Comparison
1 Chronicles 25
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Moreover David and the chief. officers of the army separated for the ministry the sons of Asaph, and of Heman, and of Idithun: to prophesy with harps, and with psalteries, and with cymbals according to their number serving in their appointed office. | Καὶ ἔστησε Δαυεὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺν, τοὺς ἀποφεγγομένους ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν κυμβάλοις· καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν. |
| 2 | Of the sons of Asaph: Zacchur, and Joseph, and Nathania, and Asarela, sons of Asaph: under the hand of Asaph prophesying near the king. | Υἱοὶ Ἀσάφ, Σακχοὺρ, Ἰωσὴφ, καὶ Ναθαυίας, καὶ Ἐραήλ· υἱοὶ Ἀσὰφ ἐχόμενοι τοῦ βασιλέως. |
| 3 | And of Idithun: the sons of Idithun, Godolias, Serf, Jeseias, and Hasabias, and Mathathias, six, under the hand of their father Idithun, who prophesied with a harp to give thanks and to praise the Lord. | Τῷ Ἰδιθοὺν, υἱοὶ Ἰδιθοὺν, Τοδολίας, καὶ Σουρὶ, καὶ Ἰσέας, καὶ Ἀσαβίας, καὶ Ματθαθίας, ἕξ μετὰ τὸν πατέρα αὐτῶν Ἰδιθὺν, ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ κυρίῳ. |
| 4 | Of Heman also: the sons of Heman, Bocciau, Mathaniau, Oziel, Subuel, and Jerimoth, Hananias, Hanani, Eliatha, Geddelthi, and Romemthiezer, and Jesbacassa, Mellothi, Othir, Mahazioth: | Τῷ Αἰμὰν, υἱοὶ Αἰμὰν, Βουκίας, καὶ Ματθανίας, καὶ Ὀζιὴλ, καὶ Σουβαὴλ, καὶ Ἰεριμὼθ, καὶ Ἀνανίας, καὶ Ἀνὰν, καὶ Ἑλιαθὰ, καὶ Γοδολλαθὶ, καὶ Ῥωμετθιέζερ, καὶ Ἰεσβασακὰ, καὶ Μαλλιθὶ, καὶ Ὠθηρὶ, καὶ Μεαζώθ. |
| 5 | All these were the sons of Heman the seer of the king in the words of God, to lift up the horn: and God gave to Heman fourteen sons and three daughters. | Πάντες οὗτοι υἱοὶ τῷ Αἰμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις Θεοῦ, ὑψῶσαι κέρας· καὶ ἔδωκεν ὁ Θεὸς τῷ Αἰμὰν υἱοὺς τεσσαρεσκαίδεκα, καὶ θυγατέρας τρεῖς. |
| 6 | All these under their father’s hand were distributed to sing in the temple of the Lord, with cymbals, and psalteries and harps, for the service of the house of the Lord near the king: to wit, Asaph, and Idithun, and Heman. | Πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ Θεοῦ, ἐν κυμβάλοις, καὶ ἐν νάβλαις, καὶ ἐν κινύραις εἰς τὴν δουλείαν οἴκου τοῦ Θεοῦ, ἐχόμενα τοῦ βασιλέως, καὶ Ἀσὰφ, καὶ Ἰδιθοὺν, καὶ Αἱμάν. |
| 7 | And the number of them with their brethren, that taught the song of the Lord, all the teachers, were two hundred and eighty-eight, | Καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν δεδιδαγμένοι ᾄδειν Κυρίῳ πᾶς συνιὼν, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ. |
| 8 | And they cast lots by their courses, the elder equally with the younger, the learned and the unlearned together. | Καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν τελείων καὶ μανθανόντων. |
| 9 | And the first lot came forth to Joseph, who was of Asaph. The second to Godolias, to him and his sons, and his brethren twelve. | Καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὑτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ Ἀσὰφ τοῦ Ἰωσὴφ, Γοδολίας· ὁ δεύτερος Ἡνεία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 10 | The third to Zachur, to his sons and his brethren twelve. | Ὁ τρίτος Ζακχοὺρ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 11 | The fourth to Isari, to his sons and his brethren twelve. | Ὁ τέταρτος Ἰεσρὶ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 12 | The fifth to Nathania, to his sons and his brethren twelve. | Ὁ πέμπτος Νάθαν, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 13 | The sixth to Bocciau, to his sons and his brethren twelve. | Ὁ ἕκτος Βουκίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 14 | The seventh to Isreela, to his sons and his brethren twelve. | Ὁ ἕβδομος Ἰσεριὴλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 15 | The eighth to Jesaia, to his sons and his brethren twelve. | Ὁ ὄγδοος Ἰωσία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 16 | The ninth to Mathanaias, to his sons and his brethren twelve. | Ὁ ἔννατος Ματθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 17 | The tenth to Semeias, to his sons and his brethren twelve. | Ὁ δέκατος Σεμεΐα, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 18 | The eleventh to Azareel, to his sons and his brethren twelve. | Ὁ ἑνδέκατος Ἀσριὴλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 19 | The twelfth to Hasabia, to his sons and his brethren twelve. | Ὁ δωδέκατος Ἀσαβία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 20 | The thirteenth to Subael, to his sons and his brethren twelve. | Ὁ τρισκαιδέκατος Σουβαὴλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 21 | The fourteenth to Mathathias, to his sons and his brethren twelve. | Ὁ τεσσαρεσκαιδέκατος Ματθαθίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 22 | The fifteenth to Jerimoth, to his sons and his brethren twelve. | Ὁ πεντεκαιδέκατος Ἰεριμὼθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 23 | The sixteenth to Hananias, to his sons and his brethren twelve. | Ὁ ἑκκαιδέκατος Ἁνανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 24 | The seventeenth to Jesbacassa, to his sons and his brethren twelve. | Ὁ ἑπτακαιδέκατος Ἰεσβασακὰ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 25 | The eighteenth to Hanani, to his sons and his brethren twelve. | Ὁ ὀκτωκαιδέκατος Ἀνανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 26 | The nineteenth to Mellothi, to his sons and his brethren twelve. | Ὁ ἐννεακαιδέκατος Μαλλιθὶ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 27 | The twentieth to Eliatha, to his sons and his brethren twelve. | Ὁ εἰκοστὸς Ἑλιαθὰ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 28 | The one and twentieth to Othir, to his sons and his brethren twelve. | Ὁ εἰκοστὸς πρῶτος Ὠθηρὶ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 29 | The two and twentieth to Geddelthi, to his sons and his brethren twelve. | Ὁ εἰκοστὸς δεύτερος Γοδολλαθὶ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 30 | The three and twentieth to Mahazioth, to his sons and his brethren twelve. | Ὁ εἰκοστὸς τρίτος Μεαζὼθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
| 31 | The four and twentieth to Romemthiezer, to his sons and his brethren twelve. | Ὁ εἰκοστὸς τέταρτος Ῥωμετθιέζερ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο· |
