Comparaison
Cantique des cantiques 6
Crampon et Septante (édition sixtine, 1587), verset par verset.
| Crampon | Septante (édition sixtine, 1587) | |
|---|---|---|
| LXX 5,1 | — | Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ· εἰσῆλθον εἰς κῆπόν μου ἀδελφή μου νύμφη· ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου, ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου· φάγετε πλήσιοι καὶ πίετε, καὶ μεθύσθητε ἀδελφοί. |
| LXX 5,2 | — | Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ. φωνὴ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν, ἀνοιξόν μοι ἡ πλησίον μου, ἄδελφή μου, περιστερά μου, τελεία μου· ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου, καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός. |
| LXX 5,3 | — | Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύοσμαι αὐτόν; ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς; |
| LXX 5,4 | — | Ἀδελφιδός μου ἀπέστειλε χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς, καὶ ἡ κοιλία μου ἐθροήθη ἐπʼ αὐτόν. |
| LXX 5,5 | — | Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου, χεῖρές μου ἔσταξαν σμύρναν, δάκτυλοί μου σμύρναν πλήρη ἐπὶ χεῖρας τοῦ κλείθρου. |
| LXX 5,6 | — | Ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου· ἀδελφιδός μου παρῆλθε· ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ· ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτὸν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. |
| LXX 5,7 | — | Εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει, ἐπάταξάν με, ἐτραυμάτισάν με· ᾖραν τὸ θέριστρόν μου ἀπʼ ἐμοῦ φύλακες τῶν τειχέων. |
| LXX 5,8 | — | Ὥρκισα ὑμᾶς θυγατέρες Ἱερουσαλὴμ ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ· ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, τί ἀπαγγείλητε αὐτῷ; ὅτι τετρωμένη ἀγάπης ἐγώ εἰμι. |
| LXX 5,9 | — | Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ἡ καλὴ ἐν γυναιξί; τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς; |
| LXX 5,10 | — | Ἀδελφιδός μου λευκὸς καὶ πυῤῥὸς, ἐκλελοχισμένος ἀπὸ μυριάδων. |
| LXX 5,11 | — | Κεφαλὴ αὐτοῦ χρυσίον κεφὰζ, βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ. |
| LXX 5,12 | — | Ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων, λελουσμέναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα. |
| LXX 5,13 | — | Σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά· χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη. |
| LXX 5,14 | — | Χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ πεπληρωμέναι Θαρσίς· κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου. |
| LXX 5,15 | — | Κνῆμαι αὐτοῦ στύλοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς· εἶδος αὐτοῦ ὡς Λίβανος, ἐκλεκτὸς ὡς κέδροι. |
| LXX 5,16 | — | Φάρυγξ αὐτοῦ γλυκασμοὶ καὶ ὅλος ἐπιθυμία· οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίον μου, θυγατέρες Ἱερουσαλήμ. |
| 1 | Où est allé ton bien-aimé, ô la plus belle des femmes ? De quel côté ton bien-aimé s’est-il tourné, pour que nous le cherchions avec toi ? | — |
| 2LXX 6,1 | Mon bien-aimé est descendu dans son jardin, aux parterres de baumiers, pour faire paître son troupeau dans les jardins, et pour cueillir des lis. | Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου ἡ καλὴ ἐν γυναιξὶ; ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδός σου; καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ. |
| 3LXX 6,2 | Je suis à mon bien-aimé, et mon bien-aimé est à moi ; il fait paître son troupeau parmi les lis. | Ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ εἰς φιάλας τοῦ ἀρώματος, ποιμαίνειν ἐν κήποις, καὶ συλλέγειν κρίνα. |
| 4LXX 6,3 | Tu es belle, mon amie, comme Thirsa, charmante comme Jérusalem, mais terrible comme des bataillons. | Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἀδελφιδός μου ἐμοί, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις. |
| 5LXX 6,4 | Détourne de moi tes yeux, car ils me troublent. Tes cheveux sont comme un troupeau de chèvres, suspendues aux flancs de la montagne de Galaad. | Καλὴ εἶ ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραῖα ὡς Ἱερουσαλὴμ, θάμβος ὡς τεταγμέναι. |
| 6LXX 6,5 | Tes dents sont comme un troupeau de brebis, qui remontent du lavoir ; chacune porte deux jumeaux ; et parmi elles, il n’est pas de stérile. | Ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με· τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνεφάνησαν ἀπὸ τοῦ Γαλαάδ. |
| 7LXX 6,6 | Ta joue est comme une moitié de grenade, derrière ton voile. | Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς· ὡς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραιᾶ. |
| 8LXX 6,7 | Il y a soixante reines, quatre-vingts concubines, et des jeunes filles sans nombre : | Ὡς λέπυρον ῥοᾶς μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. |
| 9LXX 6,8 | une seule est ma colombe, mon immaculée ; elle est l’unique de sa mère, la préférée de celle qui lui donna le jour. Les jeunes filles l’ont vue et l’ont proclamée bienheureuse ; les reines et les concubines l’ont vue et l’ont louée : | Ἑξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός. |
| 10LXX 6,9 | « Quelle est celle-ci qui apparaît comme l’aurore, belle comme la lune, pure comme le soleil, mais terrible comme des bataillons ? » | Μία ἐστὶ περιστερά μου, τελεία μου, μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν· Εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτὴν, βασίλισσαι καί γε παλλακαὶ, καὶ αἰνέσουσιν αὐτήν. |
| 11LXX 6,10 | J’étais descendu au jardin des noyers, pour voir les herbes de la vallée, pour voir si la vigne pousse, si les grenadiers sont en fleurs. | Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος, θάμβος ὡς τεταγμέναι; |
| 12LXX 6,11 | Je ne sais, mais mon amour m’a fait monter sur les chars de mon noble peuple. | Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννήμασι τοῦ χειμάῤῥου, ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος, ἐξήνθησαν αἱ ῥοαί· |
| LXX 6,12 | — | Ἐκεῖ δώσω τοὺς μαστούς μου σοί· οὐκ ἔγνω ἡ ψυχή μου· ἔθετο με ἅρματα Ἀμιναδάβ. |
