Comparison
Judith 8
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Now it came to pass, when Judith a widow had heard these words, who was the daughter of Merari, the son of Idox, the son of Joseph, the son of Ozias, the son of Elai, the son of Jamnor, the son of Gedeon, the son of Raphaim, the son of Achitob, the son of Melehias, the son of Enan, the son of Nathanias, the son of Salathiel, the son of Simeon, the son of Ruben: | Καὶ ἤκουσεν ἐν ἐκείναις ταῖς ἡμέραις Ἰουδὶθ, θυγάτηρ Μεραρὶ, υἱοῦ Ὢξ, υἱοῦ Ἰωσὴφ, υἱοῦ Ὀζιὴλ, υἱοὺ Ἑλκία, υἱοῦ Ἠλιοὺ, υἱοῦ Χελκίου, υἱοῦ Ἐλιὰβ, υἱοῦ Ναθαναὴλ, υἱοῦ Σαλαμιὴλ, υἱοῦ Σαρασαδαΐ, υἱοῦ Ἰσραήλ. |
| 2 | And her husband was Manasses, who died in the time of the barley harvest: | Καὶ ὁ ἀνὴρ αὐτῆς Μανασσῆς, τῆς φυλῆς αὐτῆς, καὶ τῆς πατριᾶς αὐτῆς, καὶ ἀπέθανεν ἐν ἡμέραις θερισμοῦ κριθῶν· |
| 3 | For he was standing over them that bound sheaves in the field; and the heat came upon his head, and he died in Bethulia his own city, and was buried there with his fathers. | ἐπέστη γὰρ ἐπὶ τοῦ δεσμεύοντος τὸ δρᾶγμα ἐν τῷ πεδίῳ, καὶ ὁ καύσων ἦλθεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν κλίνην, καὶ ἐτελεύτησεν ἐν Βετυλούᾳ τῇ πόλει αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ ἀγρῷ τῷ ἀναμέσον Δωθαῒμ καὶ Βελαμών. |
| 4 | And Judith his relict was a widow now three years and six months. | Καὶ ἦν Ἰουδὶθ ἐν τῷ οἴκῳ αὐτῆς χηρεύουσα ἔτη τρία καὶ μῆνας τέσσαρας. |
| 5 | And she made herself a private chamber in the upper part of her house, in which she abode shut up with her maids. | Καὶ ἐποίησεν ἑαυτῇ σκηνὴν ἐπὶ τοῦ δώματος τοῦ οἴκου αὐτῆς, καὶ ἐπέθηκεν ἐπὶ τὴν ὀσφῦν αὐτῆς σάκκον· καὶ ἦν ἐπʼ αὐτῆς τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς. |
| 6 | And she wore haircloth upon her loins, and fasted all the days of her life, except the sabbaths, and new moons, and the feasts of the house of Israel. | Καὶ ἐνήστευε πάσας τὰς ἡμέρας χηρεύσεως αὐτῆς χωρὶς προσαββάτων, καὶ σαββάτων, καὶ προνουμηνιῶν, καὶ νουμηνιῶν, καὶ ἑορτῶν, καὶ χαρμοσυνῶν οἴκου Ἰσραήλ. |
| 7 | And she was exceedingly beautiful, and her husband left her great riches, and very many servants, and large possessions of herds of oxen, and flocks of sheep. | Καὶ ἦν καλὴ τῷ εἴδει, καὶ ὡραία τῇ ὄψει σφόδρα· καὶ ὑπελείπετο αὐτῇ Μανασσῆς ὁ ἀνὴρ αὐτῆς χρυσίον καὶ ἀργύριον, καὶ παῖδας καὶ παιδίσκας, καὶ κτήνη καὶ ἀγροὺς, καὶ ἔμενεν ἐπʼ αὐτῶν. |
| 8 | And she was greatly renowned among all, because she feared the Lord very much, neither was there any one that spoke an ill word of her. | Καὶ οὐκ ἦν ὃς ἐπήνεγκεν αὐτῇ ῥῆμα πονηρὸν, ὅτι ἐφοβεῖτο τὸν Θεὸν σφόδρα. |
| 9 | When therefore she had heard that Ozias had promised that he would deliver up the city after the fifth day, she sent to the ancients Chabri and Charmi. | Καὶ ἤκουσε τὰ ῥήματα τοῦ λαοῦ τὰ πονηρὰ ἐπὶ τὸν ἄρχοντα, ὅτι ὠλιγοψύχησαν ἐπὶ τῇ σπάνει τῶν ὑδάτων· καὶ ἤκουσε πάντας τοὺς λόγους Ἰουδὶθ οὓς ἐλάλησε πρὸς αὐτοὺς Ὀζίας, ὡς ὤμοσεν αὐτοῖς παραδώσειν τὴν πόλιν μετὰ ἡμέρας πέντε τοῖς Ἀσσυρίοις. |
| 10 | And they came to her, and she said to them: What is this word, by which Ozias hath consented to give up the city to the Assyrians, if within five days there come no aid to us? | Καὶ ἀποστείλασα τὴν ἅβραν αὐτῆς τὴν ἐφεστῶσαν πᾶσι τοῖς ὑπάρχουσιν αὐτῆς, ἐκάλεσεν Ὀζίαν καὶ Χαβρὶν καὶ Χαρμὶν τοὺς πρεσβυτέρους τῆς πόλεως αὐτῆς. |
| 11 | And who are you that tempt the Lord? | Καὶ ἦλθον πρὸς αὐτὴν, καὶ εἶπε πρὸς αὐτοὺς, ἀκούσατε δή μου ἄρχοντες τῶν κατοικούντων ἐν Βετυλούᾳ· ὅτι οὐκ εὐθὴς ὁ λόγος ὑμῶν ὃν ἐλαλήσατε ἐναντίον τοῦ λαοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ ἐστήσατε τὸν ὅρκον ὃν ἐλαλήσατε ἀναμέσον τοῦ Θεοῦ καὶ ὑμῶν, καὶ εἴπατε ἐκδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ὑμῶν, ἐὰν μὴ ἐν αὐταῖς ἐπιστρέψῃ ὁ Κύριος βοηθῆσαι ἡμῖν. |
| 12 | This is not a word that may draw down mercy, but rather that may stir up wrath, and enkindle indignation. | Καὶ νῦν τίνες ἐστὲ ὑμεῖς οἳ ἐπειράσατε τὸν Θεὸν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον, καὶ ἵστασθε ὑπὲρ τοῦ Θεοῦ ἐν μέσῳ υἱῶν ἀνθρώπων; |
| 13 | You have set a time for the mercy of the Lord, and you have appointed him a day, according to your pleasure. | Καὶ νῦν Κύριον παντοκράτορα ἐξετάζετε, καὶ οὐθὲν ἐπιγνώσεσθε ἕως τοῦ αἰῶνος· |
| 14 | But forasmuch as the Lord is patient, let us be penitent for this same thing, and with many tears let us beg his pardon: | ὅτι βάθος καρδίας ἀνθρώπου οὐχ εὑρήσετε, καὶ λόγους τῆς διανοίας αὐτοῦ οὐ λήψεσθε, καὶ πῶς τὸν Θεὸν ὃς ἐποίησε τὰ πάντα ταῦτα, ἐρευνήσετε, καὶ τὸν νοῦν αὐτοῦ ἐπιγνώσεσθε, καὶ τὸν λογισμὸν αὐτοῦ κατανοήσετε; μηδαμῶς, ἀδελφοὶ, μὴ παροργίζετε Κύριον τὸν Θεὸν ἡμῶν, |
| 15 | For God will not threaten like man, nor be inflamed to anger like the son of man. | ὅτι ἐὰν μὴ βούληται ἐν ταῖς πέντε ἡμέραις βοηθῆσαι ἡμῖν, αὐτὸς ἔχει τὴν ἐξουσίαν ἐν αἷς θέλει σκεπάσαι ἡμέραις, ἢ καὶ ὀλοθρεῦσαι ἡμᾶς πρὸ προσώπου τῶν ἐχθρῶν ἡμῶν. |
| 16 | And therefore let us humble our souls before him, and continuing in an humble spirit, in his service: | Ὑμεῖς δὲ μὴ ἐνεχυράζετε τὰς βουλὰς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ὅτι οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς ἀπειληθῆναι, οὐδὲ ὡς υἱὸς ἀνθρώπου διαιτηθῆναι. |
| 17 | Let us ask the Lord with tears, that according to his will so he would shew his mercy to us: that as our heart is troubled by their pride, so also we may glorify in our humility. | Διόπερ ἀναμένοντες τὴν παρʼ αὐτοῦ σωτηρίαν, ἐπικαλεσώμεθα αὐτὸν εἰς βοήθειαν ἡμῶν, καὶ εἰσακούσεται τῆς φωνῆς ἡμῶν, ἐὰν ᾖ αὐτῷ ἀρεστόν. |
| 18 | For we have not followed the sins of our fathers, who forsook their God, and worshipped strange gods. | Ὅτι οὐκ ἀνέστη ἐν ταῖς γενεαῖς ἡμῶν, οὐδε ἐστὶν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον οὔτε φυλὴ, οὔτε πατριὰ, οὔτε δῆμος, οὔτε πόλις ἐξ ἡμῶν, οἳ προσκυνοῦσι θεοῖς χειροποιήτοις, καθάπερ ἐγένετο ἐν ταῖς πρότερον ἡμέραις, |
| 19 | For which crime they were given up to their enemies, to the sword, and to pillage, and to confusion: but we know no other God but him. | ὧν χάριν ἐδόθησαν εἰς ῥομφαίαν καὶ εἰς διαρπαγὴν οἱ πατέρες ἡμῶν, καὶ ἔπεσον πτῶμα μέγα ἐνώπιον τῶν ἐχθρῶν ἡμῶν. |
| 20 | Let us humbly wait for his consolation, and the Lord our God will require our blood of the afflictions of our enemies, and he will humble all the nations that shall rise up against us, and bring them to disgrace. | Ἡμεῖς δὲ ἕτερον θεὸν οὐκ ἐπέγνωμεν πλὴν αὐτοῦ· ὅθεν ἐλπίζομεν ὅτι οὐχ ὑπερόψεται ἡμᾶς, οὐδʼ ἀπὸ τοῦ γένους ἡμῶν. |
| 21 | And now, brethren, as you are the ancients among the people of God, and their very soul resteth upon you: comfort their hearts by your speech, that they may be mindful how our fathers were tempted that they might be proved, whether they worshipped their God truly. | Ὅτι ἐν τῷ ληφθῆναι ἡμᾶς, οὕτως καθήσεται πᾶσα ἡ Ἰουδαία, καὶ προνομευθήσεται τὰ ἅγια ἡμῶν, καὶ ζητήσει τὴν βεβήλωσιν αὐτῶν ἐκ τοῦ στόματος ἡμῶν, |
| 22 | They must remember how our father Abraham was tempted, and being proved by many tribulations, was made the friend of God. | καὶ τὸν φόνον τῶν ἀδελφῶν ἡμῶν, καὶ τὴν αἰχμαλωσίαν τῆς γῆς, καὶ τὴν ἐρήμωσιν τῆς κληρονομίας ἡμῶν ἐπιστρέψει εἰς κεφαλὴν ἡμῶν ἐν τοῖς ἔθνεσιν, οὗ ἐὰν δουλεύσωμεν ἐκεῖ, καὶ ἐσόμεθα εἰς πρόσκομμα καὶ εἰς ὄνειδος ἐναντίον τῶν κτωμένων ἡμᾶς· |
| 23 | So Isaac, so Jacob, so Moses, and all that have pleased God, passed through many tribulations, remaining faithful. | ὅτι οὐ κατευθυνθήσεται ἡ δουλεία ἡμῶν εἰς χάριν. ἀλλʼ εἰς ἀτιμίαν θήσει αὐτὴν Κύριος ὁ Θεὸς ἡμῶν. |
| 24 | But they that did not receive the trials with the fear of the Lord, but uttered their impatience and the reproach of their murmuring against the Lord, | Καὶ νῦν ἀδελφοὶ ἐπιδειξώμεθα τοῖς ἀδελφοῖς ἡμῶν, ὅτι ἐξ ἡμῶν κρέμαται ἡ ψυχὴ αὐτῶν, καὶ τὰ ἅγια καὶ ὁ οἶκος καὶ τὸ θυσιαστήριον ἐπεστήρικται ἐφʼ ἡμῖν. |
| 25 | Were destroyed by the destroyer, and perished by serpents. | Παρὰ ταῦτα πάντα εὐχαριστήσωμεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, ὃς πειράζει ἡμᾶς καθὰ καὶ τοὺς πατέρας ἡμῶν. |
| 26 | As for us therefore let us not revenge ourselves for these things which we suffer. | Μνήσθητε ὅσα ἐποίησε μετὰ Ἁβραὰμ, καὶ ὅσα ἐπείρασε τὸν Ἰσαὰκ, καὶ ὅσα ἐγένετο τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας ποιμαίνοντι τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ· |
| 27 | But esteeming these very punishments to be less than our sins deserve, let us believe that these scourges of the Lord, with which like servants we are chastised, have happened for our amendment, and not for our destruction. | ὅτι οὐ καθὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν τῆς καρδίας αὐτῶν, καὶ ἡμᾶς οὐκ ἐξεδίκησεν, ἀλλʼ εἰς νουθέτησιν μαστιγοῖ Κύριος τοὺς ἐγγίζοντας αὐτῷ. |
| 28 | And Ozias and the ancients said to her: All things which thou hast spoken are true, and there is nothing to be reprehended in thy words. | Καὶ εἶπε πρὸς αὐτὴν Ὀζίας, πάντα ὅσα εἶπας, ἀγαθῇ καρδίᾳ ἐλάλησας, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τοῖς λόγοις σου. |
| 29 | Now therefore pray for us, for thou art a holy woman, and one fearing God. | Ὅτι οὐκ ἐν τῇ σήμερον ἡ σοφία σου πρόδηλός ἐστιν, ἀλλὰ ἀπʼ ἀρχῆς ἡμερῶν σου ἔγνω πᾶς ὁ λαὸς τὴν σύνεσίν σου, καθότι ἀγαθόν ἐστι τὸ πλάσμα τῆς καρδίας σου. |
| 30 | And Judith said to them: As you know that what I have been able to say is of God: | Ἀλλʼ ὁ λαὸς ἐδίψησε σφόδρα, καὶ ἠνάγκασαν ποιῆσαι ἡμᾶς καθὰ ἐλαλήσαμεν αὐτοῖς, καὶ ἀπαγαγεῖν ὅρκον ἐφʼ ἡμᾶς, ὃν οὐ παραβησόμεθα. |
| 31 | So that which I intend to do prove ye if it be of God, and pray that God may strengthen my design. | Καὶ νῦν δεήθητι περὶ ἡμῶν, ὅτι γυνὴ εὐσεβὴς εἶ, καὶ ἀποστελεῖ Κύριος τὸν ὑετὸν εἰς πλήρωσιν τῶν λάκκων ἡμῶν, καὶ οὐκ ἐκλείψομεν ἔτι. |
| 32 | You shall stand at the gate this night, and I will go out with my maidservant: and pray ye, that as you have said, in five days the Lord may look down upon his people Israel. | Καὶ εἶπε πρὸς αὐτοὺς Ἰουδὶθ, ἀκούσατέ μου, καὶ ποιήσω πρᾶγμα ὃ ἀφίξεται εἰς γενεὰς γενεῶν υἱοῖς τοῦ γένους ἡμῶν. |
| 33 | But I desire that you search not into what I am doing, and till I bring you word let nothing else be done but to pray for me to the Lord our God. | Ὑμεῖς στήσεσθε ἐπὶ τῆς πύλης τὴν νύκτα ταύτην, καὶ ἐξελεύσομαι ἐγὼ μετὰ τῆς ἅβρας μου, καὶ ἐν ταῖς ἡμέραις μεθʼ ἃς εἴπατε παραδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν, ἐπισκέψεται Κύριος τὸν Ἰσραὴλ ἐν χειρί μου. |
| 34 | And Ozias the prince of Juda said to her: Go in peace, and the Lord be with thee to take revenge of our enemies. So returning they departed. | Ὑμεῖς δὲ οὐκ ἐξερευνήσετε τὴν πρᾶξίν μου, οὐ γὰρ ἐρῶ ὑμῖν, ἕως τοῦ τελεσθῆναι ἃ ἐγὼ ποιῶ. |
