Comparison
Numbers 25
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And Israel at that time abode in Settim, and the people committed fornication with the daughters of Moab, | Καὶ κατέλυσεν Ἰσραὴλ ἐν Σαττεὶν, καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ. |
| 2 | Who called them to their sacrifices. And they ate of them, and adored their gods. | Καὶ ἐκάλεσαν αὐτοὺς εἰς τὰς θυσίας τῶν εἰδώλων αὐτῶν· καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν, καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν· |
| 3 | And Israel was initiated to Beelphegor: upon which the Lord being angry, | Καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγώρ· καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ. |
| 4 | Said to Moses: Take all the princes of the people, and hang them up on gibbets against the sun: that my fury may be turned away from Israel. | Καὶ εἶπε Κύριος τῷ Μωυσῇ, λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ, καὶ παραδειγμάτισον αὐτοὺς Κυρίῳ κατέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ Κυρίου ἀπὸ Ἰσραήλ. |
| 5 | And Moses said to the judges of Israel: Let every man kill his neighbours, that have been initiated to Beelphegor. | Καὶ εἶπε Μωυσῆς ταῖς φυλαῖς Ἰσραήλ, ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγώρ. |
| 6 | And behold one of the children of Israel went in before his brethren to a harlot of Madian, in the sight of Moses, and of all the children of Israel, who were weeping before the door of the tabernacle. | Καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ ἐλθὼν προσήγαγε τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανίτιν ἐναντίον Μωυσῆ, καὶ ἐναντίον πάσης συναγωγῆς υἱῶν Ἰσραήλ· αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. |
| 7 | And when Phinees the son of Eleazar the son of Aaron the priest saw it, he rose up from the midst; of the multitude, and taking a dagger, | Καὶ ἰδὼν Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως, ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς, καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ, |
| 8 | Went in after the Israelite into the brothel house, and thrust both of them through together, to wit, the man and the woman in the genital parts. And the scourge ceased from the children of Israel: | εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ Ἰσραηλίτου εἰς τὴν κάμινον, καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόν τε ἄνθρωπον τὸν Ἰσραηλίτην, καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν Ἰσραήλ. |
| 9 | And there were slain four and twenty thousand men. | Καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ, τέσσαρες καὶ εἴκοσι χιλιάδες. |
| 10 | And the Lord said to Moses: | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, |
| 11 | Phinees the son of Eleazar the son of Aaron the priest, hath turned away my wrath from the children of Israel: because he was moved with my zeal against them, that I myself might not destroy the children of Israel in my zeal. | Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ, ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ζήλῳ μου. |
| 12 | Therefore say to him: Behold I give him the peace of my covenant, | Οὕτως εἰπον, ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης, |
| 13 | And the covenant of the priesthood for ever shall be both to him and his seed, because he hath been zealous for his God, and hath made atonement for the wickedness of the children of Israel. | καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτὸν διαθήκη ἱερατείας αἰωνία, ἀνθʼ ὧν ἐζήλωσεν τῷ Θεῷ αὐτοῦ, καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ἰσραήλ. |
| 14 | And the name of the Israelite, was slain with the woman of Madian, was Zambri the son of Salu, a prince the kindred and tribe of Simeon. | Τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ἰσραηλείτου τοῦ πεπληγότος, ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος, Ζαμβρὶ, υἱὸς Σαλμὼν, ἄρχων οἴκου πατριᾶς τῶν Συμεών. |
| 15 | And the Madianite woman, that was slain with him, was called Cozbi the daughter of Sur, a most noble prince among the Madianites. | Καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ, Χασβὶ, θυγάτηρ Σοὺρ, ἄρχοντος ἔθνους Ὀμμὼθ· οἴκου πατριᾶς ἐστι τῶν Μαδιάμ. |
| 16 | And the Lord spoke to Moses, saying: | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, |
| 17 | Let the Madianites find you enemies, and slay you them: | ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτοὺς, |
| 18 | Because they also have acted like enemies against you, and have guilefully deceived you by the idol Phogor, and Cozbi their sister, a daughter of a prince of Madian, who was slain in the day the plague for the sacrilege of Phogor. | ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογὼρ, καὶ διὰ Χασβὶ θυγατέρα ἄρχοντος Μαδιὰμ ἀδελφὴν αὐτῶν, τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογώρ. |
