Comparaison
1 Chroniques 5
Crampon et Septante (édition sixtine, 1587), verset par verset.
| Crampon | Septante (édition sixtine, 1587) | |
|---|---|---|
| 1 | Fils de Ruben, premier-né d’Israël. — Car il était le premier-né ; mais, parce qu’il souilla la couche de son père, son droit d’aînesse fut donné aux fils de Joseph, fils d’Israël, non, toutefois, pour que Joseph fût inscrit dans les généalogie comme premier-né. | Καὶ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ· ὅτι οὗτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκεν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ἰωσὴφ υἱῷ Ἰσραήλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτοκεῖα, |
| 2 | Car Judas fut puissant parmi ses frères, et de lui est issu un prince. Mais le droit d’aînesse est à Joseph. — | ὅτι Ἰούδας δυνατὸς ἰσχύι καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ ἡ εὐλογία τοῦ Ἰωσήφ· |
| 3 | Fils de Ruben, premier-né d’Israël : Enoch, Phallu, Esron et Charmi. | Υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραὴλ, Ἐνὼχ, καὶ Φαλλοὺς, Ἀσρὼμ, καὶ Χαρμί. |
| 4 | Fils de Joël : Samia, son fils ; Gog, son fils ; Séméï, son fils ; | Υἱοὶ Ἰωὴλ, Σεμεῒ, καὶ Βαναία υἱὸς αὐτοῦ· καὶ υἱοὶ Γοὺγ υἱοῦ Σεμεῒ, |
| 5 | Micha, son fils ; Réïa, son fils ; Baal, son fils ; | υἱὸς αὐτοῦ Μιχὰ, υἱὸς αὐτοῦ Ῥηχά, υἱὸς αὐτοῦ Ἰωὴλ, |
| 6 | Bééra, son fils, que Thelgathphalnasar, roi d’Assyrie, emmena captif : il fut un des princes des Rubénites. — | υἱὸς αὐτοῦ Βεὴλ, ὃν μετῴκισε Θαγλαφαλλασὰρ βασιλεὺς Ἀσσούρ· οὗτος ἄρχων τῶν Ῥουβήν. |
| 7 | Frères de Bééra, chacun selon sa famille, tels qu’ils sont inscrits dans les généalogies selon leurs générations : le chef, Jéhiel ; Zacharie ; | Καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατρίδι αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν, ὁ ἄρχων Ἰωὴλ, καὶ Ζαχαρία, |
| 8 | Bala, fils d’Azaz, fils de Samma, fils de Joël. Bala habitait à Aroër, et jusqu’à Nébo et à Béel-Méon ; | καὶ Βαλὲκ υἱὸς Ἀζοὺζ, υἱὸς Σαμὰ, υἱὸς Ἰωήλ· οὗτος κατῴκησεν ἐν Ἀροὴρ, καὶ ἐπὶ Ναβαῦ, καὶ Βεελμασσών. |
| 9 | à l’orient, il habitait jusqu’à l’entrée du désert, qui va depuis le fleuve de l’Euphrate, car leurs troupeaux étaient nombreux dans le pays de Galaad. | Καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου, ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλαάδ. |
| 10 | Du temps de Saül, ils firent la guerre aux Agaréens, qui tombèrent entre leurs mains, et ils habitèrent dans leurs tentes, sur tout le côté oriental de Galaad. | Καὶ ἐν ἡμέραις Σαοὺλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς αὐτῶν πάντες κατʼ ἀνατολὰς τῆς Γαλαάδ. |
| 11 | Les fils de Gad habitaient vis-à-vis d’eux dans le pays de Basan, jusqu’à Selcha. | Υἱοὶ Γὰδ κατέναντι αὐτῶν κατῴκησαν ἐν γῇ Βασὰν ἕως Σελά· |
| 12 | C’étaient : le chef, Joël ; le second, Saphan, puis Janaï et Saphath, en Basan. | Ἰωὴλ πρωτότοκος, καὶ Σαφὰμ ὁ δεύτερος, καὶ Ἰανὶν ὁ γραμματεὺς ἐν Βασάν. |
| 13 | Leurs frères, d’après leurs maisons patriarcales, étaient : Michaël, Mosollam, Sébé, Joraï, Jachan, Zié et Héber : sept. | Καὶ οἱ ἀδελφοὶ αὐτῶν κατʼ οἴκους πατριῶν αὐτῶν, Μιχαὴλ, Μοσολλὰμ, καὶ Σεβεὲ, καὶ Ἰωρεὲ, καὶ Ἰωαχὰν, καὶ Ζουὲ, καὶ Ὠβὴδ, ἑπτά. |
| 14 | Ils étaient fils d’Abihaïl, fils de Huri, fils de Jara, fils de Galaad, fils de Michaël, fils de Jésési, fils de Jeddo, fils de Buz. | Οὗτοι υἱοὶ Ἀβιχαία υἱοῦ Οὐρὶ, υἱοῦ Ἰδαῒ, υἱοῦ Γαλαὰδ, υἱοῦ Μιχαὴλ, υἱοῦ Ἰεσαῒ, υἱοῦ Ἰεδδαῒ, υἱοῦ Βοὺζ ἀδελφοῦ |
| 15 | Achi, fils d’Abdiel, fils de Guni, était chef de leurs maisons patriarcales. | υἱοῦ Ἀβδιὴλ, υἱοῦ Γουνὶ, ἄρχων οἴκου πατριῶν. |
| 16 | Ils habitaient en Galaad, en Basan, et dans les villes de leurs dépendances, et dans tous les pâturages de Saron jusqu’à leurs extrémités. | Κατῴκουν ἐν Γαλαὰδ, ἐν Βασὰν, καὶ ἐν ταῖς κώμαις αὐτῶν, καὶ πάντα τὰ περίχωρα Σαρὼν ἕως ἐξόδου. |
| 17 | Tous ces fils de Gad furent enregistrés dans les généalogies du temps de Joatham, roi de Juda, et du temps de Jéroboam, roi d’Israël. | Πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ἰωάθαμ βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ βασιλέως Ἰσραήλ. |
| 18 | Les fils de Ruben, les Gadites et la demi-tribu de Manassé avaient de vaillants hommes, portant le bouclier et l’épée, tirant de l’arc, et exercés à la guerre, au nombre de quarante quatre mille sept cent soixante, en état d’aller à l’armée. | Υἱοὶ Ῥουβὴν καὶ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασσῆ ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν, καὶ τείνοντες τόξον, καὶ δεδιδαγμένοι πόλεμον, τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν. |
| 19 | Ils firent la guerre aux Agaréens, à Jéthur, à Naphis et à Nodab. | Καὶ ἐποίουν πόλεμον μετὰ τῶν Ἀγαρηνῶν, καὶ Ἰτουραίων, καὶ Ναφισαίων, καὶ Ναδαβαίων, |
| 20 | Ils furent aidés contre eux, et les Agaréens et tous ceux qui étaient avec eux furent livrés entre leurs mains. Car ils avaient crié vers Dieu pendant le combat, et il les avait exaucés, parce qu’ils s’étaient confiés en lui. | καὶ κατίσχυσαν ἐπʼ αὐτῶν· καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν Ἀγαραῖοι, καὶ πάντα τὰ σκηνώματα αὐτῶν, ὅτι πρὸς τὸν Θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ, καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἤλπισαν ἐπʼ αὐτόν. |
| 21 | Ils enlevèrent leurs troupeaux, cinquante mille chameaux, deux cent cinquante mille brebis, deux mille ânes, et cent mille personnes, | Καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν, καμήλους πεντακισχιλίας, καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους, καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας. |
| 22 | car il était tombé beaucoup de morts, parce que la guerre était de Dieu. Et ils s’établirent à leur place jusqu’à la captivité. | Ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ Θεοῦ ὁ πόλεμος· καὶ κατῴκησαν ἀντʼ αὐτῶν ἕως μετοικεσίας. |
| 23 | Les fils de la demi-tribu de Manassé habitaient dans le pays depuis Basan jusqu’à Baal-Hermon et à Sanir, et à la montagne d’Hermon ; ils étaient nombreux. | Καὶ οἱ ἡμίσεις φυλῆς Μανασσῆ κατῴκησαν ἀπὸ Βασὰν ἕως Βαὰλ, Ἐρμὼν, καὶ Σανὶρ, καὶ ὄρος Ἀερμών· καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν. |
| 24 | Voici les chefs de leurs familles : Epher, Jési, Eliel, Ezriel, Jérémia, Odoïa et Jédiel, hommes forts et vaillants, hommes de renom, chefs de leurs maisons patriarcales. | Καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν· Ὀφὲρ, καὶ Σεῒ, καὶ Ἐλιὴλ, καὶ Ἱερεμία, καὶ Ὠδουΐα, καὶ Ἰεδιήλ· ἄνδρες ἰσχυροὶ δυνάμει, ἄνδρες ὀνομαστοὶ, ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν. |
| 25 | Mais ils furent infidèles au Dieu de leurs pères, et ils se prostituèrent en servant les dieux des peuples du pays que Dieu avait détruits devant eux. | Καὶ ἠθέτησαν ἐν Θεῷ πατέρων αὐτῶν, καὶ ἐπόρνευσαν ὀπίσω θεῶν τῶν λαῶν τῆς γῆς, οὓς ἐξῇρεν ὁ Θεὸς ἀπὸ προσώπου αὐτῶν. |
| 26 | Le Dieu d’Israël excita l’esprit de Phul, roi d’Assyrie, et l’esprit de Thelgathphalnasar, roi d’Assyrie ; et Thelgathphalnasar emmena captifs les Rubénites, les Gadites et la demi-tribu de Manassé, et il les conduisit à Hala, à Habor, à Ara et au fleuve de Gozan, où ils sont demeurés jusqu’à ce jour. | Καὶ ἐπήγειρεν ὁ Θεὸς Ἰσραὴλ τὸ πνεῦμα Φαλὼχ βασιλέως Ἀσσοὺρ, καὶ τὸ πνεῦμα Θαγλαφαλλασὰρ βασιλέως Ἀσσοὺρ, καὶ μετῴκισε τὸν Ῥουβὴν, καὶ τὸν Γαδδὶ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, καὶ ἤγαγεν αὐτοὺς εἰς Χαὰχ, καὶ Χαβὼρ, καὶ ἐπὶ ποταμὸν Γωζὰν ἕως τῆς ἡμέρας ταύτης. |
| 27LXX 6,1 | Fils de Lévi : Gersom, Caath et Mérari. | Υἱοὶ Λευὶ, Γεδσὼν, Καὰθ, καὶ Μεραρί. |
| 28LXX 6,2 | Fils de Caath : Amram, Isaar et Oziel. | Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσὼν, Λοβενὶ, καὶ Σεμεΐ. |
| 29LXX 6,3 | Fils d’Amram : Aaron, Moïse et Marie. — Fils d’Aaron : Nadab, Abiu, Eléazar et Ithamar. — | Υἱοὶ Καὰθ, Ἄμβραμ, καὶ Ἰσσαὰρ, Χεβρὼν, καὶ Ὀζιήλ. |
| 30LXX 6,4 | Eléazar engendra Phinées ; Phinées engendra Abisué ; | Υἱοὶ Μεραρὶ, Μοολὶ, καὶ ὁ Μουσί· καὶ αὗται αἱ πατριαὶ τοῦ Λευὶ κατὰ πατριὰς αὐτῶν. |
| 31LXX 6,5 | Abisué engendra Bocci ; Bocci engendra Ozi ; | Τῷ Γεδσὼν, τῷ Λοβενὶ υἱῷ αὐτοῦ, Ἰὲθ υἱὸς αὐτοῦ, Ζαμμὰθ υἱὸς αὐτοῦ, |
| 32LXX 6,6 | Ozi engendra Zaraïas ; Zaraïas engendra Méraïoth ; | Ἰωὰβ υἱὸς αὐτοῦ, Ἀδδὶ υἱὸς αὐτοῦ, Ζαρὰ υἱὸς αὐτοῦ, Ἰεθρὶ υἱὸς αὐτοῦ. |
| 33LXX 6,7 | Méraïoth engendra Amarias ; Amarias engendra Achitob ; | Υἱοὶ Καὰθ, Ἀμιναδὰβ υἱὸς αὐτοῦ, Κορὲ υἱὸς αὐτοῦ, Ἀσὴρ υἱὸς αὐτοῦ, |
| 34LXX 6,8 | Achitob engendra Sadoc ; Sadoc engendra Achimaas ; | Ἑλκανὰ υἱὸς αὐτοῦ, Ἀβισὰφ υἱὸς αὐτοῦ, Ἀσὴρ υἱὸς αὐτοῦ, |
| 35LXX 6,9 | Achimaas engendra Azarias ; Azarias engendra Johanan ; | Θαὰθ υἱὸς αὐτοῦ, Οὐριὴλ υἱὸς αὐτοῦ, Ὀζία υἱὸς αὐτοῦ, Σαοὺλ υἱὸς αὐτοῦ. |
| 36LXX 6,10 | Johanan engendra Azarias : c’est lui qui exerça le sacerdoce dans la maison que Salomon bâtit à Jérusalem ; | Καὶ υἱοὶ Ἑλκανὰ, Ἀμεσσὶ, καὶ Ἀχιμὼθ, |
| 37LXX 6,11 | Azarias engendra Amarias ; Amarias engendra Achitob ; | Ἑλκανὰ υἱὸς αὐτοῦ, Σουφὶ υἱὸς αὐτοῦ, Καιναὰθ υἱὸς αὐτοῦ, |
| 38LXX 6,12 | Achitob engendra Sadoc ; Sadoc engendra Sellum ; | Ἐλιὰβ υἱὸς αὐτοῦ, Ιεροβοὰμ υἱὸς αὐτοῦ, Ἑλκανὰ υἱὸς αὐτοῦ. |
| 39LXX 6,13 | Sellum engendra Helcias ; Helcias engendra Azarias ; | Υἱοὶ Σαμουὴλ, ὁ πρωτότοκος Σανὶ, καὶ Ἀβιά. |
| 40LXX 6,14 | Azarias engendra Saraïas ; Saraïas engendra Josédec. | Υἱοὶ Μεραρὶ, Μοολὶ, Λοβενὶ υἱὸς αὐτοῦ, Σεμεῒ υἱὸς αὐτοῦ, Ὀζὰ υἱὸς αὐτοῦ, |
| 41LXX 6,15 | Josédec partit pour l’exil quand Yahweh fit emmener en captivité Juda et Jérusalem par l’intermédiaire de Nabuchodonosor. | Σαμαὰ υἱὸς αὐτοῦ, Ἀγγία υἱὸς αὐτοῦ, Ἀσαῒας υἱὸς αὐτοῦ. |
| LXX 6,16 | — | Καὶ οὗτοι οὓς κατέστησε Δαυὶδ ἐπὶ χεῖρας ᾀδόντων ἐν οἴκῳ Κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ. |
| LXX 6,17 | — | Καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν ὀργάνοις, ἕως οὗ ᾠκοδόμησε Σαλωμὼν τὸν οἶκον Κυρίου ἐν Ἱερουσαλήμ· καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν. |
| LXX 6,18 | — | Καὶ οὗτοι οἱ ἑστηκότες, καὶ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Καὰθ, Αἰμὰν ὁ ψαλτῳδὸς υἱὸς Ἰωὴλ, υἱοῦ Σαμουὴλ, |
| LXX 6,19 | — | υἱοῦ Ἑλκανὰ, υἱοῦ Ἱεροβοὰμ, υἱοῦ Ἐλιὴλ, υἱοῦ Θοοὺ, |
| LXX 6,20 | — | υἱοῦ Σοὺφ, υἱοῦ Ἑλκανὰ, υἱοῦ Μαὰθ, υἱοῦ Ἀμαθὶ, |
| LXX 6,21 | — | υἱοῦ Ἑλκανὰ, υἱοῦ Ἰωὴλ, υἱοῦ Ἀζαρία, υἱοῦ Σαφανία, |
| LXX 6,22 | — | υἱοῦ Θαὰθ, υἱοῦ Ἀσὴρ, υἱοῦ Ἀβιασὰφ, υἱοῦ Κορὲ, |
| LXX 6,23 | — | υἱοῦ Ἰσαὰρ, υἱοῦ Καὰθ, υἱοῦ Λευὶ, υἱοῦ Ἰσραήλ. |
| LXX 6,24 | — | Καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἀσὰρ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· Ἀσὰρ υἱὸς Βαραχία, υἱοῦ Σαμαὰ, |
| LXX 6,25 | — | υἱοῦ Μιχαὴλ, υἱοῦ Βαασία, υἱοῦ Μελχία, |
| LXX 6,26 | — | υἱοῦ Ἀθανὶ, υἱοῦ Ζααραῒ, υἱοῦ Ἀδαῒ, |
| LXX 6,27 | — | υἱοῦ Αἰθὰμ, υἱοῦ Ζαμμὰμ, υἱοῦ Σεμεῒ, |
| LXX 6,28 | — | υἱοῦ Ἰεὲθ, υἱοῦ Γεδσὼν, υἱοῦ Λευί. |
| LXX 6,29 | — | Καὶ υἱοὶ Μεραρὶ οἱ ἀδελφοὶ αὐτῶν ἐξ ἀριστερῶν· Αἰθὰμ υἱὸς Κισὰ, υἱοῦ Ἀβαῒ, υἱοῦ Μαλῶχ, |
| LXX 6,30 | — | υἱοῦ Ἀσεβὶ, υἱοῦ Ἀμεσσία, |
| LXX 6,31 | — | υἱοῦ Βανὶ, υἱοῦ Σεμὴρ, |
| LXX 6,32 | — | υἱοῦ Μοολὶ, υἱοῦ Μουσὶ, υἱοῦ Μεραρὶ, υἱοῦ Λευί. |
| LXX 6,33 | — | Καὶ οἱ ἀδελφοὶ αὐτῶν κατʼ οἴκους πατριῶν αὐτῶν, οἱ Λευῖται οἱ δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ Θεοῦ. |
| LXX 6,34 | — | Καὶ Ἀαρὼν καὶ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων, καὶ ἐξιλάσκεσθαι περὶ Ἰσραὴλ, κατὰ πάντα ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ Θεοῦ. |
| LXX 6,35 | — | Καὶ οὗτοι υἱοὶ Ἀαρών· Ἐλεάζαρ υἱὸς αὐτοῦ, Φινεὲς υἱὸς αὐτοῦ, Ἀβισοὺ υἱὸς αὐτοῦ, |
| LXX 6,36 | — | Βοκκὶ υἱὸς αὐτοῦ, Ὀζὶ υἱὸς αὐτοῦ, Σαραῒα υἱὸς αὐτοῦ, |
| LXX 6,37 | — | Μαριὴλ υἱὸς αὐτοῦ, Ἀμαρία υἱὸς αὐτοῦ, Ἀχιτὼβ υἱὸς αὐτοῦ, |
| LXX 6,38 | — | Σαδὼκ υἱὸς αὐτοῦ, Ἀχιμάας υἱὸς αὐτοῦ. |
| LXX 6,39 | — | Καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν, ἐν τοῖς ὁρίοις αὐτῶν, τοῖς υἱοῖς Ἀαρὼν τῇ πατριᾷ αὐτῶν τοῖς Κααθὶ, ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος. |
| LXX 6,40 | — | Καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρὼν ἐν γῇ Ἰούδα, καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς. |
| LXX 6,41 | — | Καὶ τὰ πεδία τῆς πόλεως, καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλὲβ υἱῷ Ἰεφοννή. |
| LXX 6,42 | — | Καὶ τοῖς υἱοῖς Ἀαρὼν ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Χεβρὼν, καὶ τὴν Λοβνὰ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Σελνὰ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἐσθαμὼ καὶ τὰ περισπόρια αὐτῆς, |
| LXX 6,43 | — | καὶ τὴν Ἰεθὰρ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Δαβὶρ καὶ τὰ περισπόρια αὐτῆς, |
| LXX 6,44 | — | καὶ τὴν Ἀσὰν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Βαιθσαμὺς καὶ τὰ περισπόρια αὐτῆς· |
| LXX 6,45 | — | Καὶ ἐκ φυλῆς Βενιαμὶν τὴν Γαβαῒ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Γαλεμὰθ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἀναθὼθ καὶ τὰ περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν. |
| LXX 6,46 | — | Καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ, κλήρῳ πόλεις δέκα. |
| LXX 6,47 | — | Καὶ τοῖς υἱοῖς Γεδσὼν κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ἰσσάχαρ, ἐκ φυλῆς Ἀσὴρ, ἀπὸ φυλῆς Νεφθαλὶ, ἐκ φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν, πόλεις τρισκαίδεκα. |
| LXX 6,48 | — | Καὶ τοῖς υἱοῖς Μεραρὶ κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ῥουβὴν, ἐκ φυλῆς Γὰδ, ἐκ φυλῆς Ζαβουλὼν, κλήρῳ πόλεις δεκαδύο. |
| LXX 6,49 | — | Καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν. |
| LXX 6,50 | — | Καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν Ἰούδα, καὶ ἐκ φυλῆς υἱῶν Συμεὼν, καὶ ἐκ φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας ἃς ἐκάλεσαν αὐτὰς ἐπʼ ὀνόματος. |
| LXX 6,51 | — | Καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Καὰθ, καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς Ἐφραίμ. |
| LXX 6,52 | — | Καὶ ἔδωκαν αὐτοῖς τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Συχὲμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει Ἐφραὶμ, καὶ τὴν Γαζὲρ καὶ τὰ περισπόρια αὐτῆς, |
| LXX 6,53 | — | καὶ τὴν Ἰεκμαὰν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Βαιθωρὼν καὶ τὰ περισπόρια αὐτῆς, |
| LXX 6,54 | — | καὶ τὴν Αἰλὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Γεθρεμμὼν καὶ τὰ περισπόρια αὐτῆς· |
| LXX 6,55 | — | Καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὴν Ἀνὰρ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἰεμβλάαν καὶ τὰ περισπόρια αὐτῆς, κατὰ πατριὰν τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις. |
| LXX 6,56 | — | Τοῖς υἱοῖς Γεδσὼν ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασσῆ τὴν Γωλὰν ἐκ τῆς Βασὰν καὶ τὰ περιπόλια αὐτῆς, καὶ τὴν Ἀσηρὼθ καὶ τὰ περιπόλια αὐτῆς· |
| LXX 6,57 | — | Καὶ ἐκ φυλῆς Ἰσσάχαρ τὴν Κέδες καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Δεβερὶ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Δαβὼρ καὶ τὰ περισπόρια αὐτῆς, |
| LXX 6,58 | — | καὶ τὴν Ῥαμὼθ, καὶ τὴν Αἰνὰν καὶ τὰ περισπόρια αὐτῆς. |
| LXX 6,59 | — | Καὶ ἐκ φυλῆς Ἀσὴρ τὴν Μαασὰλ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἀβδὼν καὶ τὰ περισπόρια αὐτῆς, |
| LXX 6,60 | — | καὶ τὴν Ἀκὰκ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ῥοὼβ καὶ τὰ περισπόρια αὐτῆς· |
| LXX 6,61 | — | Καὶ ἀπὸ φυλῆς Νεφθαλὶ τὴν Κέδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Χαμὼθ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Καριαθαῒμ καὶ τὰ περισπόρια αὐτῆς. |
| LXX 6,62 | — | Τοῖς υἱοῖς Μεραρὶ τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλὼν τὴν Ῥεμμὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Θαβὼρ καὶ τὰ περισπόρια αὐτῆς, |
| LXX 6,63 | — | ἐκ τοῦ πέραν τοῦ Ἰορδάνου τὴν Ἱεριχὼ κατὰ δυσμὰς τοῦ Ἰορδάνου· ἐκ φυλῆς Ῥουβὴν τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἰασὰ καὶ τὰ περισπόρια αὐτῆς, |
| LXX 6,64 | — | καὶ τὴν Καδμὼθ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Μαεφλὰ καὶ τὰ περισπόρια αὐτῆς· |
| LXX 6,65 | — | Ἐκ φυλῆς Γὰδ τὴν Ῥαμμὼθ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Μααναῒμ καὶ τὰ περισπόρια αὐτῆς, |
| LXX 6,66 | — | καὶ τὴν Ἐσεβὼν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἰαζὴρ καὶ τὰ περισπόρια αὐτῆς. |
