔναντι τῶν ἀρχόντων, καὶ ἔναντι πάσης συναγωγῆς ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, λέγουσιν,
3Our father died in the desert, and was not in the sedition, that was raised against the Lord under Core, but he died in his own sin: and he had no male children. Why is his name taken away out of his family, because he had no son? Give us a possession among the kinsmen of our father.ὁ πατὴρ ἡμῶν ἀπέθανεν ἐν τῇ ἐρήμῳ, καὶ αὐτὸς οὐκ ἦν ἐν μέσῳ τῆς συναγωγῆς τῆς ἐπισυστάσης ἔναντι Κυρίου ἐν τῇ συναγωγῇ Κορὲ, ὅτι διʼ ἁμαρτίαν αὐτοῦ ἀπέθανε, καὶ υἱοὶ οὐκ ἐγένοντο αὐτῷ· μὴ ἐξαλειφθήτω τὸ ὄνομα τοῦ πατρὸς ἡμῶν ἐκ μέσου τοῦ δήμου αὐτοῦ, ὅτι οὐκ ἔστιν αὐτῷ υἱός· δότε ἡμῖν κατάσχεσιν ἐν μέσῳ ἀδελφῶν πατρὸς ἡμῶν.
4And Moses referred their cause to the judgment of the Lord.Καὶ προσήγαγε Μωυσῆν τὴν κρίσιν αὐτῶν ἔναντι Κυρίου.
5And the Lord said to him:Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν,
6The daughters of Salphaad demand a just thing: Give them a possession among their father’s kindred, and let them succeed him in his inheritance.λέγεν, ὀρθῶς θυγατέρες Σαλπαὰδ λελαλήκασι· δόμα δώσεις αὐταῖς κατάσχεσιν κληρονομίας ἐν μέσῳ ἀδελφῶν πατρὸς αὐτῶν, καὶ περιθήσεις τὸν κλῆρον τοῦ πατρὸς αὐτῶν αὐταῖς.
7And to the children of Israel thou shalt speak these things:Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις,
8When a man dieth without a son, his inheritance shall pass to his daughter.λέγων, ἄνθρωπος ἐὰν ἀποθάνῃ, καὶ υἱὸς μὴ ᾖ αὐτῷ, περιθήσετε τὴν κληρονομίαν αὐτοῦ τῇ θυγατρὶ αὐτοῦ·
9If he have no daughter, his brethren shall succeed him.Ἐὰν δὲ μὴ ᾖ θυγάτηρ αὐτῷ, δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ αὐτοῦ.
10And if he have no brethren, you shall give the inheritance to his father’s brethren.Ἐὰν δὲ μὴ ὦσιν αὐτῷ ἀδελφοὶ, δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ τοῦ πατρὸς αὐτοῦ.
11But if he have no uncles by the father, the inheritance shall be given to them that are the next akin. And this shall be to the children of Israel sacred by a perpetual law, as the Lord hath commanded Moses.Ἐὰν δὲ μὴ ὦσιν ἀδελφοὶ τοῦ πατρὸς αὐτοῦ, δώσετε τὴν κληρονομίαν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ, κληρονομῆσαι τὰ αὐτοῦ· καὶ ἔσται τοῦτο τοῖς υἱοῖς Ἰσραὴλ δικαίωμα κρίσεως, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.
12The Lord also said to Moses: Go up into this mountain Abarim, and view from thence the land which I will give to the children of Israel.Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἀνάβηθι εἰς τὸ ὄρος τὸ ἐν τῷ πέραν τοῦ Ἰορδάνου, τοῦτο τὸ ὄρος Ναβαὺ, καὶ ἴδε τὴν γῆν Χαναὰν, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ ἐν κατασχέσει.
13And when thou shalt have seen it, thou also shalt go to thy people, as thy brother Aaron is gone:Καὶ ὄψῃ αὐτὴν, καὶ προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σὺ, καθὰ προσετέθη Ἀαρὼν ὁ ἀδελφός σου ἐν Ὢρ τῷ ὄρει.
14Because you offended me in the desert of Sin in the contradiction of the multitude, neither would you sanctify me before them at the waters. These are the waters of contradiction in Cades of the desert of Sin.Διότι παρέβητε τὸ ῥῆμά μου ἐν τῇ ἐρήμῳ Σὶν, ἐν τῷ ἀντιπίπτειν τὴν συναγωγὴν ἁγιάσαι με, οὐχ ἡγιάσατέ με ἐπὶ τῷ ὕδατι ἔναντι αὐτῶν· τοῦτʼ ἔστι τὸ ὕδωρ ἀντιλογίας ἐν Κάδης ἐν τῇ ἐρήμῳ Σίν.
15And Moses answered him:Καὶ εἶπε Μωυσῆς πρὸς Κύριον,
16May the Lord the God of the spirits of all flesh provide a man, that may be over this multitude:ἐπισκεψάσθω Κύριος ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης,
17And may go out and in before them, and may lead them out, or bring them in: lest the people of the Lord be as sheep without a shepherd.ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτῶν, καὶ ὅστις εἰσελεύσεται πρὸ προσώπου αὐτῶν, καὶ ὅστις ἐξάξει αὐτοὺς, καὶ ὃστις εἰσάξει αὐτοὺς, καὶ οὐκ ἔσται ἡ συναγωγὴ Κυρίου ὡσεὶ πρόβατα οἷς οὐκ ἔστι ποιμήν.
18And the Lord said to him: Take Josue the son of Nun, a man in whom is the Spirit, and put thy hand upon him.Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, λάβε πρὸς σεαυτὸν Ἰησοῦν υἱὸν Ναυὴ, ἄνθρωπον ὃς ἔχει πνεῦμα ἐν ἑαυτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπʼ αὐτόν·
19And he shall stand before Eleazar the priest and all the multitude:Καὶ στήσεις αὐτὸν ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως, καὶ ἐντελῇ αὐτῷ ἔναντι πάσης συναγωγῆς, καὶ ἐντελῇ περὶ αὐτοῦ ἐναντίον αὐτῶν.
20And thou shalt give him precepts in the sight of all, and part of thy glory, that all the congregation of the children of Israel may hear him.Καὶ δώσεις τῆς δόξης σου ἐπʼ αὐτὸν, ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ.
21If any thing be to be done, Eleazar the priest shall consult the Lord for him. He and all the children of Israel with him, and the rest of the multitude shall go out and go in at his word.Καὶ ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως στήσεται, καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι Κυρίου· ἐπὶ τῷ στόματι αὐτοῦ ἐξελεύσονται, καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται αὐτὸς καὶ οἱ υἱοὶ Ἰσραὴλ ὁμοθυμαδὸν, καὶ πᾶσα ἡ συναγωγή.
22Moses did as the Lord had commanded. And when he had taken Josue, he set him before Eleazar the priest, and all the assembly of the people,Καὶ ἐποίησε Μωυσῆς καθὰ ἐνετείλατο αὐτῷ Κύριος· καὶ λαβὼν τὸν Ἰησοῦν, ἔστησεν αὐτὸν ἐναντίον Ἐλεάζαρ τοῦ ἱερέως, καὶ ἐναντίον πάσης συναγωγῆς,
23And laying his hands on his head, he repeated all things that the Lord had commanded.καὶ ἐπέθηκε τὰς χεῖρας αὐτοῦ ἐπʼ αὐτὸν, καὶ συνέστησεν αὐτὸν καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ.

The Gospel and the saint of the day, every morning in your inbox

Begin each day close to Christ and his saints: the Gospel of the Mass and a life that inspires. Free; unsubscribe whenever you wish.

We’ll send an e-mail to confirm. Now and then, a notice from Fides Viva too. Unsubscribe with one click. Privacy

Thursday, October 29 · Gospel

Jesus laments over Jerusalem, which kills the prophets

The same day, there came some of the Pharisees, saying to him: Depart, and get thee hence, for Herod hath a mind to kill thee. And he said to them: Go and tell that fox, Behold, I cast out devils, and do cures today and…