Aller au contenu
FIDES VIVA
Comparaison

Ézéchiel 21

Crampon et Septante (édition sixtine, 1587), verset par verset.

Ézéchiel 21 : Crampon et Septante (édition sixtine, 1587)
CramponSeptante (édition sixtine, 1587)
LXX 20,1—Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς, ἦλθον ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ, ἐπερωτῆσαι τὸν Κύριον, καὶ ἐκάθισαν πρὸ προσώπου μου.
LXX 20,2—Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
LXX 20,3—υἱὲ ἀνθρώπου, λάλησον πρὸς τοὺς πρεσβυτέρους τοῦ οἴκου Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, εἰ ἐπερωτῆσαί με ὑμεῖς ἔρχεσθε; ζῶ ἐγὼ, εἰ ἀποκριθήσομαι ὑμῖν, λέγει Κύριος.
LXX 20,4—Εἰ ἐκδικήσω αὐτοὺς ἐκδικήσει, υἱὲ ἀνθρώπου; τὰς ἀνομίας τῶν πατέρων αὐτῶν διαμάρτυραι αὐτοῖς,
LXX 20,5—καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, Ἀφʼ ἧς ἡμέρας ᾑρέτισα τὸν οἶκον Ἰσραὴλ, καὶ ἐγνωρίσθην τῷ σπέρματι οἴκου Ἰακώβ, καὶ ἐγνώσθην αὐτοῖς ἐν γῇ Αἰγύπτου, καὶ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν, λέγων, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν·
LXX 20,6—Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν ἣν ἡτοίμασα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν.
LXX 20,7—Καὶ εἶπα πρὸς αὐτοὺς, ἕκαστος βδελύγματα τῶν ὀφθαλμῶν αὐτοῦ ἀποῤῥιψάτω, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ μιαίνεσθε, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
LXX 20,8—Καὶ ἀπέστησαν ἀπʼ ἐμοῦ, καὶ οὐκ ἠθέλησαν εἰσακοῦσαί μου, τὰ βδελύγματα τῶν ὀφθαλμῶν αὐτῶν οὐκ ἀπέῤῥιψαν, καὶ τὰ ἐπιτηδεύματα Αἰγύπτου οὐκ ἐγκατέλιπον· καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπʼ αὐτοὺς, τοῦ συντελέσαι ὀργήν μου ἐν αὐτοῖς ἐν μέσῳ τῆς Αἰγύπτου.
LXX 20,9—Καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν αὐτοί εἰσιν ἐν μέσῳ αὐτῶν, ἐν οἷς ἐγνώσθην πρὸς αὐτοὺς ἐνώπιον αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.
LXX 20,10—Καὶ ἤγαγον αὐτοὺς εἰς τὴν ἔρημον,
LXX 20,11—καὶ ἔδωκα αὐτοῖς τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς, ὅσα ποιήσει αὐτὰ ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς.
LXX 20,12—Καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς, τοῦ εἶναι εἰς σημεῖον ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον αὐτῶν, τοῦ γνῶναι αὐτοὺς διότι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.
LXX 20,13—Καὶ εἶπα πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ἐν τοῖς προστάγμασί μου πορεύεσθε· καὶ οὐκ ἐπορεύθησαν· καὶ τὰ δικαιώματά μου ἀπώσαντο, ἃ ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς· καὶ τὰ σάββατά μου ἐβεβήλωσαν σφόδρα· καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπʼ αὐτοὺς ἐν τῇ ἐρήμῳ, τοῦ ἐξαναλῶσαι αὐτούς.
LXX 20,14—Καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατʼ ὀφθαλμοὺς αὐτῶν.
LXX 20,15—Καὶ ἐγὼ ἐξῇρα τὴν χεῖρά μου ἐπʼ αὐτοὺς ἐν τῇ ἐρήμῳ τὸ παράπαν, τοῦ μὴ εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι· κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν·
LXX 20,16—Ἀνθʼ ὧν τὰ δικαιώματά μου ἀπώσαντο, καὶ ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλουν, καὶ ὀπίσω τῶν ἐνθυμημάτων καρδίας αὐτῶν ἐπορεύοντο.
LXX 20,17—Καὶ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπʼ αὐτοὺς, τοῦ ἐξαλεῖψαι αὐτοὺς, καὶ οὐκ ἐποίησα αὐτοὺς εἰς συντέλειαν ἐν τῇ ἐρήμῳ.
LXX 20,18—Καὶ εἶπα πρὸς τὰ τέκνα αὐτῶν ἐν τῇ ἐρήμῳ, ἐν τοῖς νομίμοις τῶν πατέρων ὑμῶν μὴ πορεύεσθε, καὶ τὰ δικαιώματα αὐτῶν μὴ φυλάσσεσθε, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν μὴ συναναμίσγεσθε, καὶ μὴ μιαίνεσθε.
LXX 20,19—Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν· ἐν τοῖς προστάγμασί μου πορεύεσθε, καὶ τὰ δικαιώματά μου φυλάσσεσθε, καὶ ποιεῖτε αὐτά.
LXX 20,20—Καὶ τὰ σάββατά μου ἁγιάζετε, καὶ ἔστω εἰς σημεῖον ἀναμέσον ἐμοῦ καὶ ὑμῶν, τοῦ γινώσκειν διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
LXX 20,21—Καὶ παρεπίκρανάν με, καὶ τὰ τέκνα αὐτῶν ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου οὐκ ἐφυλάξαντο τοῦ ποιεῖν αὐτὰ, ἃ ποιήσει ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλουν· καῖ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπʼ αὐτοὺς ἐν τῇ ἐρήμῳ, τοῦ συντελέσαι τὴν ὀργήν μου ἐπʼ αὐτούς.
LXX 20,22—Καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, καὶ ἐξήγαγον αὐτοὺς κατʼ ὀφθαλμοὺς αὐτῶν.
LXX 20,23—Ἐξῇρα τὴν χεῖρά μου ἐπʼ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ διασκορπίσαι αὐτοὺς ἐν τοῖς ἔθνεσι, διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις,
LXX 20,24—ἀνθʼ ὧν τὰ δικαιώματά μου οὐκ ἐποίησαν, καὶ τὰ προστάγματά μου ἀπώσαντο, καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ ὀπίσω τῶν ἐνθυμημάτων τῶν πατέρων αὐτῶν ἦσαν οἱ ὀφθαλμοὶ αὐτῶν.
LXX 20,25—Καὶ ἐγὼ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς.
LXX 20,26—Καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόγμασιν αὐτῶν, ἐν τῷ διαπορεύεσθαί με πᾶν διανοῖγον μήτραν, ὅπως ἀφανίσω αὐτούς.
LXX 20,27—Διατοῦτο λάλησον πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, υἱὲ ἀνθρώπου, καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ἕως τούτου παρώργισάν με οἱ πατέρες ὑμῶν ἐν τοῖς παραπτώμασιν αὐτῶν ἐν οἷς παρέπεσον εἰς ἐμέ.
LXX 20,28—Καὶ εἰσήγαγον αὐτοὺς εἰς τὴν γῆν ἣν ᾖρα τὴν χεῖρά μου δοῦναι αὐτὴν αὐτοῖς· καὶ ἴδον πάντα βουνὸν ὑψηλὸν, καὶ πᾶν ξύλον κατάσκιον, καὶ ἔθυσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν, καὶ ἔταξαν ἐκεῖ ὀσμὴν εὐωδίας, καὶ ἔσπεισαν ἐκεῖ τὰς σπονδὰς αὐτῶν.
LXX 20,29—Καὶ εἶπον πρὸς αὐτοὺς, τί ἐστιν Ἀβαμὰ, ὅτι ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ; καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτοῦ Ἀβαμὰ, ἕως τῆς σήμερον ἡμέρας·
LXX 20,30—Διατοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, τάδε λέγει Κύριος, εἰ ἐν ταῖς ἀνομίαις τῶν πατέρων ὑμῶν ὑμεῖς μιαίνεσθε, καὶ ὀπίσω τῶν βδελυγμάτων αὐτῶν ὑμεῖς ἐκπορνεύετε,
LXX 20,31—καὶ ἐν ταῖς ἀπαρχαῖς τῶν δομάτων ὑμῶν, ἐν τοῖς ἀφορισμοῖς οἷς ὑμεῖς μιαίνεσθε ἐν πᾶσι τοῖς ἐνθυμήμασιν ὑμῶν ἕως τῆς σήμερον ἡμέρας, καὶ ἐγὼ ἀποκριθῶ ὑμῖν οἶκος τοῦ Ἰσραήλ; Ζῶ ἐγὼ, λέγει Κύριος, εἰ ἀποκριθήσομαι ὑμῖν, καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο.
LXX 20,32—Καὶ οὐκ ἔσται ὃν τρόπον ὑμεῖς λέγετε, ἐσόμεθα ὡς τὰ ἔθνη, καὶ ὡς αἱ φυλαὶ τῆς γῆς, τοῦ λατρεύειν ξύλοις καὶ λίθοις.
LXX 20,33—Διατοῦτο, ζῶ ἐγὼ, λέγει Κύριος, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν θυμῷ κεχυμένῳ βασιλεύσω ἐφʼ ὑμᾶς,
LXX 20,34—καὶ ἐξάξω ὑμᾶς ἐκ τῶν λαῶν, καὶ εἰσδέξομαι ὑμᾶς ἐκ τῶν χωρῶν οὗ διεσκορπίσθητε ἐν αὐταῖς, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν θυμῷ κεχυμένῳ.
LXX 20,35—Καὶ ἄξω ὑμᾶς εἰς τὴν ἔρημον τῶν λαῶν, καὶ διακριθήσομαι πρὸς ὑμᾶς ἐκεῖ πρόσωπον κατὰ προσώπον.
LXX 20,36—Ὃν τρόπον διεκρίθην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἐρήμῳ γῆς Αἰγύπτου, οὕτως κρινῶ ὑμᾶς, λέγει Κύριος.
LXX 20,37—Καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου, καὶ εἰσάξω ὑμᾶς ἐν ἀριθμῷ.
LXX 20,38—Καὶ ἐκλέξω ἐξ ὑμῶν τοὺς ἀσεβεῖς καὶ τοὺς ἀφεστηκότας, διότι ἐκ τῆς παροικεσίας αὐτῶν ἐξάξω αὐτοὺς, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος Κύριος.
LXX 20,39—Καὶ ὑμεῖς οἶκος Ἰσραὴλ, τάδε λέγει Κύριος Κύριος, ἕκαστος τὰ ἐπιτηδεύματα αὐτοῦ ἐξάρατε, καὶ μετὰ ταῦτα εἰ ὑμεῖς εἰσακούετέ μου, καὶ τὸ ὄνομά μου τὸ ἅγιον οὐ βεβηλώσετε οὐκέτι ἐν τοῖς δώροις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν·
LXX 20,40—Διότι ἐπι τοῦ ὄρους τοῦ ἁγίου μου, ἐπʼ ὄρους ὑψηλοῦ, λέγει Κύριος Κύριος, ἐκεῖ δουλεύσουσί μοι πᾶς οἶκος Ἰσραὴλ εἰς τέλος· καὶ ἐκεῖ προσδέξομαι, καὶ ἐκεῖ ἐπισκέψομαι τὰς ἀπαρχὰς ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν ἀφορισμῶν ὑμῶν, ἐν πᾶσι τοῖς ἁγιάσμασιν ὑμῶν.
LXX 20,41—Ἐν ὀσμῇ εὐωδίας προσδέξομαι ὑμᾶς, ἐν τῷ ἐξαγαγεῖν με ὑμᾶς ἐκ τῶν λαῶν, καὶ εἰσδέχεσθαι ὑμᾶς ἐκ τῶν χωρῶν ἐν αἷς διεσκορπίσθητε ἐν αὐταῖς, καὶ ἁγιασθήσομαι ἐν ὑμῖν κατʼ ὀφθαλμοὺς τῶν λαῶν.
LXX 20,42—Καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος, ἐν τῷ εἰσαγαγεῖν με ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, εἰς τὴν γῆν εἰς ἣν ᾖρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν ὑμῶν.
LXX 20,43—Καὶ μνησθήσεσθε ἐκεῖ τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν ἐν οἷς ἐμιαίνεσθε ἐν αὐτοῖς, καὶ κόψεσθε τὰ πρόσωπα ὑμῶν ἐν πάσαις ταῖς κακίαις ὑμῶν.
LXX 20,44—Καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος, ἐν τῷ ποιῆσαί με οὕτως ὑμῖν, ὅπως τὸ ὄνομά μου μὴ βεβηλωθῇ κατὰ τὰς ὁδοὺς ὑμῶν τὰς κακὰς, καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ διεφθαρμένα, λέγει Κύριος.
1La parole de Yahweh me fut adressée en ces termes :—
2« Fils de l’homme, tourne ta face dans la direction de Théman ; fais découler ta parole vers le sud, et prophétise contre la forêt de la campagne du midi ;—
3et dis à la forêt du midi : Écoute la parole de Yahweh ! Ainsi parle le Seigneur Yahweh : Voici que je vais allumer au milieu de toi un feu, et il dévorera en toi tout arbre vert et tout arbre sec ; la flamme dévorante ne s’éteindra point, et toute face sera brûlée par elle, du midi au septentrion.—
4Et toute chair verra que c’est moi, Yahweh, qui l’ai allumée, et elle ne s’éteindra pas.—
5Et je dis : « Ah ! Seigneur Yahweh, ils disent de moi : Est-ce qu’il ne parle pas en paraboles ? »—
6LXX 21,1Et la parole de Yahweh me fut adressée en ces termes :Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
7LXX 21,2« Fils de l’homme, tourne ta face vers Jérusalem, et fais découler ta parole vers les lieux saints, et prophétise contre la terre d’Israël.υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ θαιμὰν, καὶ ἐπίβλεψον ἐπὶ Δαρὸμ, καὶ προφήτευσον ἐπὶ δρυμὸν ἡγούμενον Ναγὲβ,
8LXX 21,3Dis à la terre d’Israël : Ainsi parle Yahweh : Voici que je viens à toi ; je tirerai mon épée de son fourreau, et j’exterminerai de ton sein juste et méchant.καὶ ἐρεῖς τῷ δρυμῷ Ναγὲβ, ἄκουε λόγον Κυρίου· τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πῦρ, καὶ καταφάγεται ἐν σοὶ πᾶν ξύλον χλωρὸν καὶ πᾶν ξύλον ξηρὸν, οὐ σβεσθήσεται ἡ φλὸξ ἡ ἐξαφθεῖσα, καὶ κατακαυθήσεται ἐν αὐτῇ πᾶν πρόσωπον ἀπὸ ἀπηλιώτου ἕως Βοῤῥᾶ.
9LXX 21,4Et parce que je vais exterminer de ton sein juste et méchant, à cause de cela, mon épée sortira de son fourreau contre toute chair, du midi au septentrion.Καὶ ἐπιγνώσεται πᾶσα σὰρξ, ὅτι ἐγὼ Κύριος ἐξέκαυσα αὐτὸ, οὐ σβεσθήσεται.
10LXX 21,5Et toute chair saura que c’est moi, Yahweh, qui ai tiré mon épée du fourreau ; elle n’y rentrera plus.Καὶ εἶπα, μηδαμῶς Κύριε Κύριε· αὐτοὶ λέγουσι πρὸς μὲ, οὐχὶ παραβολή ἐστι λεγομένη αὕτη;
11LXX 21,6Et toi, fils de l’homme, gémis ; jusqu’à te rompre les reins avec amertume, gémis devant eux.Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
12LXX 21,7Et quand ils te diront : pourquoi gémis-tu ? Tu répondras : À cause d’une nouvelle qui arrive. Et tout cœur se fondra, toute main faiblira, tout esprit sera dans le trouble, tout genou s’en ira en eau. Voici qu’elle arrive ; c’est fait, — oracle du Seigneur Yahweh. »Διατοῦτο προφήτευσον υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν,
13LXX 21,8Et la parole de Yahweh me fut adressée en ces termes :καὶ προφητεύσεις ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ Ἰσραὴλ, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ πρὸς σὲ, καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, καὶ ἐξολοθρεύσω ἐκ σοῦ ἄνομον καὶ ἄδικον·
14LXX 21,9« Fils de l’homme, prophétise et dis : Ainsi parle Yahweh : Dis : L’épée, l’épée est aiguisée et fourbie :Ἀνθʼ ὧν ἐξολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον, οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ ἐπὶ πᾶσαν σάρκα ἀπὸ ἀπηλιώτου ἔως Βοῤῥᾶ,
15LXX 21,10c’est pour faire un massacre qu’elle est aiguisée, pour faire briller l’éclair qu’elle est fourbie. Ou bien nous réjouirons-nous en disant : « Le sceptre de mon fils méprise tout bois ? »καὶ ἐπιγνώσεται πᾶσα σὰρξ, διότι ἐγὼ Κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, οὐκ ἀποστρέψει οὐκέτι.
16LXX 21,11On l’a donnée à fourbir pour qu’on la prenne en main ; c’est une épée aiguisée, et elle est fourbie, pour qu’on la mette dans la main de l’égorgeur.Καὶ σὺ υἱὲ ἀνθρώπου καταστέναξον ἐν συντριβῇ ὀσφύος σου, καὶ ἐν ὀδύναις στενάξεις κατʼ ὀφθαλμοὺς αὐτῶν.
17LXX 21,12Crie et hurle, fils de l’homme, car elle est pour mon peuple, elle est pour tous les princes d’Israël. Ils sont livrés à l’épée avec mon peuple ; frappe donc sur ta cuisse !Καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σὲ, ἕνεκα τίνος σὺ στενάζεις; καὶ ἐρεῖς, ἐπὶ τῇ ἀγγελίᾳ, διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ πᾶσαι χεῖρες παραλυθήσονται, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται, λέγει Κύριος.
18LXX 21,13Car l’épreuve est faite : et quoi donc ? Si ce sceptre continue de mépriser, mes menaces ne se réaliseraient pas, — oracle du Seigneur Yahweh !Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
19LXX 21,14Et toi, fils de l’homme, prophétise et frappe main contre main : Que l’épée double, triple ses coups ! C’est l’épée du carnage, l’épée du grand carnage, qui les encercle.υἱὲ ἀνθρώπου προφήτευσον, καὶ ἐρεῖς, τάδε λέγει Κύριος, εἰπὸν, ῥομφαία ῥομφαία ὀξύνου καὶ θυμώθητι,
20LXX 21,15Pour que les cœurs se fondent, et pour multiplier les victimes, j’ai mis à toutes les portes l’épée meurtrière. Ah ! elle est préparée pour lancer l’éclair, elle est aiguisée pour le carnage !ὅπως σφάξῃς σφάγια, ὀξύνου ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν· σφάζε, ἐξουδένει, ἀπόθου πᾶν ξῦλον.
21LXX 21,16En position à droite ! En place à gauche ! Fais face de tous côtés.Καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῖν χεῖρα αὐτοῦ· ἐξηκονήθη ἡ ῥομφαία, ἐστὶν ἑτοίμη τοῦ δοῦναι αὐτὴν εἰς χεῖρα, ἀποκεντοῦντος.
22LXX 21,17Moi aussi, je frapperai main contre main ; et j’assouvirai mon courroux. Moi, Yahweh, j’ai parlé. »Ἀνάκραγε καὶ ὀλύλυξον, υἱὲ ἀνθρώπου, ὅτι αὕτη ἐγένετο ἐν τῷ λαῷ μου, αὕτη ἐν πᾶσι τοῖς ἀφηγουμένοις τοῦ Ἰσραήλ· παροικήσουσιν, ἐπὶ ῥομφαίᾳ ἐγένετο ἐν τῷ λαῷ μου· διατοῦτο κρότησον ἐπὶ τὴν χεῖρά σου,
23LXX 21,18Et la parole de Yahweh me fut adressée en ces termes :ὅτι δεδικαίωται· καὶ τί εἰ καὶ φυλὴ ἀπωσθῇ; οὐκ ἔσται, λέγει Κύριος Κύριος.
24LXX 21,19« Toi, fils de l’homme, trace deux chemins par où puisse aller l’épée du roi de Babylone ; que tous deux partent du même pays, et grave un signe, grave-le à l’entrée du chemin d’une ville.Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον, καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα, καὶ διπλασίασον ῥομφαίαν· ἡ τρίτη ῥομφαία τραυματιῶν ἐστι, ῥομφαία τραυματιῶν ἡ μεγάλη· καὶ ἐκστήσεις αὐτοὺς,
25LXX 21,20Tu traceras un chemin à l’épée pour aller à Rabbath, capitale des fils d’Ammon, ou en Juda, contre Jérusalem, ville forte.ὅπως μὴ θραυσθῇ ἡ καρδία, καὶ πληθυνθῶσιν οἱ ἀσθενοῦντες ἐπὶ πᾶσαν πύλην, παραδέδονται εἰς σφάγια ῥομφαίας· εὖ γέγονεν εἰς σφαγὴν, εὖ γέγονεν εἰς στίλβωσιν.
26LXX 21,21Car le roi de Babylone s’est arrêté au carrefour, à la tête des deux chemins, pour tirer des présages : il secoue les flèches, il interroge les théraphim, il examine le foie.Καὶ διαπορεύου, ὀξύνου ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὗ ἄν τὸ πρόσωπόν σου ἐξεγείρηται.
27LXX 21,22Dans sa droite est le présage « Jérusalem », pour dresser des béliers contre les murailles, pour ouvrir une entrée par une brèche, pour pousser à haute voix le cri de guerre, pour dresser des béliers contre les portes, pour élever des terrasses, pour construire des murs.Καὶ ἐγὼ δὲ κροτήσω χεῖρά μου πρὸς χεῖρά μου, καὶ ἐναφήσω θυμόν μου, ἐγὼ Κύριος λελάληκα.
28LXX 21,23À leurs yeux, ce n’est qu’une divination mensongère ; ils ont pour eux les serments les plus sacrés ; mais lui les fera souvenir de leurs iniquités lorsqu’ils seront pris.Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
29LXX 21,24C’est pourquoi ainsi parle le Seigneur Yahweh : Parce que vous avez rappelé votre iniquité en manifestant vos transgressions, en faisant voir vos péchés dans toutes vos actions, parce que vous vous êtes rappelés au souvenir, vous serez pris avec la main.καὶ σὺ, υἱὲ ἀνθρώπου, διάταξον σεαυτῷ δύο ὁδοὺς, τοῦ εἰσελθεῖν ῥομφαίαν βασιλέως Βαβυλῶνος, ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο, καὶ χεὶρ ἐν ἀρχῇ ὁδοῦ πόλεως, ἐπʼ ἀρχῆς ὁδοῦ διατάξεις,
30LXX 21,25Et toi, profane, méchant prince d’Israël, dont le jour est venu, maintenant que l’iniquité est à son terme,τοῦ εἰσελθεῖν ῥομφαίαν ἐπὶ Ῥαββὰθ υἱῶν Ἀμμὼν, καὶ ἐπὶ τὴν Ἰουδαίαν, καὶ ἐπὶ τὴν Ἱερουσαλὴμ, ἐν μέσῳ αὐτῆς.
31LXX 21,26ainsi parle le Seigneur Yahweh : La tiare va être ôtée et la couronne enlevée ; tout sera bouleversé ; ce qui est bas sera élevé, ce qui est haut sera abaissé.Διότι στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδόν, ἐπʼ ἀρχῆς τῶν δύο ὁδῶν, τοῦ μαντεύσασθαι μαντείαν, τοῦ ἀναβράσαι ῥάβδον, καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς, καὶ κατασκοπήσασθαι.
32LXX 21,27J’en ferai une ruine, une ruine, une ruine ; cela ne sera plus, jusqu’à ce que vienne celui à qui appartient le jugement et à qui je le remettrai.Ἐκ δεξιῶν αὐτοῦ ἐγένετο τὸ μαντεῖον ἐπὶ Ἱερουσαλὴμ, τοῦ βαλεῖν χάρακα, τοῦ διανοῖξαι στόμα ἐν βοῇ, ὑψῶσαι φωνὴν μετὰ κραυγῆς, τοῦ βαλεῖν χάρακα ἐπὶ τὰς πύλας αὐτῆς, καὶ βαλεῖν χῶμα, καὶ οἰκοδομῆσαι βελοστάσεις.
33LXX 21,28Et toi, fils de l’homme, prophétise et dis : Ainsi parle le Seigneur Yahweh, contre les fils d’Ammon et au sujet de leurs outrages. Dis : L’épée, l’épée est tirée pour massacrer ; elle est fourbie pour dévorer, pour lancer l’éclair.Καὶ αὐτός αὐτοῖς ὡς μαντευόμενος μαντείαν ἐνώπιον αὐτῶν, καὶ αὐτὸς ἀναμιμνήσκων ἀδικίας αὐτοῦ μνησθῆναι.
34LXX 21,29— pendant qu’on a pour toi des visions vaines, et des présages menteurs, — pour te placer avec les cadavres des méchants livrés au glaive, dont le jour est venu au temps où l’iniquité est à son terme.Διατοῦτο τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἀνεμνήσατε τὰς ἀδικίας ὑμῶν, ἐν τῷ ἀποκαλυφθῆναι τὰς ἀσεβείας ὑμῶν, τοῦ ὀραθῆναι ἁμαρτίας ὑμῶν, ἐν πάσαις ταῖς ἀσεβείαις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν, ἀνθʼ ὧν ἀνεμνήσατε, ἐν τούτοις ἁλώσεσθε.
35LXX 21,30Rentre ton épée dans son fourreau ; c’est dans le lieu ou tu as été créé, sur la terre où tu as pris naissance que je te jugerai.Καὶ σὺ βέβηλε, ἄνομε, ἀφηγούμενε τοῦ Ἰσραὴλ, οὗ ἥκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας, πέρας,
36LXX 21,31Je répandrai sur toi mon courroux ; avec le feu de ma fureur je soufflerai sur toi, et je te livrerai aux mains d’hommes insensés, à des artisans de destruction.τάδε λέγει Κύριος, ἀφείλου τὴν κίδαριν, καὶ ἐπέθου τὸν στέφανον, αὐτῇ οὐ τοιαύτη ἔσται· ἐταπείνωσας τὸ ὑψηλὸν, καὶ ὕψωσας τὸ ταπεινόν.
37LXX 21,32Tu seras la pâture du feu, ton sang sera au milieu du pays, on ne se souviendra pas de toi ; car moi, Yahweh, j’ai parlé. »Ἀδικίαν, ἀδικίαν, ἀδικίαν θήσομαι αὐτὴν, οὐαὶ αὐτῇ, τοιαύτη ἔσται ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ.

L’Évangile et le saint du jour, chaque matin dans votre boîte mail

Commencez chaque jour près du Christ et de ses saints : l’Évangile de la messe et une vie qui inspire. Gratuit ; désabonnement à tout moment.

Nous vous enverrons un e-mail de confirmation. De temps en temps, aussi un avis de Fides Viva. Désabonnement en un clic. Confidentialité

jeudi 29 octobre · Évangile

Jésus se lamente sur Jérusalem, qui tue les prophètes

Le même jour, quelques Pharisiens vinrent lui dire : « Retirez-vous et partez d’ici ; car Hérode veut vous faire mourir. » Il leur répondit : « Allez et dites à ce renard : Je chasse les démons et guéris les malades…