Comparison
Hosea 10
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Israel a vine full of branches, the fruit is agreeable to it: according to the multitude of his fruit he hath multiplied altars, according to the plenty of his land he hath abounded with idols. | Ἄμπελος εὐκηματοῦσα Ἰσραὴλ, ὁ καρπὸς εὐθηνῶν αὐτῆς· κατὰ τὸ πλῆθος τῶν καρπῶν αὐτῆς, ἐπλήθυνε τὰ θυσιαστήρια· κατὰ τὰ ἀγαθὰ τῆς γῆς αὐτοῦ, ᾠκοδόμησε στήλας. |
| 2 | Their heart is divided: now they shall perish: he shall break down their idols, he shall destroy their altars. | Ἐμέρισαν καρδίας αὐτῶν, νῦν ἀφανισθήσονται· αὐτὸς κατασκάψει τὰ θυσιαστήρια αὐτῶν, ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν. |
| 3 | For now they shall say: We have no king: because we fear not the Lord: and what shall a king do to us? | Διότι νῦν ἐροῦσιν, οὐκ ἔστι βασιλεὺς ἡμῖν, ὅτι οὐκ ἐφοβήθημεν τὸν Κύριον· ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖν, |
| 4 | You speak words of an unprofitable vision, and you shall make a covenant: and judgment shall spring up as bitterness in the furrows of the field. | λαλῶν ῥήματα προφάσεις ψευδεῖς; διαθήσεται διαθήκην, ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦ. |
| 5 | The inhabitants of Samaria have worshipped the king of Bethaven: for the people thereof have mourned over it, and the wardens of its temple that rejoiced over it in its glory because it is departed from it. | Τῷ μόσχῳ τοῦ οἴκου Ὦν παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν, ὅτι ἐπένθησε λαὸς αὐτοῦ ἐπʼ αὐτόν· καὶ καθὼς παρεπίκραναν αὐτὸν, ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ, ὅτι μετῳκίσθη ἀπʼ αὐτοῦ. |
| 6 | For itself also is carried into Assyria, a present to the avenging king: shame shall fall upon Ephraim, and Israel shall be confounded in his own will. | Καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες, ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ἰαρείμ· ἐν δόματι Ἐφραὶμ δέξεται, καὶ αἰσχυνθήσεται Ἰσραὴλ ἐν τῇ βουλῇ αὐτοῦ. |
| 7 | Samaria hath made her king to pass as froth upon the face of the water. | Ἀπέῤῥιψεν Σαμάρεια βασιλέα αὐτῆς ὡς φρύγανον ἐπὶ προσώπου ὕδατος· |
| 8 | And the high places of the idol, the sin of Israel shall be destroyed: the bur and the thistle shall grow up over their altars: and they shall say to the mountains: Cover us; and to the hills: Fall upon us. | Καὶ ἐξαρθήσονται βωμοὶ Ὦν ἁμαρτήματα τοῦ Ἰσραὴλ, ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτῶν· καὶ ἐροῦσι τοῖς ὄρεσι, καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς, πέσατε ἐφʼ ἡμᾶς. |
| 9 | From the days of Gabaa, Israel hath sinned, there they stood: the battle in Gabaa against the children of iniquity shall not overtake them. | Ἀφʼ οὗ οἱ βουνοὶ, ἥμαρτεν Ἰσραήλ, ἐκεῖ ἔστησαν· οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τὲκνα ἀδικίας |
| 10 | According to my desire I will chastise them: and the nations shall be gathered together against them, when they shall be chastised for their two iniquities. | παιδεῦσαι αὐτούς· καὶ συναχθήσονται ἐπʼ αὐτοὺς λαοὶ, ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν. |
| 11 | Ephraim is a heifer taught to love to tread out corn, but I passed over upon the beauty of her neck: I will ride upon Ephraim, Juda shall plough, Jacob shall break the furrows for himself. | Ἐφραὶμ δάμαλις δεδιδαγμένη ἀγαπᾷν νῖκος, ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς· ἐπιβιβῶ Ἐφραὶμ, παρασιωπήσομαι Ἰούδαν, ἐνισχύσει αὐτῷ Ἰακώβ. |
| 12 | Sow for yourselves in justice, and reap in the mouth of mercy, break up your fallow ground: but the time to seek the Lord is, when he shall come that shall teach you justice. | Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ἐκζητήσατε τὸν Κύριον ἕως τοῦ ἐλθεῖν γεννήματα δικαιοσύνης ὑμῖν. |
| 13 | You have ploughed wickedness, you have reaped iniquity, you have eaten the fruit of lying: because thou hast trusted in thy ways, in the multitude of thy strong ones. | Ἱνατί παρεσιωπήσατε ἀσέβειαν, καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε; ἐφάγετε καρπὸν ψευδῆ, ὅτι ἤλπισας ἐν τοῖς ἁμαρτήμασί σου, ἐν πλήθει δυνάμεώς σου. |
| 14 | A tumult shall arise among thy people: and all thy fortresses shall be destroyed as Salmana was destroyed, by the house of him that judged Baal in the day of battle, the mother being dashed in pieces upon her children. | Καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται· ὡς ἄρχεν Σαλαμὰν ἐκ τοῦ οἴκου τοῦ Ἱεροβοὰμ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, |
| 15 | So hath Bethel done to you, because of the evil of your iniquities. | οὕτως ποιήσω ὑμῖν οἶκος τοῦ Ἰσραὴλ ἀπὸ προσώπου ἀδικίας κακιῶν ὑμῶν. |
