Comparison
Titus 3
Douay-Rheims and Greek text (Patriarchal edition, 1904), verse by verse.
| Douay-Rheims | Greek text (Patriarchal edition, 1904) | |
|---|---|---|
| 1 | Admonish them to be subject to princes and powers, to obey at a word, to be ready to every good work. | Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς [καὶ] ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, |
| 2 | To speak evil of no man, not to be litigious, but gentle: shewing all mildness towards all men. | μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πρᾳότητα πρὸς πάντας ἀνθρώπους. |
| 3 | For we ourselves also were some time unwise, incredulous, erring, slaves to divers desires and pleasures, living in malice and envy, hateful, and hating one another. | Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους· |
| 4 | But when the goodness and kindness of God our Saviour appeared: | ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ, |
| 5 | Not by the works of justice, which we have done, but according to his mercy, he saved us, by the laver of regeneration, and renovation of the Holy Ghost; | οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου, |
| 6 | Whom he hath poured forth upon us abundantly, through Jesus Christ our Saviour: | οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, |
| 7 | That, being justified by his grace, we may be heirs, according to hope of life everlasting. | ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενώμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου. |
| 8 | It is a faithful saying: and these things I will have thee affirm constantly: that they, who believe in God, may be careful to excel in good works. These things are good and profitable unto men. | Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· |
| 9 | But avoid foolish questions, and genealogies, and contentions, and strivings about the law. For they are unprofitable and vain. | μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. |
| 10 | A man that is a heretic, after the first and second admonition, avoid: | αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, |
| 11 | Knowing that he, that is such an one, is subverted, and sinneth, being condemned by his own judgment. | εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. |
| 12 | When I shall send to thee Artemas or Tychicus, make haste to come unto me to Nicopolis. For there I have determined to winter. | Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. |
| 13 | Send forward Zenas, the lawyer, and Apollo, with care, that nothing be wanting to them. | Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. |
| 14 | And let our men also learn to excel in good works for necessary uses: that they be not unfruitful. | μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. |
| 15 | All that are with me salute thee: salute them that love us in the faith. The grace of God be with you all. Amen. | Ἀσπάζονταί σε οἱ μετ᾽ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν. |
