Comparaison
Zacharie 2
Crampon et Septante (édition sixtine, 1587), verset par verset.
| Crampon | Septante (édition sixtine, 1587) | |
|---|---|---|
| LXX 1,1 | — | ἘΝ τῷ ὀγδόῳ μηνὶ, ἔτους δευτέρου ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην, λέγων, |
| LXX 1,2 | — | Ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην· |
| LXX 1,3 | — | καὶ ἐρεῖς πρὸς αὐτοῦς, τάδε λέγει Κύριος παντοκράτωρ, ἐπιστρέψατε πρὸς μὲ, λέγει Κύριος τῶν δυνάμεων, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος τῶν δυνάμεων. |
| LXX 1,4 | — | Καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται ἔμπροσθεν λέγοντες, τάδε λέγει Κύριος παντοκράτωρ, ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν, καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν· καὶ οὐκ εἰσήκουσαν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει Κύριος. |
| LXX 1,5 | — | Οἱ πατέρες ὑμῶν ποῦ εἰσι καὶ οἱ προφῆται; μὴ τὸν αἰῶνα ζήσονται; |
| LXX 1,6 | — | Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν· καὶ ἀπεκρίθησαν, καὶ εἶπαν, καθὼς παρατέτακται Κύριος παντοκράτωρ τοῦ ποιῆσαι ἡμῖν κατὰ τὰς ὁδοὺς ἡμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ἡμῶν, οὕτως ἐποίησεν ἡμῖν. |
| LXX 1,7 | — | Τῇ τετράδι καὶ εἰκάδι, τῷ ἑνδεκάτῳ μηνὶ, οὗτός ἐστιν ὁ μὴν Σαβὰτ, ἐν τῷ δευτέρῳ ἔτει, ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην, λέγων, |
| LXX 1,8 | — | Ἑώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυῤῥὸν, καὶ οὗτος εἱστήκει ἀναμέσον τῶν ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυῤῥοὶ, καὶ ψαροὶ, καὶ ποικίλοι, καὶ λευκοί. |
| LXX 1,9 | — | Καὶ εἶπα, τί οὗτοι κύριε; καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, ἐγὼ δείξω σοι τί ἐστι ταῦτα. |
| LXX 1,10 | — | Καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀναμέσον τῶν ὀρέων, καὶ εἶπε πρὸς μὲ, οὗτοί εἰσιν οὓς ἐξαπέστειλε Κύριος, περιοδεῦσαι τὴν γῆν· |
| LXX 1,11 | — | καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀναμέσον τῶν ὀρέων, καὶ εἶπον, περιωδεύσαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται, καὶ ἡσυχάζει. |
| LXX 1,12 | — | Καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου, καὶ εἶπε, Κύριε παντοκράτωρ ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες, τοῦτο ἑβδομηκοστὸν ἔτος; |
| LXX 1,13 | — | Καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλῳ λαλοῦντι ἐν ἐμοὶ, ῥήματα καλὰ καὶ λόγους παρακλητικούς. |
| LXX 1,14 | — | Καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, ἀνάκραγε λέγων, Τάδε λέγει Κύριος παντοκράτωρ, ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, |
| LXX 1,15 | — | καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθʼ ὧν μὲν ἐγὼ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. |
| LXX 1,16 | — | Διατοῦτο τάδε λέγει Κύριος, ἐπιστρέψω ἐπὶ Ἱερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ἱερουσαλὴμ ἔτι· |
| LXX 1,17 | — | καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, ἔτι ἀνάκραγε λέγων, τάδε λέγει Κύριος παντοκράτωρ, ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τὴν Σιὼν, καὶ αἱρετιεῖ τὴν Ἱερουσαλήμ. |
| 1 | Je levai les yeux et je vis : Et voici quatre cornes. | — |
| 2 | Et je dis à l’ange qui parlait avec moi : « Que sont celles-ci ? » Il me dit : « Ce sont les cornes qui ont dispersé Juda, Israël et Jérusalem. » | — |
| 3 | Et Yahweh me fit voir quatre forgerons. | — |
| 4 | Et je dis : « Que viennent faire ceux-ci ? » Il répondit en ces termes : « Ce sont là les cornes qui ont dispersé Juda, au point que personne ne levait la tête, et ceux-ci sont venus pour les frapper de terreur, pour abattre les cornes des nations qui ont levé la corne contre le pays de Juda pour le disperser. | — |
| 5LXX 2,1 | Je levai les yeux et je vis : Et voici un homme ayant à la main un cordeau à mesurer. | Καὶ ᾖρα τοὺς ὀφθαλμούς μου, καὶ ἴδον, καὶ ἰδοὺ τέσσαρα κέρατα. |
| 6LXX 2,2 | Et je dis : « Où vas-tu ? » Et il me dit : « Je vais mesurer Jérusalem pour voir quelle en doit être la largeur et quelle en doit être la longueur. » | Καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, τί ἐστι ταῦτα κύριε; καὶ εἶπε πρὸς μὲ, ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν, καὶ τὸν Ἰσραὴλ, καὶ Ἱερουσαλήμ. |
| 7LXX 2,3 | Et voici que parut l’ange qui parlait avec moi ; et un autre ange apparut, allant à sa rencontre ; | Καὶ ἔδειξέ μοι Κύριος τέσσαρας τέκτονας. |
| 8LXX 2,4 | et il lui dit : « Cours ! Parle à ce jeune homme en ces termes : C’est comme une ville ouverte que sera habitée Jérusalem, tant il y aura en son sein d’hommes et de bêtes. | Καὶ εἶπα, τί οὗτοι ἔρχονται ποιῆσαι; καὶ εἶπε ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδα καὶ τὸν Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ᾖρε κεφαλήν· καὶ ἐξήλθοσαν οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν, τὰ τέσσαρα κέρατα, τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν Κυρίου, τοῦ διασκορπίσαι αὐτήν. |
| 9LXX 2,5 | Et moi, je serai pour elle, — oracle de Yahweh, — une muraille de feu à l’entour, et je serai en gloire au milieu d’elle. | Καὶ ᾖρα τοὺς ὀφθαλμούς μου, καὶ ἴδον, καὶ ἰδοὺ ἀνὴρ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν. |
| 10LXX 2,6 | Holà ! Holà ! Fuyez du pays du septentrion, — oracle de Yahweh, car je vous ai dispersés aux quatre vents du ciel, — oracle de Yahweh. | Καὶ εἶπα πρὸς αὐτόν, ποῦ σὺ πορεύῃ; καὶ εἶπε πρὸς μὲ, διαμετρῆσαι τὴν Ἱερουσαλὴμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστι, καὶ πηλίκον τὸ μῆκος. |
| 11LXX 2,7 | Holà ! Sion, sauve-toi, toi qui habites chez la fille de Babylone ! | Καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ, |
| 12LXX 2,8 | Car ainsi parle Yahweh des armées : Pour sa gloire il m’a envoyé vers les nations qui vous ont pillés ; car qui vous touche touche la prunelle de son œil. | καὶ εἶπε πρὸς αὐτὸν, λέγων, δράμε, καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον, λέγων, Κατακάρπως κατοικηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς· |
| 13LXX 2,9 | Car voici que j’agite ma main sur elles, et elles seront un butin pour ceux qui leur sont asservis ; et vous saurez que Yahweh des armées m’a envoyé. | καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς. |
| 14LXX 2,10 | Pousse des cris de joie et sois dans l’allégresse, fille de Sion ; car voici que je viens et j’habiterai au milieu de toi, — oracle de Yahweh. | Ὢ ὢ φεύγετε ἀπὸ γῆς Βοῤῥᾶ, λέγει Κύριος· διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει Κύριος, |
| 15LXX 2,11 | Beaucoup de nations s’attacheront à Yahweh en ce jour-là, et elles seront mon peuple ; et j’habiterai au milieu de toi, et tu sauras que Yahweh des armées m’a envoyé vers toi. | εἰς Σιὼν, ἀνασώζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος. |
| 16LXX 2,12 | Yahweh possédera Juda comme sa portion sur la terre sainte, et il choisira encore Jérusalem. | Διότι τάδε λέγει Κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ. |
| 17LXX 2,13 | Que toute chair fasse silence devant Yahweh, car il s’est élevé de sa sainte demeure. | Διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπʼ αὐτοὺς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι Κύριος παντοκράτωρ ἀπέσταλκέ με. |
