Comparison
Sirach 51
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | A prayer of Jesus the son of Sirach. I will give glory to thee, O Lord, O King, and I will praise thee, O God my Saviour. | Ἐξομολογήσομαι σοι Κύριε βασιλεῦ, καὶ αἰνέσω σε Θεὸν τὸν σωτῆρά μου· ἐξομολογοῦμαι τῷ ὀνόματί σου, |
| 2 | I will give glory to thy name: for thou hast been a helper and protector to me. | ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι, καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας, καὶ ἐκ παγίδος διαβολῆς γλώσσης· ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος, καὶ ἔναντι τῶν παρεστηκότων ἐγένου μοι βοηθὸς, |
| 3 | And hast preserved my body from destruction, from the snare of an unjust tongue, and from the lips of them that forge lies, and in the sight of them that stood by, thou hast been my helper. | καὶ ἐλυτρώσω με, κατὰ τὸ πλῆθος ἐλέους καὶ ὀνόματός σου, ἐκ βρυγμῶν ἑτοίμων εἰς βρῶμα, ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου, ἐκ πλειόνων θλίψεων ὧν ἔσχον, |
| 4 | And thou hast delivered me, according to the multitude of the mercy of thy name, from them that did roar, prepared to devour. | ἀπὸ πνιγμοῦ πυρὸς κυκλόθεν, καὶ ἐκ μέσου πυρὸς οὗ οὐκ ἐξέκαυσα, |
| 5 | Out of the hands of them that sought my life, and from the gates of afflictions, which compassed me about: | ἐκ βάθους κοιλίας ᾅδου, καὶ ἀπὸ γλώσσης ἀκαθάρτου, καὶ λόγου ψευδοῦς. |
| 6 | From the oppression of the flame which surrounded me, and in the midst of the fire I was not burnt. | Βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου· ᾔγγισεν ἕως θανάτου ἡ ψυχή μου, καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾅδου κάτω. |
| 7 | From the depth of the belly of hell, and from an unclean tongue, and from lying words, from an unjust king, and from a slanderous tongue: | Περιέσχον με πάντοθεν, καὶ οὐκ ἦν ὁ βοηθῶν· ἐμβλέπων εἰς ἀντίληψιν ἀνθρώπων, καὶ οὐκ ἦν. |
| 8 | My soul shall praise the Lord even to death. | Καὶ ἐμνήσθην τοῦ ἐλέους σου Κύριε, καὶ τῆς ἐργασίας σου τῆς ἀπʼ αἰῶνος· ὅτι ἐξελῇ τοὺς ὑπομένοντάς σε, καὶ σώζεις αὐτοὺς ἐκ χειρὸς ἐθνῶν. |
| 9 | And my life was drawing near to hell beneath. | Καὶ ἀνύψωσα ἐπὶ γῆς ἱκετείαν μου, καὶ ὑπὲρ θανάτου ῥύσεως ἐδεήθην. |
| 10 | They compassed me on every side, and there was no one that would help me. I looked for the succour of men, and there was none. | Ἐπεκαλεσάμην Κύριον πατέρα Κυρίου μου, μή με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως, ἐν καιρῷ ὑπερηφάνων ἀβοηθησίας. |
| 11 | I remembered thy mercy, O Lord, and thy works, which are from the beginning of the world. | Αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς, καὶ ὑμνήσω ἐν ἐξομολογήσει· καὶ εἰσηκούσθη ἡ δέησίς μου. |
| 12 | How thou deliverest them that wait for thee, O Lord, and savest them out of the hands of the nations. | Ἔσωσας γάρ με ἐξ ἀπωλείας, καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ· διὰ τοῦτο ἐξομολογήσομαι καὶ αἰνέσω σοι, καὶ εὐλογήσω τῷ ὀνόματι Κυρίου· |
| 13 | Thou hast exalted my dwelling place upon the earth and I have prayed for death to pass away. | Ἔτι ὢν νεώτερος, πρινὴ πλανηθῆναί με, ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου. |
| 14 | I called upon the Lord, the father of my Lord, that he would not leave me in the day of my trouble, and in the time of the proud without help. | Ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς, καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτὴν, |
| 15 | I will praise thy name continually, and will praise it with thanksgiving, and my prayer was heard. | ἐξ ἄνθους ὡς περκαζούσης σταφυλῆς· εὐφράνθη ἡ καρδία μου ἐν αὐτῇ, ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι, ἐκ νεότητός μου ἴχνευσα αὐτήν. |
| 16 | And thou hast saved me from destruction, and hast delivered me from the evil time. | Ἔκλινα ὀλίγον τὸ οὖς μου, καὶ ἐδεξάμην, καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαν. |
| 17 | Therefore I will give thanks, and praise thee, and bless the name of the Lord. | Προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ· τῷ διδόντι μοι σοφίαν, δώσω δόξαν. |
| 18 | When I was yet young, before I wandered about, I sought for wisdom openly in my prayer. | Διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτὴν, καὶ ἐζήλωσα τὸ ἀγαθὸν, καὶ οὐ μὴ αἰσχυνθῶ. |
| 19 | I prayed for her before the temple, and unto the very end I will seek after her, and she flourished as a grape soon ripe. | Διαμεμάχηται ἡ ψυχή μου ἐν αὐτῇ, καὶ ἐν ποιήσει λιμοῦ διηκριβωσάμην· τὰς χεῖράς μου ἐξεπέτασα πρός ὕψος, καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένθησα, |
| 20 | My heart delighted in her, my foot walked in the right way, from my youth up I sought after her. | τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτὴν, καρδίαν ἐκτησάμην μετʼ αὐτῶν ἀπʼ ἀρχῆς, καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν· διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ. |
| 21 | I bowed down my ear a little, and received her. | Καὶ ἡ κοιλία μου ἐταράχθη ἐκζητῆσαι αὐτήν· διὰ τοῦτο ἐκτησάμην ἀγαθὸν κτῆμα. |
| 22 | I found much wisdom in myself, and I profited much therein. | Ἔδωκε Κύριος γλῶσσάν μοι μισθόν μου, καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν. |
| 23 | To him that giveth me wisdom, will I give glory. | Ἐγγίσατε πρὸς μὲ ἀπαίδευτοι, καὶ αὐλίσθητε ἐν οἴκῳ παιδείας. |
| 24 | For I have determined to follow her: I have had a zeal for good, and shall not be confounded. | Διότι ὑστερεῖτε ἐν τούτοις, καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα; |
| 25 | My soul hath wrestled for her, and in doing it I have been confirmed. | Ἤνοιξα τὸ στὸμα μου, καὶ ἐλάλησα, κτήσασθε ἑαυτοῖς ἄνευ ἀργυριου. |
| 26 | I stretched forth my hands on high, and I bewailed my ignorance of her. | Τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγὸν, καὶ ἐπιδεξάσθω ἡ ψυχὴ ὑμῶν παιδείαν, ἐγγύς ἐστιν εὑρεῖν αὐτήν. |
| 27 | I directed my soul to her, and in knowledge I found her. | Ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα, καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν. |
| 28 | I possessed my heart with her from the beginning: therefore I shall not be forsaken. | Μετάσχετε παιδείας ἐν πολλῷ ἀριθμῷ ἀργυρίου, καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ. |
| 29 | My entrails were troubled in seeking her: therefore shall I possess a good possession. | Εὐφρανθείη ἡ ψυχὴ ὑμῶν ἐν τῷ ἐλέει αὐτοῦ, καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτοῦ. |
| 30 | The Lord hath given me a tongue for my reward: and with it I will praise him. | Ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ, καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ. |
| 31 | Draw near to me, ye unlearned, and gather yourselves together into the house of discipline. | — |
| 32 | Why are ye slow? and what do you say of these things? your souls are exceeding thirsty. | — |
| 33 | I have opened my mouth, and have spoken: buy her for yourselves without silver, | — |
| 34 | And submit your neck to the yoke, and let your soul receive discipline: for she is near at hand to be found. | — |
| 35 | Behold with your eyes how I have laboured a little, and have found much rest to myself. | — |
| 36 | Receive ye discipline as a great sum of money, and possess abundance of gold by her. | — |
| 37 | Let your soul rejoice in his mercy, and you shall not be confounded in his praise. | — |
| 38 | Work your work before the time, and he will give you your reward in his time. | — |
