Aller au contenu
FIDES VIVA
Comparaison

1 Samuel 21

Crampon et Septante (édition sixtine, 1587), verset par verset.

1 Samuel 21 : Crampon et Septante (édition sixtine, 1587)
CramponSeptante (édition sixtine, 1587)
LXX 20,1—Καὶ ἀπέδρα Δαυὶδ ἐκ Ναυὰθ ἐν Ῥαμᾷ, καὶ ἔρχεται ἐνώπιον Ἰωνάθαν, καὶ εἶπε, τί πεποίηκα, καὶ τί τὸ ἀδίκημά μου, καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου, ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου;
LXX 20,2—Καὶ εἶπεν αὐτῷ Ἰωνάθαν, μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς· ἰδοὺ οὐ μὴ ποιήσῃ ὁ πατήρ μου ῥῆμα μέγα ἢ μικρὸν, καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ πατήρ μου ἀπʼ ἐμοῦ τὸ ῥῆμα τοῦτο; οὐκ ἔστι τοῦτο.
LXX 20,3—Καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ἰωνάθαν, καὶ εἶπε, γινώσκων οἶδεν ὁ πατήρ σου, ὅτι, εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπε, μὴ γνῶναι τοῦτο Ἰωνάθαν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, ὅτι καθὼς εἶπον, ἐμπέπλησται ἀναμέσον ἐμοῦ καὶ τοῦ θανάτου.
LXX 20,4—Καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυὶδ, τί ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τί ποιήσω σοι;
LXX 20,5—Καὶ εἶπε Δαυὶδ πρὸς Ἰωνάθαν, ἰδοὺ δὴ νεομηνία αὔριον, καὶ ἐγὼ καθίσας οὐ καθήσομαι φαγεῖν, καὶ ἐξαποστελεῖς με, καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης.
LXX 20,6—Καὶ ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατήρ σου, καὶ ἐρεῖς, παραιτούμενος παρῃτήσατο ἀπʼ ἐμοῦ Δαυὶδ δραμεῖν ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ, ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ φυλῇ.
LXX 20,7—Ἐὰν τάδε εἴπῃ, ἀγαθῶς, εἰρήνη τῷ δούλῳ σου· καὶ ἐὰν σκληρῶς ἀποκριθῇ σοι, γνῶθι ὅτι συντετέλεσται ἡ κακία παρʼ αὐτοῦ.
LXX 20,8—Καὶ ποιήσεις ἔλεος μετὰ δούλου σου, ὅτι εἰσήγαγες εἰς διαθήκην Κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ· καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου, θανάτωσόν με σὺ, καὶ ἕως τοῦ πατρός σου ἱνατί οὕτως εἰσάγεις με;
LXX 20,9—Καὶ εἶπεν Ἰωνάθαν, μηδαμῶς σοι· ὅτι ἐὰν γινῶσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σὲ, καὶ ἐὰν μὴ ᾖ εἰς τὰς πόλεις σου, ἐγὼ ἀπαγγελῶ σοι.
LXX 20,10—Καὶ εἶπε Δαυὶδ πρὸς Ἰωνάθαν, τίς ἀπαγγείλῃ μοι, ἐὰν ἀποκριθῇ ὁ πατήρ σου σκληρῶς;
LXX 20,11—Καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυὶδ, πορεύου, καὶ μὲνε εἰς ἀγρόν· καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν.
LXX 20,12—Καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυὶδ, Κύριος ὁ Θεὸς Ἰσραὴλ οἶδεν, ὅτι ἀνακρινῶ τὸν πάτερα μου ὡς ἂν ὁ καιρὸς, τρισσῶς, καὶ ἰδοὺ ἀγαθὸν ᾖ περὶ Δαυὶδ, καὶ οὐ μὴ ἀποστείλω πρὸς σὲ εἰς ἀγρὸν,
LXX 20,13—τάδε ποιήσαι ὁ Θεὸς τῷ Ἰωνάθαν καὶ τάδε προσθείη· ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ, καὶ ἀποκαλύψω τὸ ὠτίον σου, καὶ ἐξαποστελῶ σε καὶ ἀπελεύσῃ εἰς εἰρήνην, καὶ ἔσται Κύριος μετὰ σοῦ καθὼς ἦν μετὰ τοῦ πατρός μου.
LXX 20,14—Καὶ ἐὰν μὲν ἔτι μου ζῶντος, καὶ ποιήσεις ἔλεος μετʼ ἐμοῦ· καὶ ἐὰν θανάτῳ ἀποθάνω,
LXX 20,15—οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος· καὶ εἰ μὴ, ἐν τῷ ἐξαίρειν Κύριον τοὺς ἐχθροὺς Δαυὶδ ἔκαστον ἀπὸ τοῦ προσώπου τῆς γῆς,
LXX 20,16—εὑρεθῆναι τὸ ὄνομα τοῦ Ἰωνάθαν ἀπὸ τοῦ οἴκου Δαυὶδ, καὶ ἐκζητῆσαι Κύριος ἐχθροὺς τοῦ Δαυίδ.
LXX 20,17—Καὶ προσέθετο ἔτι Ἰωνάθαν ὀμόσαι τῷ Δαυίδ, ὅτι ἠγάπησε ψυχὴν ἀγαπῶντος αὐτόν.
LXX 20,18—Καὶ εἶπεν Ἰωνάθαν, αὔριον νεομηνία, καὶ ἐπισκεπήσῃ, ὅτι ἐπισκεπήσεται καθέδρα σου.
LXX 20,19—Καὶ τρισσεύσεις καὶ ἐπισκεψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου οὗ κρυβῇς ἐν τῇ ἡμέρᾳ τῇ ἐργασίμῃ, καὶ καθήσῃ παρὰ τὸ ἐργὰβ ἐκεῖνο.
LXX 20,20—Καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀκοντίζων, ἐκπέμπων εἰς τὴν ʼΑματταρί.
LXX 20,21—Καὶ ἰδοὺ ἀποστέλλω τὸ παιδάριον, λέγων, δεῦρο, εὗρέ μοι τὴν σχίζαν. Ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ, ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ὧδε, λάβε αὐτήν· παραγίνου, ὅτι εἰρήνη σοι, καὶ οὐκ ἔστι λόγος, ζῇ Κύριος·
LXX 20,22—ἐὰν τάδε εἴπω τῷ νεανίσκῳ, ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα· πορεύου, ὅτι ἐξαπέσταλκέ σε Κύριος.
LXX 20,23—Καὶ τὸ ῥῆμα ὃ ἐλαλήσαμεν ἐγὼ καὶ σὺ, ἰδοὺ Κύριος μάρτυς ἀναμέσον ἐμοῦ καὶ σοῦ ἕως αἰῶνος.
LXX 20,24—Καὶ κρύπτεται Δαυὶδ ἐν ἀγρῷ, καὶ παραγίνεται ὁ μὴν, καὶ ἔρχεται ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ φαγεῖν.
LXX 20,25—Καὶ ἐκάθισεν ἐπὶ τὴν καθέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ ἐπὶ τῆς καθέδρας παρὰ τοῖχον, καὶ προέφθασε τὸν Ἰωνάθαν, καὶ ἐκάθισεν Ἀβεννὴρ ἐκ πλαγίων Σαοὺλ, καὶ ἐπεσκέπη ὁ τόπος Δαυίδ.
LXX 20,26—Καὶ οὐκ ἐλάλησε Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι εἴρηκε, σύμπτωμα φαίνεται, μὴ καθαρὸς εἶναι, ὅτι οὐ κεκαθάρισται.
LXX 20,27—Καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυίδ· καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ, τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ἰεσσαὶ καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν;
LXX 20,28—Καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαοὺλ, καὶ εἶπεν αὐτῷ, παρῄτηται παρʼ ἐμοῦ Δαυὶδ ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ πορευθῆναι.
LXX 20,29—Καὶ εἶπεν, ἐξαπόστειλον δή με, ὅτι θυσία τῆς φυλῆς ἡμῖν ἐν τῇ πόλει, καὶ ἐνετείλαντο πρὸς μὲ οἱ ἀδελφοί μου· καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, διαβήσομαι δὴ καὶ ὄψομαι τοὺς ἀδελφούς μου· διὰ τοῦτο οὐ παραγέγονεν ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως.
LXX 20,30—Καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ ἐπὶ Ἰωνάθαν σφόδρα, καὶ εἶπεν αὐτῷ, υἱὲ κορασίων αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ Ἰεσσαὶ εἰς αἰσχύνην σου, καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου;
LXX 20,31—ὅτι πάσας τὰς ἡμέρας ἃς ὁ υἱὸς Ἰεσσαὶ ζῇ ἐπὶ τῆς γῆς, οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου· νῦν οὖν ἀποστείλας λάβε τὸν νεανίαν, ὅτι υἱὸς θανάτου οὗτος.
LXX 20,32—Καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαοὺλ, ἵνατί ἀποθνήσκει; τί πεποίηκε;
LXX 20,33—Καὶ ἐπῇρε Σαοὺλ τὸ δόρυ ἐπὶ Ἰωνάθαν τοῦ θανατῶσαι αὐτόν· καὶ ἔγνω Ἰωνάθαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυίδ.
LXX 20,34—Καὶ ἀνεπήδησεν Ἰωνάθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ, καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον, ὅτι ἐθρανσθη ἐπὶ τὸν Δαυὶδ, ὅτι συνετέλεσεν ἐπʼ αὐτὸν ὁ πατὴρ αὐτοῦ.
LXX 20,35—Καὶ ἐγενήθη πρωὶ, καὶ ἐξῆλθεν Ἰωνάθαν εἰς ἀγρόν, καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυίδ, καὶ παιδάριον μικρὸν μετʼ αὐτοῦ.
LXX 20,36—Καὶ εἶπε τῷ παιδαρίω, δράυε, εὗρέ μοι τὰς σχίζας ἐν αἷς ἐγὼ ἀκοντίζω· και τὸ παιδάμε ἔδραυε, και αὐτὸς ἠκόντισε τῇ σχίζῃ, καὶ παρήγαγεν αὐτήν.
LXX 20,37—Καὶ ἦλθεν τὸ παιδάριον ἕως τοῦ τόπου τῆς σχίζης οὗ ἠκόντιζεν Ἰωνάθαν· καὶ ἀνεβόησεν Ἰωνάθαν ὀπίσω τοῦ νεανίου, καὶ εἶπεν, ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα·
LXX 20,38—Καὶ ἀνεβόησεν Ἰωνάθαν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ, λέγων, ταχύνας σπεῦσον, καὶ μὴ στῇς· καὶ ἀνέλεξε τὸ παιδάριον Ἰωνάθαν τὰς σχίζας, καὶ ἤνεγκε τὰς σχίζας πρὸς τὸν κύριον αὐτοῦ.
LXX 20,39—καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐθὲν, πάρεξ Ἰωνάθαν καὶ Δαυίδ.
LXX 20,40—καὶ Ἰωνάθαν ἔδωκε τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ, καὶ εἶπε τῷ παιδαρίῳ αὐτοῦ, πορεύου, εἴσελθε εἰς τὴν πόλιν.
LXX 20,41—Καὶ ὡς εἰσῆλθε τὸ παιδάριον, καὶ Δαυὶδ ἀνέστη ἀπὸ τοῦ ἀργὰβ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ προσεκύνησεν αὐτῷ τρίς, καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ, ἕως συντελείας μεγάλης.
LXX 20,42—Καὶ εἶπεν Ἰωνάθαν τῷ Δαυὶδ, πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι Κυρίου, λέγοντες, Κύριος ἔσται μάρτυς ἀνὰμέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰμέσον τοῦ σηέρματός μου καὶ ἀναμέσον τοῦ σπέρματός σον ἕως αἰῶνος·
1David se leva et s’en alla, et Jonathas rentra dans la ville.—
2LXX 21,1David se rendit à Nobé, auprès du grand prêtre Achimélech ; et Achimélech accourut effrayé au-devant de David, et lui dit : « Pourquoi es-tu seul et n’y a-t-il personne avec toi ? »καὶ ἀνέστη Δαυὶδ καὶ ἀπῆλθε, καὶ Ἰωνάθαν εἰσῆλθεν εἰς τὴν πόλιν.
3LXX 21,2David répondit au prêtre Achimélech : « Le roi m’a donné un ordre et m’a dit : Que personne ne sache rien de l’affaire pour laquelle je t’envoie et je t’ai donné un ordre. J’ai assigné à mes gens tel lieu de rendez-vous.Καὶ ἔρχεται Δαυὶδ εἰς Νομβᾶ πρὸς Ἀβιμέλεχ τὸν ἱερέα· καὶ ἐξέστη Ἀβιμέλεχ τῇ ἀπαντήσει αὐτοῦ, καὶ εἶπεν αὐτῷ, τί ὅτι σὺ μόνος, καὶ οὐθεὶς μετὰ σοῦ;
4LXX 21,3Et maintenant qu’as-tu sous la main ? Donne-moi cinq pains dans la main, ou ce qui se trouvera. »Καὶ εἶπε Δαυὶδ τῷ ἱερεῖ, ὁ βασιλεὺς ἐντέταλταί μοι ῥῆμα σήμερον, καὶ εἶπέ μοι, μηδεὶς γνώτω τὸ ῥῆμα περὶ οὗ ἐγὼ ἀποστέλλω σε, καὶ ὑπὲρ οὗ ἐγὼ ἐντέταλμαί σοι· καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ, Θεοῦ πίστις φελλανὶ μαεμωνί.
5LXX 21,4Le prêtre répondit à David et dit : « Je n’ai pas sous la main de pain ordinaire, mais il y a du pain consacré ; pourvu que tes gens se soient abstenus de femmes. »Καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν.
6LXX 21,5David répondit au prêtre et lui dit : « Nous nous sommes abstenus de femmes depuis trois jours que je suis parti, et les vases de mes gens sont chose sainte ; et si le voyage est profane, pourtant il est sanctifié quant au vase ? »Καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυὶδ, καὶ εἶπεν, οὔκ εἰσιν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλʼ ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστι πλὴν ἀπὸ γυναικὸς, καὶ φάγεται.
7LXX 21,6Alors le prêtre lui donna du pain consacré, car il n’y avait pas là d’autre pain que le pain de proposition, qu’on avait ôté de devant Yahweh, pour le remplacer par du pain chaud au moment où on l’enlevait.Καὶ ἀπεκρίθη Δαυὶδ τῷ ἱερεῖ, καὶ εἶπεν αὐτῷ, ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδία ἡγνισμένα, καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος, διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου.
8LXX 21,7— Ce même jour, se trouvait là un homme d’entre les serviteurs de Saül, retenu devant Yahweh ; il s’appelait Doëg, un Edomite, chef des bergers de Saül.Καὶ ἔδωκεν αὐτῷ Ἀβιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι ἐκεῖ οὐκ ἦν ἄρτοι, ἀλλʼ ἢ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου, τοῦ παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς.
9LXX 21,8David dit à Achimélech : « N’as-tu pas sous la main une lance ou une épée ? car je n’ai pas même pris avec moi mon épée ni mes armes, parce que l’ordre du roi était pressant. »Καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος Νεεσσαρὰν ἐνώπιον Κυρίου, καὶ ὄνομα αὐτῷ Δωὴκ Σύρος, νέμων τὰς ἡμιόνους Σαούλ.
10LXX 21,9Le prêtre répondit : « Il y a l’épée de Goliath, le Philistin que tu as tué dans la vallée du Térébinthe ; la voilà, enveloppée dans le manteau, derrière l’éphod. Si tu veux la prendre, prends-la, car il n’y en a pas d’autre ici. » Et David dit : « Elle n’a pas sa pareille, donne-la-moi. »Καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιμέλεχ, ἴδε εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ῥομφαία, ὅτι τὴν ῥομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ῥῆμα τοῦ βασιλέως κατὰ σπουδήν.
11LXX 21,10David se leva et s’enfuit ce même jour loin de Saül ; il se rendit chez Achis, roi de Geth.Καὶ εἶπεν ὁ ἱερεὺς, ἰδοὺ ἡ ῥομφαία Γολιὰθ τὸυ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ἠλᾶ· καὶ αὕτη ἐνειλημένη ἦν ἐν ἱματίῳ· εἰ ταύτην λήψῃ, σεαυτῷ λάβε, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα· καὶ εἶπε Δαυὶδ, ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή· δός μοι αὐτήν.
12LXX 21,11Les serviteurs d’Achis lui dirent : « N’est-ce pas là David, roi du pays ? N’est-ce pas celui pour qui l’on chantait en dansant : Saül a tué ses mille, et David ses dix mille.Καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυὶδ, καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαούλ· καὶ ἦλθε Δαυὶδ πρὸς Ἀγχοῦς βασιλέα Γέθ.
13LXX 21,12David prit ces paroles à cœur, et il eut une grande peur d’Achis, roi de Geth.Καὶ εἶπον οἱ παῖδες Ἀγχοῦς πρὸς αὐτὸν, οὐχὶ οὗτος Δαυὶδ ὁ βασιλεὺς τῆς γῆς; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι, λέγουσαι, ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ;
14LXX 21,13Il dissimula sa raison à leurs yeux et fit l’insensé entre leurs mains ; il battait du tambour sur les battants des portes, et il laissait couler sa salive sur sa barbe.Καὶ ἔθετο Δαυὶδ τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου Ἀγχοῦς βασιλέως Γέθ.
15LXX 21,14Achis dit à ses serviteurs : « Vous voyez bien que cet homme est un fou ; pourquoi me l’avez-vous amené ?Καὶ ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ, καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως, καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέῤῥει ἐπὶ τὸν πώγωνα αὐτοῦ.
16LXX 21,15Est-ce que je manque de fous, que vous m’ameniez celui-ci, pour qu’il fasse des folies devant moi ? Doit-il entrer dans ma maison ? »Καὶ εἶπεν Ἀγχοῦς πρὸς τοὺς παῖδας αὐτοῦ, ἰδοὺ ἴδετε ἄνδρα ἐπίληπτον, ἱνατί εἰσηγάγετε αὐτὸν πρὸς μέ;

L’Évangile et le saint du jour, chaque matin dans votre boîte mail

Commencez chaque jour près du Christ et de ses saints : l’Évangile de la messe et une vie qui inspire. Gratuit ; désabonnement à tout moment.

Nous vous enverrons un e-mail de confirmation. De temps en temps, aussi un avis de Fides Viva. Désabonnement en un clic. Confidentialité

jeudi 29 octobre · Évangile

Jésus se lamente sur Jérusalem, qui tue les prophètes

Le même jour, quelques Pharisiens vinrent lui dire : « Retirez-vous et partez d’ici ; car Hérode veut vous faire mourir. » Il leur répondit : « Allez et dites à ce renard : Je chasse les démons et guéris les malades…