Comparison
Nehemiah 6
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And it came to pass, when Sanaballat, and Tobias, and Gossem the Arabian, and the rest of our enemies, heard that I had built the wall, and that there was no breach left in it, (though at that time I had not set up the doors in the gates,) | Καὶ ἐγένετο καθὼς ἠκούσθη τῷ Σαναβαλλὰτ, καὶ Τωβίᾳ, καὶ τῷ Γησὰμ τῷ Ἀραβὶ, καὶ τοῖς καταλοίποις ἐχθρῶν ἡμῶν, ὅτι ᾠκοδόμησα τὸ τεῖχος, καὶ οὐ κατελείφθη ἐν αὐτοῖς πνοή· ἕως τοῦ καιροῦ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ταῖς πύλαις. |
| 2 | Sanaballat and Gossem Rent to me, saying: Come, and let us make a league together in the villages, in the plain of Ono. But they thought to do me mischief. | Καὶ ἀπέστειλε Σαναβαλλὰτ καὶ Γησὰμ πρὸς μὲ, λέγων, δεῦρο καὶ συναχθῶμεν ἐπιτοαυτὸ ἐν ταῖς κώμαις ἐν πεδίῳ Ὠνώ· καὶ αὐτοὶ λογιζόμενοι ποιῆσαί μοι πονηρίαν. |
| 3 | And I sent messengers to them, saying: I am doing a great work, and I cannot come down, lest it be neglected whilst I come, and go down to you. | Καὶ ἀπέστειλα ἐπʼ αὐτοὺς ἀγγέλους, λέγων, ἔργον μέγα ἐγὼ ποιῶ, καὶ οὐ δυνήσομαι καταβῆναι, μή ποτε καταπαύσῃ τὸ ἔργον· ὡς ἂν τελειώσω αὐτὸ, καταβήσομαι πρὸς ὑμᾶς. |
| 4 | And they sent to me according to this word, four times: and I answered them after the same manner. | Καὶ ἀπέστειλαν πρὸς μὲ ὡς τὸ ῥῆμα τοῦτο· καὶ ἀπέστειλα αὐτοῖς κατὰ ταῦτα. |
| 5 | And Sanaballat sent his servant to me the fifth time according to the former word, and he had a letter in his hand written in this manner: | Καὶ ἀπέστειλε πρὸς μὲ Σαναβαλλὰτ τὸν παῖδα αὐτοῦ, καὶ ἐπιστολὴν ἀνεῳγμένην ἐν χειρὶ αὐτοῦ. |
| 6 | It is reported amongst the Gentiles, and Gossem hath said it, that thou and the Jews think to rebel, and therefore thou buildest the wall, and hast a mind to set thyself king over them: for which end | Καὶ ἦν γεγραμμένον ἐν αὐτῇ, ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ἰουδαῖοι λογίζεσθε ἀποστατῆσαι, διὰ τοῦτο σὺ οἰκοδομεῖς τὸ τεῖχος, καὶ σὺ ἔσῃ αὐτοῖς εἰς βασιλέα. |
| 7 | Thou hast also set up prophets, to preach of thee at Jerusalem, saying: There is a king in Judea. The king will hear of these things: therefore come now, that we may take counsel together. | Καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτῷ, ἵνα καθίσῃς ἐν Ἰερουσαλὴμ εἰς βασιλέα ἐπὶ Ἰούδα· καὶ νῦν ἀπαγγελήσονται τῷ βασιλεῖ οἱ λόγοι οὗτοι· καὶ νῦν δεῦρο βουλευσώμεθα ἐπιτοαυτό. |
| 8 | And I sent to them, saying: There is no such thing done as thou sayest: but thou feignest these things out of thy own heart. | Καὶ ἀπέστειλα πρὸς αὐτὸν, λέγων, οὐκ ἐγενήθη ὡς οἱ λόγοι οὗτοι ὧς σὺ λέγεις, ὅτι ἀπὸ καρδίας σου σὺ ψεύδῃ αὐτούς. |
| 9 | For all these men thought to frighten us, thinking that our hands would cease from the work, and that we would leave off. Wherefore I strengthened my hands the more: | Ὅτι πάντες φοβερίζουσιν ἡμᾶς, λέγοντες, ἐκλυθήσονται χεῖρες αὐτῶν ἀπὸ τοῦ ἔργου τούτου, καὶ οὐ ποιηθήσεται· καὶ νῦν ἐκραταίωσα τὰς χεῖράς μου. |
| 10 | And I went into the house of Samaia the son of Delaia, the son of Metabeel privately. And he said: Let us consult together in the house of God in the midst of the temple: and let us shut the doors of the temple, for they will come to kill thee, and in the night they will come to slay thee. | Κᾀγὼ εἰσῆλθον εἰς οἶκον Σεμεῒ υἱοῦ Δαλαΐα υἱοῦ Μεταβεὴλ, καὶ αὐτὸς συνεχόμενος· καὶ εἶπε, συναχθῶμεν εἰς οἶκον τοῦ Θεοῦ ἐν μέσῳ αὐτοῦ, καὶ κλείσωμεν τὰς θύρας αὐτοῦ, ὅτι ἔρχονται νυκτὸς φονεῦσαί σε. |
| 11 | And I said: Should such a man as I Bee? and who is there that being as I am, would go into the temple, to save his life? I will not go in. | Καὶ εἶπα, τίς ἐστιν ὁ ἀνὴρ ὃς εἰσελεύσεται εἰς τὸν οἶκον, καὶ ζήσεται; |
| 12 | And I understood that God had not sent him, but that he had spoken to me as if he had been prophesying, and Tobias, and Sanaballat had hired him. | Καὶ ἐπέγνων, καὶ ἰδοὺ ὁ Θεὸς οὐκ ἀπέστειλεν αὐτὸν, ὅτι ἡ προφητεία λόγος κατʼ ἐμοῦ· |
| 13 | For he had taken money, that I being afraid should do this thing, and sin, and they might have some evil to upbraid me withal. | καὶ Τωβίας καὶ Σαναβαλλὰτ ἐμισθώσαντο ἐπʼ ἐμὲ ὄχλον ὅπως φοβηθῶ, καὶ ποιήσω οὕτως, καὶ ἁμάρτω, καὶ γένωμαι αὐτοῖς εἰς ὄνομα πονηρὸν, ὅπως ὀνειδίσωσί με. |
| 14 | Remember me, O Lord, for Tobias and Sanaballat, according to their works of this kind: and Noadias the prophet, and the rest of the prophets that would have put me in fear. | Μνήσθητι ὁ Θεὸς Τωβίᾳ καὶ Σαναβαλλάτ, ὡς τὰ ποιήματα αὐτοῦ ταῦτα, καὶ τῷ Νωαδίᾳ τῷ προφήτῃ, καὶ καταλοίποις τῶν προφητῶν οἳ ἦσαν φοβερίζοντές με. |
| 15 | But the wall was finished the five and twentieth day of the month of Elul, in two and fifty days. | Καὶ ἐτελέσθη τὸ τεῖχος πέμπτῃ καὶ εἰκάδι τοῦ Ἐλοὺλ μηνὸς εἰς πεντήκοντα καὶ δύο ἡμέρας. |
| 16 | And it came to pass when all our enemies heard of it, that all nations which were round about us, were afraid, and were cast down within themselves, for they perceived that this work was the work of God. | Καὶ ἐγένετο ἡνίκα ἤκουσαν πάντες οἱ ἐχθροὶ ἡμῶν, καὶ ἐφοβήθησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, καὶ ἐπέπεσε φόβος σφόδρα ἐν ὀφθαλμοῖς αὐτῶν, καὶ ἔγνωσαν ὅτι παρὰ τοῦ Θεοῦ ἡμῶν ἐγενήθη τελειωθῆναι τὸ ἔργον τοῦτο. |
| 17 | Moreover in those days many letters were sent by the principal men of the Jews to Tobias, and from Tobias there came letters to them. | καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἀπὸ πολλῶν ἐντίμων Ἰούδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς Τωβίαν, καὶ αἱ Τωβία ἤρχοντο πρὸς αὐτούς· |
| 18 | For there were many in Judea sworn to him, because he was the son in law of Sechenias the son of Area, and Johanan his son had taken to wife the daughter of Mosollam the son of Barachias. | Ὅτι πολλοὶ ἐν Ἰούδα ἔνορκοι ἦσαν αὐτῷ, ὅτι γαμβρὸς ἦν τοῦ Σεχενία υἱοῦ Ἡραέ· καὶ Ἰωνὰν υἱὸς αὐτοῦ ἔλαβε τὴν θυγατέρα Μεσουλὰμ υἱοῦ Βαραχία εἰς γυναῖκα. |
| 19 | And they praised him also before me, and they related my words to him: And Tobias sent letters to put me in fear. | Καὶ τοὺς λόγους αὐτοῦ ἦσαν λέγοντες πρὸς μὲ, καὶ λόγους μου ἦσαν ἐκφέροντες αὐτῷ· καὶ ἐπιστολὰς ἀπέστειλε Τωβίας φοβερίσαι με. |
