Comparison
Mark 3
Douay-Rheims and Greek text (Patriarchal edition, 1904), verse by verse.
| Douay-Rheims | Greek text (Patriarchal edition, 1904) | |
|---|---|---|
| 1 | And he entered again into the synagogue, and there was a man there who had a withered hand. | Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. |
| 2 | And they watched him whether he would heal on the sabbath days; that they might accuse him. | καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. |
| 3 | And he said to the man who had the withered hand: Stand up in the midst. | καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· ἔγειρε εἰς τὸ μέσον. |
| 4 | And he saith to them: Is it lawful to do good on the sabbath days, or to do evil? to save life, or to destroy? But they held their peace. | καὶ λέγει αὐτοῖς· ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. |
| 5 | And looking round about on them with anger, being grieved for the blindness of their hearts, he saith to the man: Stretch forth thy hand. And he stretched it forth: and his hand was restored unto him. | καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη. |
| 6 | And the Pharisees going out, immediately made a consultation with the Herodians against him, how they might destroy him. | καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθέως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσι. |
| 7 | But Jesus retired with his disciples to the sea; and a great multitude followed him from Galilee and Judea, | Καὶ ὁ Ἰησοῦς ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν αὐτῷ, |
| 8 | And from Jerusalem, and from Idumea, and from beyond the Jordan. And they about Tyre and Sidon, a great multitude, hearing the things which he did, came to him. | καὶ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν. |
| 9 | And he spoke to his disciples that a small ship should wait on him because of the multitude, lest they should throng him. | καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν· |
| 10 | For he healed many, so that they pressed upon him for to touch him, as many as had evils. | πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας· |
| 11 | And the unclean spirits, when they saw him, fell down before him: and they cried, saying: | καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρουν, προσέπιπτον αὐτῷ καὶ ἔκραζον λέγοντα ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ. |
| 12 | Thou art the Son of God. And he strictly charged them that they should not make him known. | καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσι. |
| 13 | And going up into a mountain, he called unto him whom he would himself: and they came to him. | Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. |
| 14 | And he made that twelve should be with him, and that he might send them to preach. | καὶ ἐποίησε δώδεκα, ἵνα ὦσι μετ᾽ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν |
| 15 | And he gave them power to heal sicknesses, and to cast out devils. | καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶ ἐκβάλλειν τὰ δαιμόνια· |
| 16 | And to Simon he gave the name Peter: | καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι Πέτρον, |
| 17 | And James the son of Zebedee, and John the brother of James; and he named them Boanerges, which is, The sons of thunder: | καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές, ὅ ἐστιν υἱοὶ βροντῆς· |
| 18 | And Andrew and Philip, and Bartholomew and Matthew, and Thomas and James of Alpheus, and Thaddeus, and Simon the Cananean: | καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Κανανίτην |
| 19 | And Judas Iscariot, who also betrayed him. | καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν. |
| 20 | And they come to a house, and the multitude cometh together again, so that they could not so much as eat bread. | Καὶ ἔρχονται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν. |
| 21 | And when his friends had heard of it, they went out to lay hold on him. For they said: He is become mad. | καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη. |
| 22 | And the scribes who were come down from Jerusalem, said: He hath Beelzebub, and by the prince of devils he casteth out devils. | καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. |
| 23 | And after he had called them together, he said to them in parables: How can Satan cast out Satan? | καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν; |
| 24 | And if a kingdom be divided against itself, that kingdom cannot stand. | καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· |
| 25 | And if a house be divided against itself, that house cannot stand. | καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη. |
| 26 | And if Satan be risen up against himself, he is divided, and cannot stand, but hath an end. | καὶ εἰ ὁ σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει. |
| 27 | No man can enter into the house of a strong man and rob him of his goods, unless he first bind the strong man, and then shall he plunder his house. | οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. |
| 28 | Amen I say to you, that all sins shall be forgiven unto the sons of men, and the blasphemies wherewith they shall blaspheme: | Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι ὅσας ἐὰν βλασφημήσωσιν· |
| 29 | But he that shall blaspheme against the Holy Ghost, shall never have forgiveness, but shall be guilty of an everlasting sin. | ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου κρίσεως· |
| 30 | Because they said: He hath an unclean spirit. | ὅτι ἔλεγον, πνεῦμα ἀκάθαρτον ἔχει. |
| 31 | And his mother and his brethren came; and standing without, sent unto him, calling him. | Ἔρχονται οὖν ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν φωνοῦντες αὐτόν. |
| 32 | And the multitude sat about him; and they say to him: Behold thy mother and thy brethren without seek for thee. | καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος· εἶπον δὲ αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσί σε. |
| 33 | And answering them, he said: Who is my mother and my brethren? | καὶ ἀπεκρίθη αὐτοῖς λέγων· τίς ἐστιν ἡ μήτηρ μου ἢ οἱ ἀδελφοί μου; |
| 34 | And looking round about on them who sat about him, he saith: Behold my mother and my brethren. | καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους λέγει· ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· |
| 35 | For whosoever shall do the will of God, he is my brother, and my sister, and mother. | ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ ἐστί. |
