Comparison
Titus 1
Douay-Rheims and Greek text (Patriarchal edition, 1904), verse by verse.
| Douay-Rheims | Greek text (Patriarchal edition, 1904) | |
|---|---|---|
| 1 | Paul, a servant of God, and an apostle of Jesus Christ, according to the faith of the elect of God and the acknowledging of the truth, which is according to godliness: | Παῦλος, δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ᾽ εὐσέβειαν |
| 2 | Unto the hope of life everlasting, which God, who lieth not, hath promised before the times of the world: | ἐπ᾽ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων, |
| 3 | But hath in due times manifested his word in preaching, which is committed to me according to the commandment of God our Saviour: | ἐφανέρωσε δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ᾽ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν Θεοῦ, |
| 4 | To Titus my beloved son, according to the common faith, grace and peace from God the Father, and from Christ Jesus our Saviour. | Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν. |
| 5 | For this cause I left thee in Crete, that thou shouldest set in order the things that are wanting, and shouldest ordain priests in every city, as I also appointed thee: | Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην, |
| 6 | If any be without crime, the husband of one wife, having faithful children, not accused of riot, or unruly. | εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα. |
| 7 | For a bishop must be without crime, as the steward of God: not proud, not subject to anger, not given to wine, no striker, not greedy of filthy lucre: | δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, |
| 8 | But given to hospitality, gentle, sober, just, holy, continent: | ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, |
| 9 | Embracing that faithful word which is according to doctrine, that he may be able to exhort in sound doctrine, and to convince the gainsayers. | ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. |
| 10 | For there are also many disobedient, vain talkers, and seducers: especially they who are of the circumcision: | Εἰσὶ γὰρ πολλοὶ [καὶ] ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ περιτομῆς, |
| 11 | Who must be reproved, who subvert whole houses, teaching things which they ought not, for filthy lucre’s sake. | οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσι διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν. |
| 12 | One of them a prophet of their own, said, The Cretians are always liars, evil beasts, slothful bellies. | εἶπέ τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. |
| 13 | This testimony is true. Wherefore rebuke them sharply, that they may be sound in the faith; | ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. δι᾽ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, |
| 14 | Not giving heed to Jewish fables and commandments of men, who turn themselves away from the truth. | μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. |
| 15 | All things are clean to the clean: but to them that are defiled, and to unbelievers, nothing is clean: but both their mind and their conscience are defiled. | πάντα [μὲν] καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. |
| 16 | They profess that they know God: but in their works they deny him; being abominable, and incredulous, and to every good work reprobate. | Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. |
