Comparison
1 Chronicles 5
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Now the sons of Ruben the firstborn of Israel, (for he was his firstborn: but forasmuch as he defiled his father’s bed, his first birthright was given to the sons of Joseph the son of Israel, and he was not accounted for the firstborn. | Καὶ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ· ὅτι οὗτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκεν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ἰωσὴφ υἱῷ Ἰσραήλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτοκεῖα, |
| 2 | But of the race of Juda, who was the strongest among his brethren, came the princes: but the first birthright was accounted to Joseph.) | ὅτι Ἰούδας δυνατὸς ἰσχύι καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ ἡ εὐλογία τοῦ Ἰωσήφ· |
| 3 | The sons then of Ruben the firstborn of Israel were Enoch, and Phallu, Esron, and Charmi. | Υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραὴλ, Ἐνὼχ, καὶ Φαλλοὺς, Ἀσρὼμ, καὶ Χαρμί. |
| 4 | The sons of Joel: Samaia his son, Gog his son, Semei his son, | Υἱοὶ Ἰωὴλ, Σεμεῒ, καὶ Βαναία υἱὸς αὐτοῦ· καὶ υἱοὶ Γοὺγ υἱοῦ Σεμεῒ, |
| 5 | Micha his son, Reia his son, Baal his son, | υἱὸς αὐτοῦ Μιχὰ, υἱὸς αὐτοῦ Ῥηχά, υἱὸς αὐτοῦ Ἰωὴλ, |
| 6 | Beera his son, whom Thelgathphalnasar king of the Assyrians carried away captive, and he was prince in the tribe of Ruben. | υἱὸς αὐτοῦ Βεὴλ, ὃν μετῴκισε Θαγλαφαλλασὰρ βασιλεὺς Ἀσσούρ· οὗτος ἄρχων τῶν Ῥουβήν. |
| 7 | And his brethren, and all his kindred, when they were numbered by their families, had for princes Jehiel, and Zacharias. | Καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατρίδι αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν, ὁ ἄρχων Ἰωὴλ, καὶ Ζαχαρία, |
| 8 | And Bala the son of Azaz, the son of Samma, the son of Joel, dwelt in Aroer as far as Nebo, and Beelmeon. | καὶ Βαλὲκ υἱὸς Ἀζοὺζ, υἱὸς Σαμὰ, υἱὸς Ἰωήλ· οὗτος κατῴκησεν ἐν Ἀροὴρ, καὶ ἐπὶ Ναβαῦ, καὶ Βεελμασσών. |
| 9 | And eastward he had his habitation as far as the entrance of the desert, and the river Euphrates. For they possessed a great number of cattle in the land of Galaad. | Καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου, ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλαάδ. |
| 10 | And in the days of Saul they fought against the Agarites, and slew them, and dwelt in their tents in their stead, in all the country, that looketh to the east of Galaad. | Καὶ ἐν ἡμέραις Σαοὺλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς αὐτῶν πάντες κατʼ ἀνατολὰς τῆς Γαλαάδ. |
| 11 | And the children of Gad dwelt over against them in the land of Basan, as far as Selcha: | Υἱοὶ Γὰδ κατέναντι αὐτῶν κατῴκησαν ἐν γῇ Βασὰν ἕως Σελά· |
| 12 | Johel the chief, and Saphan the second: and Janai, and Saphat in Basan. | Ἰωὴλ πρωτότοκος, καὶ Σαφὰμ ὁ δεύτερος, καὶ Ἰανὶν ὁ γραμματεὺς ἐν Βασάν. |
| 13 | And their brethren according to the houses of their kindreds, were Michael, and Mosollam, and Sebe, and Jorai, and Jacan, and Zie, and Heber, seven. | Καὶ οἱ ἀδελφοὶ αὐτῶν κατʼ οἴκους πατριῶν αὐτῶν, Μιχαὴλ, Μοσολλὰμ, καὶ Σεβεὲ, καὶ Ἰωρεὲ, καὶ Ἰωαχὰν, καὶ Ζουὲ, καὶ Ὠβὴδ, ἑπτά. |
| 14 | These were the sons of Abihail, the son of Hurl, the son of Jara, the son of Galaad, the son of Michael, the son of Jesisi, the son of Jeddo, the son of But. | Οὗτοι υἱοὶ Ἀβιχαία υἱοῦ Οὐρὶ, υἱοῦ Ἰδαῒ, υἱοῦ Γαλαὰδ, υἱοῦ Μιχαὴλ, υἱοῦ Ἰεσαῒ, υἱοῦ Ἰεδδαῒ, υἱοῦ Βοὺζ ἀδελφοῦ |
| 15 | And their brethren the sons of Abdiel, the son of Guni, chief of the house in their families, | υἱοῦ Ἀβδιὴλ, υἱοῦ Γουνὶ, ἄρχων οἴκου πατριῶν. |
| 16 | And they dwelt in Galaad, and in Basan and in the towns thereof, and in all the suburbs of Saron, unto the borders. | Κατῴκουν ἐν Γαλαὰδ, ἐν Βασὰν, καὶ ἐν ταῖς κώμαις αὐτῶν, καὶ πάντα τὰ περίχωρα Σαρὼν ἕως ἐξόδου. |
| 17 | All these were numbered in the days of Joathan king of Juda, and in the days of Jeroboam king of Israel. | Πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ἰωάθαμ βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ βασιλέως Ἰσραήλ. |
| 18 | The sons of Ruben, and of Gad, and of the half tribe of Manasses, fighting men, bearing shields, and swords, and bending the bow, and trained up to battles, four and forty thousand seven hundred and threescore that went out to war. | Υἱοὶ Ῥουβὴν καὶ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασσῆ ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν, καὶ τείνοντες τόξον, καὶ δεδιδαγμένοι πόλεμον, τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν. |
| 19 | They fought against the Agarites: but the Itureans, and Naphis, and Nodab, | Καὶ ἐποίουν πόλεμον μετὰ τῶν Ἀγαρηνῶν, καὶ Ἰτουραίων, καὶ Ναφισαίων, καὶ Ναδαβαίων, |
| 20 | Gave them help. And the Agarites were delivered into their hands, and all that were with them, because they called upon God in the battle: and he heard them, because they had put their faith in him. | καὶ κατίσχυσαν ἐπʼ αὐτῶν· καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν Ἀγαραῖοι, καὶ πάντα τὰ σκηνώματα αὐτῶν, ὅτι πρὸς τὸν Θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ, καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἤλπισαν ἐπʼ αὐτόν. |
| 21 | And they took all that they possessed, of camels fifty thousand, and of sheep two hundred and fifty thousand, and of asses two thousand, and of men a hundred thousand souls. | Καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν, καμήλους πεντακισχιλίας, καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους, καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας. |
| 22 | And many fell down slain: for it was the battle of the Lord. And they dwelt in their stead till the captivity. | Ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ Θεοῦ ὁ πόλεμος· καὶ κατῴκησαν ἀντʼ αὐτῶν ἕως μετοικεσίας. |
| 23 | And the children of the half tribe of Manasses possessed the land, from the borders of Basan unto Baal, Hermon, and Sanir, and mount Hermon, for their number was great. | Καὶ οἱ ἡμίσεις φυλῆς Μανασσῆ κατῴκησαν ἀπὸ Βασὰν ἕως Βαὰλ, Ἐρμὼν, καὶ Σανὶρ, καὶ ὄρος Ἀερμών· καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν. |
| 24 | And these were the heads of the house of their kindred, Epher, and Jesi, and Eliel, and Esriel, and Jeremia, and Odoia, and Jediel, most valiant and powerful men, and famous chiefs in their families. | Καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν· Ὀφὲρ, καὶ Σεῒ, καὶ Ἐλιὴλ, καὶ Ἱερεμία, καὶ Ὠδουΐα, καὶ Ἰεδιήλ· ἄνδρες ἰσχυροὶ δυνάμει, ἄνδρες ὀνομαστοὶ, ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν. |
| 25 | But they forsook the God of their fathers, and went astray after the gods of the people of the land, whom God destroyed before them. | Καὶ ἠθέτησαν ἐν Θεῷ πατέρων αὐτῶν, καὶ ἐπόρνευσαν ὀπίσω θεῶν τῶν λαῶν τῆς γῆς, οὓς ἐξῇρεν ὁ Θεὸς ἀπὸ προσώπου αὐτῶν. |
| 26 | And the God of Israel stirred up the spirit of Phul king of the Assyrians, and the spirit of Thelgathphalnasar king of Assur: and he carried away Ruben, and Gad, and the half tribe of Manasses, and brought them to Lahela, and to Habor, and to Ara, and to the river of Gozan, unto this day. | Καὶ ἐπήγειρεν ὁ Θεὸς Ἰσραὴλ τὸ πνεῦμα Φαλὼχ βασιλέως Ἀσσοὺρ, καὶ τὸ πνεῦμα Θαγλαφαλλασὰρ βασιλέως Ἀσσοὺρ, καὶ μετῴκισε τὸν Ῥουβὴν, καὶ τὸν Γαδδὶ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, καὶ ἤγαγεν αὐτοὺς εἰς Χαὰχ, καὶ Χαβὼρ, καὶ ἐπὶ ποταμὸν Γωζὰν ἕως τῆς ἡμέρας ταύτης. |
