Comparaison
Nahum 2
Crampon et Septante (édition sixtine, 1587), verset par verset.
| Crampon | Septante (édition sixtine, 1587) | |
|---|---|---|
| LXX 1,1 | — | ΛΗΜΜΑ Νινευὴ, βιβλίον ὁράσεως Ναοὺμ τοῦ Ἐλκεσαίου. |
| LXX 1,2 | — | Θεὸς ζηλωτὴς, καὶ ἐκδικῶν Κύριος, ἐκδικῶν Κύριος μετὰ θυμοῦ, ἐκδικῶν Κύριος τοὺς ὑπεναντίους αὐτοῦ, καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὐτοῦ. |
| LXX 1,3 | — | Κύριος μακρόθυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀθῶον οὐκ ἀθωώσει Κύριος· ἐν συντελείᾳ, καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ, καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ. |
| LXX 1,4 | — | Ἀπειλῶν θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν· ὠλιγώθη ἡ Βασανίτις, καὶ ὁ Κάρμηλος, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. |
| LXX 1,5 | — | Τὰ ὄρη ἐσείσθησαν ἀπʼ αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύθησαν· καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ, ἡ σύμπασα καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. |
| LXX 1,6 | — | Ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται; καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ; ὁ θυμὸς αὐτοῦ τήκει ἀρχὰς, καὶ αἱ πέτραι διεθρύβησαν ἀπʼ αὐτοῦ. |
| LXX 1,7 | — | Χρηστὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως, καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν. |
| LXX 1,8 | — | Καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται, τοὺς ἐπεγειρομένους καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος. |
| LXX 1,9 | — | Τί λογίζεσθε ἐπὶ τὸν Κύριον; συντέλειαν αὐτὸς ποιήσεται, οὐκ ἐκδικήσει δὶς ἐπιτοαυτὸ ἐν θλίψει. |
| LXX 1,10 | — | Ὅτι ἕως θεμελίου αὐτοῦ χερσωθήσεται· καὶ ὡς σμῖλαξ περιπλεκομένη βρωθήσεται, καὶ ὡς καλάμη ξηρασίας μεστή. |
| LXX 1,11 | — | Ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ Κυρίου, πονηρὰ βουλευόμενος ἐναντία. |
| LXX 1,12 | — | Τάδε λέγει Κύριος κατάρχων ὑδάτων πολλῶν, καὶ οὕτως διασταλήσονται, καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι. |
| LXX 1,13 | — | Καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ, καὶ τοὺς δεσμοὺς διαῤῥήξω. |
| LXX 1,14 | — | Καὶ ἐντελεῖται περὶ σοῦ Κύριος, οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι· ἐξ οἴκου θεοῦ σου ἐξολοθρεύσω τὰ γλυπτὰ, καὶ χωνευτὰ, θήσομαι ταφήν σου, ὅτι ταχεῖς. |
| 1 | Voici sur les montagnes les pieds d’un messager de bonnes nouvelles, qui annonce la paix. Célèbre tes fêtes, ô Juda, accomplis tes vœux ! Car il ne passera plus chez toi ; le méchant est entièrement détruit. | — |
| 2LXX 2,1 | Un destructeur s’avance contre toi ; garde la forteresse, surveille le chemin, affermis tes reins, ramasse toute ta force ! | Ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου, καὶ ἀπαγγέλλοντος εἰρήνην· ἑόρταζε Ἰούδα τὰς ἑορτάς σου, ἀπόδος τὰς εὐχάς σου, διότι οὐ μὴ προσθήσωσιν ἔτι τοῦ διελθεῖν διὰ σοῦ εἰς παλαίωσιν. |
| 3LXX 2,2 | Car Yahweh rétablit la gloire de Jacob, ainsi que la gloire d’Israël, parce que des pillards les ont pillés, et ont détruit leurs ceps. | Συντετέλεσται, ἐξῇρται· ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενος ἐκ θλίψεως· σκόπευσον ὁδὸν, κράτησον ὀσφύος, ἄνδρισαι τῇ ἰσχύϊ σφόδρα. |
| 4LXX 2,3 | Le bouclier de ses guerriers est teint en rouge, ses hommes d’armes sont vêtus d’écarlate ; dans le feu des aciers ses chars apparaissent, au jour où il prépare la bataille, et les lances s’agitent. | Διότι ἀπέστρεψε Κύριος τὴν ὕβριν Ἰακὼβ, καθὼς ὕβριν τοῦ Ἰσραὴλ, διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς, καὶ τὰ κλήματα αὐτῶν διέφθειραν. |
| 5LXX 2,4 | Dans les rues les chars s’élancent avec furie ; ils se précipitent sur les places. Leur aspect est celui des flammes, des éclairs qui courent. | Ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων, ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί· αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς θορυβηθήσονται |
| 6LXX 2,5 | Il se souvient de ses nobles ; eux trébuchent dans leur marche. Ils se précipitent vers les murs ; on se prépare à la défense. | ἐν ταῖς ὁδοῖς, καὶ συγχυθήσονται τὰ ἅρματα, καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις· ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς, καὶ ὡς ἀστραπαὶ διατρέχουσαι. |
| 7LXX 2,6 | Les portes des fleuves s’ouvrent, et le palais s’effondre. | Καὶ μνησθήσονται οἱ μεγιστᾶνες αὐτῶν, καὶ φεύξονται ἡμέρας, καὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ αὐτῶν, καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἑτοιμάσουσι τὰς προφυλακὰς αὐτῶν. |
| 8LXX 2,7 | C’en est fait, elle est mise à nu, elle est emmenée, et ses servantes poussent des gémissements, pareils aux plaintes des colombes ; elles se frappent la poitrine. | Πύλαι τῶν πόλεων διηνοίχθησαν, καὶ τὰ βασίλεια διέπεσε, |
| 9LXX 2,8 | Ninive est comme un bassin d’eau depuis son origine… Ils s’enfuient !… Arrêtez ! Arrêtez !… Pas un ne se retourne ! | καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη· καὶ αὕτη ἀνέβαινε, καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο, καθὼς περιστεραὶ φθεγγόμεναι ἐν καρδίαις αὐτῶν. |
| 10LXX 2,9 | Pillez l’argent, pillez l’or ! Car il n’y a pas de fin à ses richesses, à l’amas de tous ses objets précieux. | Καὶ Νινευὴ ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς, καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἦν ὁ ἐπιβλέπων. |
| 11LXX 2,10 | Vidée, pillée, mise à sec ! Les cœurs défaillent, les genoux tremblent ; tous les reins sont dans l’angoisse, tous les visages sont livides. | Διήρπαζον τὸ ἀργύριον, διήρπαζον τὸ χρυσίον, καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς· βεβάρυνται ἐπὶ πάντα τὰ σκεὺη τὰ ἐπιθυμητὰ αὐτῆς. |
| 12LXX 2,11 | Où est-il, le repaire des lions, qui était un lieu de pâture pour les jeunes lions, où se retiraient le lion, la lionne et le lionceau, sans que personne les effrayât ? | Ἐκτιναγμὸς, καὶ ἀνατιναγμὸς, καὶ ἐκβρασμὸς, καὶ καρδίας θραυσμὸς, καὶ ὑπόλυσις γονάτων, καὶ ὠδίνες ἐπὶ πᾶσαν ὀσφύν· καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας. |
| 13LXX 2,12 | Le lion ravissait ce qu’il fallait à ses petits, il étranglait pour ses lionnes, il remplissait de proie ses cavernes, et ses antres de dépouilles. | Ποῦ ἐστι τὸ κατοικητήριον τῶν λεόντων, καὶ ἡ νομὴ ἡ οὖσα τοῖς σκύμνοις; ποῦ ἐπορεύθη λέων, τοῦ εἰσελθεῖν ἐκεῖ σκύμνον λέοντος, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν; |
| 14LXX 2,13 | Me voici contre toi ! — oracle de Yahweh des armées ; je vais réduire tes chars en fumée ; l’épée dévorera tes jeunes lions ; j’arracherai du pays ta proie, et l’on n’entendra plus la voix de tes messagers. | Λέων ἥρπασε τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ, καὶ ἀπέπνιξε τοῖς λέουσιν αὐτοῦ, καὶ ἔπλησε θήρας νοσσιὰν αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς. |
