Comparison
Hosea 12
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Ephraim feedeth on the wind, and followeth the burning heat: all the day long he multiplied lies and desolation: and he hath made a covenant with the Assyrians, and carried oil into Egypt. | Ἐκύκλωσέ με ἐν ψεύδει Ἐφραὶμ, καὶ ἐν ἀσεβείαις οἶκος Ἰσραὴλ, καὶ Ἰούδα· νῦν ἔγνω αὐτοὺς ὁ Θεὸς, καὶ ὁ λαὸς ἅγιος κεκλήσεται Θεοῦ. |
| 2 | Therefore there is a judgment of the Lord with Juda, and a visitation for Jacob: he will render to him according to his ways, and according to his devices. | Ὁ δὲ Ἐφραὶμ πονηρὸν πνεῦμα, ἐδίωξε καύσωνα ὅλην τὴν ἡμέραν· κενὰ καὶ μάταια ἐπλήθυνε, καὶ διαθήκην μετὰ Ἀσσυρίων διέθετο, καὶ ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο. |
| 3 | In the womb he supplanted his brother: and by his strength he had success with an angel. | Καὶ κρίσις τῷ Κυρίῳ πρὸς Ἰούδαν, τοῦ ἐκδικῆσαι τὸν Ἰακώβ· κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀποδώσει αὐτῷ. |
| 4 | And he prevailed over the angel, and was strengthened: he wept, and made supplication to him: he found him in Bethel, and there he spoke with us. | Ἐν τῇ κοιλίᾳ ἐπτέρνισε τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσε πρὸς Θεόν. |
| 5 | Even the Lord the God of hosts, the Lord is his memorial. | Καὶ ἐνίσχυσε μετὰ ἀγγέλου, καὶ ἠδυνάσθη· ἔκλαυσαν, καὶ ἐδεήθησάν μου· ἐν τῷ οἴκῳ Ὦν εὕροσάν με, καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς. |
| 6 | Therefore turn thou to thy God: keep mercy and judgment, and hope in thy God always. | Ὁ δὲ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ. |
| 7 | He is like Chanaan, there is a deceitful balance in his hand, he hath loved oppression. | Καὶ σὺ ἐν Θεῷ σου ἐπιστρέψεις, ἔλεον καὶ κρίμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διαπαντός. |
| 8 | And Ephraim said: But yet I am become rich, I have found me an idol: all my labours shall not find me the iniquity that I have committed. | Χαναὰν, ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας, καταδυναστεύειν ἠγάπησε. |
| 9 | And I that am the Lord thy God from the land of Egypt, will yet cause thee to dwell in tabernacles, as in the days of the feast. | Καὶ εἶπεν Ἐφραὶμ, πλὴν πεπλούτηκα, εὕρηκα ἀναψυχὴν ἐμαυτῷ· πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ, διʼ ἀδικίας ἃς ἥμαρτεν. |
| 10 | And I have spoken by the prophets, and I have multiplied visions, and I have used similitudes by the ministry of the prophets. | Ἐγὼ δὲ Κύριος ὁ Θεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἔτι κατοικιῶ σε ἐν σκηναῖς, καθὼς ἡμέραι ἑορτῆς. |
| 11 | If Galaad be an idol, then in vain were they in Galgal offering sacrifices with bullocks: for their altars also are as heaps in the furrows of the field. | Καὶ λαλήσω πρὸς προφήτας, καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. |
| 12 | Jacob fled into the country of Syria, and Israel served for a wife, and was a keeper for a wife. | Εἰ μὴ Γαλαάδ ἐστιν, ἄρα ψευδεῖς ἦσαν ἐν Γαλαὰδ ἄρχοντες θυσιάζοντες, καὶ τὰ θυσιαστήρια αὐτῶν, ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ. |
| 13 | But the Lord by a prophet brought Israel out of Egypt: and he was preserved by a prophet. | Καὶ ἀνεχώρησεν Ἰακὼβ εἰς πεδίον Συρίας, καὶ ἐδούλευσεν Ἰσραὴλ ἐν γυναικὶ, καὶ γυναικὶ ἐφυλάξατο. |
| 14 | Ephraim hath provoked me to wrath with his bitterness, and his blood shall come upon him, and his Lord will render his reproach unto him. | Καὶ ἐν προφήτῃ ἀνήγαγεν Κύριος τὸν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, καὶ ἐν προφήτῃ διεφυλάχθη. |
