Comparison
Numbers 2
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And the Lord spoke to Moses and Aaron, saying: | Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων, |
| 2 | All the children of Israel shall camp by their troops, ensigns, and standards, and the houses of their kindreds, round about the tabernacle of the covenant. | ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα, κατὰ σημαίας, κατʼ οἴκους πατριῶν αὐτῶν, παρεμβαλλέτωσαν οἱ υἱοὶ Ἰσραήλ ἐναντίοι· κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ. |
| 3 | On the east Juda shall pitch his tents by the bands of his army: and the prince of his sons shall be Nahasson the son of Aminadab. | Καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολὰς, τάγμα παρεμβολῆς Ἰούδα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰούδα, Ναασσὼν υἱὸς Ἀμιναδάβ. |
| 4 | And the whole sum of the fighting men of his stock, were seventy-four thousand six hundred. | Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι. |
| 5 | Next unto him they of the tribe of Issachar encamped, whose prince was Nathanael, the son of Suar. | Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ἰσσάχαρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰσσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ. |
| 6 | And the whole number of his fighting men were fifty-four thousand four hundred. | Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. |
| 7 | In the tribe of Zabulon the prince was Eliab the son of Helon. | Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλὼν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ζαβουλὼν, Ἑλιὰβ υἱὸς Χαιλών. |
| 8 | And all the army of fighting men of his stock, were fifty-seven thousand four hundred. | Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. |
| 9 | All that were numbered in the camp of Juda, were a hundred and eighty-six thousand four hundred: and they by their troops shall march first. | Πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ἰούδα, ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι, σὺν δυνάμει αὐτῶν πρῶτον ἐξαροῦσι. |
| 10 | In the camp of the sons of Ruben, on the south side, the prince shall be Elisur the son of Sedeur: | Τάγματα παρεμβολῆς Ῥουβὴν, πρὸς λίβα δύναμις αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν ʼΡουβὴν, Ἐλισοὺρ υἱὸς Σεδιούρ. |
| 11 | And the whole army of his fighting men, that were numbered, were forty-six thousand five hundred. | Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. |
| 12 | Beside him camped they of the tribe of Simeon: whose prince was Salamiel the son of Surisaddai. | Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεὼν, καὶ ὁ ἄρχων τῶν υἱῶν Συμεὼν, Σαλαμιὴλ υἱὸς Σουρισαδαί. |
| 13 | And the whole army of his fighting men, that were numbered, were fifty-nine thousand three hundred. | Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι. |
| 14 | In the tribe of Gad the prince was Eliasaph the son of Duel. | Καὶ οἱ παρεμβάλοντες ἐχόμενοι αὐτοῦ φυλὴ Γὰδ, καὶ ὁ ἄρχων τῶν υἱῶν Γὰδ, Ἑλισὰφ υἱὸς Ῥαγουήλ. |
| 15 | And the whole army of his fighting men that were numbered, were forty-five thousand six hundred and fifty. | Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα. |
| 16 | All that were reckoned up in the camp of Ruben, were a hundred and fifty-one thousand four hundred and fifty, by their troops: they shall march in the second place. | Πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ῥουβὴν, ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα, σὺν δυνάμει αὐτῶν δεύτεροι ἐξαροῦσι. |
| 17 | And the tabernacle of the testimony shall be carried by the officers of the Levites and their troops. As it shall be set up, so shall it be taken down. Every one shall march according to their places, and ranks. | Καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ ἡ παρεμβολὴ τῶν Λευιτῶν μέσον τῶν παρεμβολῶν· ὡς καὶ παρεμβαλοῦσιν, οὕτω καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθʼ ἡγεμονίας. |
| 18 | On the west side shall be the camp of the sons of Ephraim, whose prince was Elisama, the son of Ammiud. | Τάγμα παρεμβολῆς Ἐφραὶμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἐφραὶμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ. |
| 19 | The whole army of his fighting men, that were numbered, were forty thousand five hundred. | Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. |
| 20 | And with them the tribe of the sons of Manasses, whose prince was Gamaliel the son of Phadassur. | Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασσῆ, καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασσούρ. |
| 21 | And the whole army of his fighting men, that were numbered, were thirty-two thousand two hundred. | Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι. |
| 22 | In the tribe of the sons of Benjamin the prince was Abidan the son of Gedeon. | Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Βενιαμὶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Βενιαμὶν, Ἀβιδὰν υἱὸς Γαδεωνί. |
| 23 | And the whole army of his fighting men, that were reckoned up, were thirty-five thousand four hundred. | Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι. |
| 24 | All that were numbered in the camp of Ephraim, were a hundred and eight thousand one hundred by their troops: they shall march in the third place. | Πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ἐφραὶμ, ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατὸν· σὺν δυνάμει αὐτῶν τρίτοι ἐξαροῦσι. |
| 25 | On the north side camped the sons of Dan: whose prince was Ahiezar the son of Ammisaddai. | Τάγμα παρεμβολῆς Δὰν πρὸς βοῤῥᾶν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Δὰν, Ἀχιέζερ υἱὸς Ἀμισαδαί. |
| 26 | The whole army of his fighting men, that were numbered, were sixty-two thousand seven hundred. | Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι. |
| 27 | Beside him they of the tribe of Aser pitched their tents: whose prince was Phegiel the son of Ochran. | Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλὴ Ἀσὴρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἀσὴρ, Φαγεὴλ υἱὸς Ἐχράν. |
| 28 | The whole army of his fighting men, that were numbered, were forty-one thousand five hundred. | Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. |
| 29 | Of the tribe of the sons of Nephtali the prince was Ahira the son of Enan. | Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Νεφθαλί, καὶ ὁ ἄρχων τῶν υἱῶν Νεφθαλὶ, Ἀχιρὲ υἱὸς Αἰνάν. |
| 30 | The whole army of his fighting men, were fifty-three thousand four hundred. | Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. |
| 31 | All that were numbered in the camp of Dan, were a hundred and fifty-seven thousand six hundred: and they shall march last. | Πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Δὰν, ἑκατὸν καὶ πεντηκονταεπτὰ χιλιάδες καὶ ἑξακόσιοι· ἔσχατοι ἐξαροῦσι κατὰ τάγμα αὐτῶν. |
| 32 | This is the number of the children of Israel, of their army divided according to the houses of their kindreds and their troops, six hundred and three thousand five hundred and fifty. | Αὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν Ἰσραὴλ κατʼ οἴκους πατριῶν αὐτῶν· πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν, ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα. |
| 33 | And the Levites were not numbered among the children of Israel: for so the Lord had commanded Moses. | Οἱ δὲ Λευῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ. |
| 34 | And the children of Israel did according to all things that the Lord had commanded. They camped by their troops, and marched by the families and houses of their fathers. | Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ πάντα ὅσα συνέταξε Κύριος τῷ Μωυσῇ· οὕτω παρενέβαλον κατὰ τάγμα αὐτῶν, καὶ οὕτως ἐξῇρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν. |
