Comparison
Numbers 1
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And the Lord spoke to Moses in the desert of Sinai in the tabernacle of the covenant, the first day of the second month, the second year of their going out of Egypt, saying: | ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινᾷ, ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου, ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, λέγων, |
| 2 | Take the sum of all the congregation of the children of Israel by their families, and houses, and the names of every one, as many as are of the male sex, | λάβετε ἀρχὴν πάσης συναγωγῆς Ἰσραὴλ κατὰ συγγενείας, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν· |
| 3 | From twenty years old and upwards, of all the men of Israel fit for war, and you shall number them by their troops, thou and Aaron. | πᾶς ἄρσην ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ἰσραήλ, ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν· σὺ καὶ Ἀαρὼν ἐπισκέψασθε αὐτούς. |
| 4 | And there shall be with you the princes of the tribes, and of the houses in their kindreds, | Καὶ μεθʼ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων, κατʼ οἴκους πατριῶν ἔσονται. |
| 5 | Whose names are these: Of Ruben, Elisur the son of Sedeur. | Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἵτινες παραστήσονται μεθʼ ὑμῶν· τῶν Ῥουβὴν, Ἐλισοὺρ υἱὸς Σεδιούρ· |
| 6 | Of Simeon, Salamiel the son of Surisaddai. | Τῶν Συμεὼν, Σαλαμιὴλ υἱὸς Σουρισαδαί. |
| 7 | Of Juda, Nahasson the son of Aminadab. | Τῶν Ἰούδα, Ναασσὼν υἱὸς Ἀμιναδάβ. |
| 8 | Of Issachar, Nathanael the son of Suar. | Τῶν Ἰσσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ· |
| 9 | Of Zabulon, Eliab the son of Helon. | Τῶν Ζαβουλὼν, Ἐλιὰβ υἱὸς Χαιλών· Τῶν υἱῶν Ἰωσὴφ τῶν Ἐφραὶμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ· |
| 10 | And of the sons of Joseph: of Ephraim, Elisama the son of Ammiud: of Manasses, Gamaliel the son of Phadassur. | τῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασούρ. |
| 11 | Of Benjamin, Abidan the son of Gedeon. | Τῶν Βενιαμὶν, Ἀβιδὰν υἱὸς Γαδεωνί. |
| 12 | Of Dan, Ahiezer the son of Ammisaddai. | Τῶν Δὰν, Ἀχιέζερ υἱὸς Ἀμισαδαΐ. |
| 13 | Of Aser, Phegiel the son of Ochran. | Τῶν Ἀσὴρ, Φαγαϊὴλ, υἱὸς Ἐχράν. |
| 14 | Of Gad, Eliasaph the son of Duel. | Τῶν Γὰδ, Ἐλισὰφ υἱὸς Ῥαγουήλ. |
| 15 | Of Nephtali, Ahira the son of Enan. | Τῶν Νεφθαλὶ, Ἀχιρὲ υἱὸς Αἰνάν. |
| 16 | These are the most noble princes of the multitude by their tribes and kindreds, and the chiefs of the army of Israel: | Οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, ἄρχοντες τῶν φυλῶν κατὰ πατριὰς αὐτῶν, χιλίαρχοι Ἰσραήλ εἰσι. |
| 17 | Whom Moses and Aaron took with all the multitude of the common people: | Καὶ ἔλαβε Μωυσῆς καὶ Ἀαρὼν τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέντας ἐξ ὀνόματος. |
| 18 | And assembled them on the first day of the second month, reckoning them up by the kindreds, and houses, and families, and heads, and names of every one from twenty years old and upward, | Καὶ πᾶσαν τὴν συναγωγὴν συνήγαγον ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους· καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις αὐτῶν, κατὰ πατριὰς αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτῶν, |
| 19 | As the Lord had commanded Moses. And they were numbered in the desert of Sinai. | ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ· καὶ ἐπεσκέπησαν ἐν τῇ ἐρήμῳ τοῦ Σινά. |
| 20 | Of Ruben the eldest son of Israel, by their generations and families and houses and names of every head, all that were of the male sex, from twenty years old and upward, that were able to go forth to war, | Καὶ ἐγένοντο οἱ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραὴλ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, |
| 21 | Were forty-six thousand five hundred. | ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ῥουβὴν, ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. |
| 22 | Of the sons of Simeon by their generations and families, and houses of their kindreds, were reckoned up by the names and heads of every one, all that were of the male sex, from twenty years old and upward, that were able to go forth to war, | Τοῖς υἱοῖς Συμεὼν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, |
| 23 | Fifty-nine thousand three hundred. | ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Συμεὼν, ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι. |
| 24 | Of the sons of Gad, by their generations and families and houses of their kindreds were reckoned up by the names of every one from twenty years old and upward, all that were able to go forth to war, | Τοῖς υἱοῖς Ἰούδα κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, |
| 25 | Forty-five thousand six hundred and fifty. | ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἰούδα, τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι. |
| 26 | Of the sons of Juda, by their generations and families and houses of their kindreds, by the names of every one from twenty years old and upward, all that were able to go forth to war, | Τοῖς υἱοῖς Ἰσσάχαρ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, |
| 27 | Were reckoned up seventy-four thousand six hundred. | ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἰσσάχαρ, τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. |
| 28 | Of the sons of Issachar, by their generations and families and houses of their kindreds, by the names of every one from twenty years old and upward, all that could go forth to war, | Τοῖς υἱοῖς Ζαβουλὼν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, |
| 29 | Were reckoned up fifty-four thousand four hundred. | ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ζαβουλὼν, ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. |
| 30 | Of the sons of Zabulon, by the generations and families and houses of their kindreds, were reckoned up by the names of every one from twenty years old and upward, all that were able to go forth to war, | Τοῖς υἱοῖς Ἰωσὴφ υἱοῖς Ἐφραὶμ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, |
| 31 | Fifty-seven thousand four hundred. | ἡ ἐπίσκέψις αὐτῶν ἐκ τῆς φυλῆς Ἐφραὶμ, τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. |
| 32 | Of the sons of Joseph, namely, of the sons of Ephraim, by the generations and families and houses of their kindreds, were reckoned up by the names of every one, from twenty years old and upward, all that were able to go forth to war, | Τοῖς υἱοῖς Μανασσὴ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, |
| 33 | Forty thousand five hundred. | ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Μανασσὴ, δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι. |
| 34 | Moreover of the sons of Manasses, by the generations and families and houses of their kindreds, were reckoned up by the names of every one from twenty years old and upward, all that could go forth to war, | Τοῖς υἱοῖς Βενιαμὶν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, |
| 35 | Thirty-two thousand two hundred. | ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Βενιαμὶν, πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι. |
| 36 | Of the sons of Benjamin, by their generations and families and houses of their kindreds, were reckoned up by the names of every one from twenty years old and upward, all that were able to go forth to war, | Τοῖς υἱοῖς Γὰδ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, |
| 37 | Thirty-five thousand four hundred. | ἡ ἐπίσκεψις αὐτῶν· ἐκ τῆς φυλῆς Γὰδ, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα. |
| 38 | Of the sons of Dan, by their generations and families and houses of their kindreds, were reckoned up by the names of every one from twenty years old and upward, all that were able to go forth to war, | Τοῖς υἱοῖς Δὰν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, |
| 39 | Sixty-two thousand seven hundred. | ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Δὰν, δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι. |
| 40 | Of the sons of Aser, by their generations and families and houses of their kindreds, were reckoned up by the names of every one from twenty years old and upward, all that were able to go forth to war, | Τοῖς υἱοῖς Ἀσὴρ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, |
| 41 | Forty-one thousand and five hundred. | ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἀσὴρ, μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. |
| 42 | Of the sons of Nephtali, by their generations and families and houses of their kindreds, were reckoned up by the names of every one from twenty years old and upward, all that were able to go forth to war, | Τοῖς υἱοῖς Νεφθαλὶ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, |
| 43 | Fifty-three thousand four hundred. | ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Νεφθαλὶ, τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. |
| 44 | These era they who were numbered by Moses and Aaron, and the twelve princes of Israel, every one by the houses of their kindreds. | Αὕτη ἡ ἐπίσκεψις, ἣν ἐπεσκέψαντο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραὴλ δώδεκα ἄνδρες· ἀνὴρ εἷς κατὰ φυλὴν μίαν, κατὰ φυλὴν οἴκων πατριᾶς ἦσαν. |
| 45 | And the whole number of the children of Israel by their houses and families, from twenty years old and upward, that were able to go to war, | Καὶ ἐγένετο πᾶσα ἡ ἐπίσκεψις υἱῶν Ἰσραὴλ σὺν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραὴλ |
| 46 | Were six hundred and three thousand five hundred and fifty men. | ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα. |
| 47 | But the Levites in the tribes of their families were not numbered with them. | Οἱ δὲ Λευῖται ἐκ τῆς φυλῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς υἱοῖς Ἰσραήλ. |
| 48 | And the Lord spoke to Moses, saying: | καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, |
| 49 | Number not the tribe of Levi, neither shalt thou put down the sum of them with the children of Israel: | ὅρα, τὴν φυλὴν Λευὶ οὐ συνεπισκέψῃ, καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήμῃ, ἐν μέσῳ υἱῶν Ἰσραήλ. |
| 50 | But appoint them over the tabernacle of the testimony, and all the vessels thereof, and whatsoever pertaineth to the ceremonies. They shall carry the tabernacle and all the furniture thereof: and they shall minister, and shall encamp round about the tabernacle. | Καὶ σὺ ἐπίστησον τοὺς Λευίτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ· ἀροῦσιν αὐτοὶ τὴν σκηνὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς· καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ, καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσι. |
| 51 | When you are to go forward, the Levites shall take down the tabernacle: when you are to camp, they shall set it up. What stranger soever cometh to it, shall be slain. | Καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνὴν, καθελοῦσιν αὐτὴν οἱ Λευῖται, καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνὴν, ἀναστήσουσι· καὶ ὁ ἀλλογενῆς ὁ προσπορευόμενος ἀποθανέτω. |
| 52 | And the children of Israel shall camp every man by his troops and bands and army. | Καὶ παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ, ἀνὴρ ἐν τῇ ἑαυτοῦ τάξει, καὶ ἀνὴρ κατὰ τὴν ἑαυτοῦ ἡγεμονίαν, σὺν δυνάμει αὐτῶν. |
| 53 | But the Levites shall pitch their tents round about the tabernacle, lest there come indignation upon the multitude of the children of Israel, and they shall keep watch, and guard the tabernacle of the testimony. | Οἱ δὲ Λευῖται παρεμβαλλέτωσαν ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς Ἰσραήλ. καὶ φυλάξουσιν οἱ Λευῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου. |
| 54 | And the children of Israel did according to all things which the Lord had commanded Moses. | Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ, κατὰ πάντα ἃ ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ Ἀαρὼν, οὕτως ἐποίησαν. |
