Comparison
Judith 2
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | In the thirteenth year of the reign of Nabuchodonosor, the two and twentieth day of the first month, the word was given out in the house of Nabuchodonosor king of the Assyrians, that he would revenge himself. | Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ, δευτέρᾳ καὶ εἰκάδι τοῦ πρώτου μηνὸς, ἐγένετο λόγος ἐν οἴκῳ Ναβουχοδονόσορ βασιλέως Ἀσσυρίων, ἐκδικῆσαι πᾶσαν τὴν γῆν καθὼς ἐλάλησε. |
| 2 | And he called all the ancients, and all the governors, and his officers of war, and communicated to them the secret of his counsel: | Καὶ συνεκάλεσε πάντας τοὺς θεράποντας αὐτοῦ, καὶ πάντας τοὺς μεγιστᾶνας αὐτοῦ, καὶ ἔθετο μετʼ αὐτῶν τὸ μυστήριον τῆς βουλῆς αὐτοῦ· καὶ συνετέλεσε πᾶσαν τὴν κακίαν τῆς γῆς ἐκ τοῦ στόματος αὐτοῦ· |
| 3 | And he said that his thoughts were to bring all the earth under his empire. | καὶ αὐτοὶ ἔκριναν ὀλοθρεῦσαι πᾶσαν σάρκα, οἳ οὐκ ἠκολούθησαν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. |
| 4 | And when this saying pleased them all, Nabuchodonosor, the king, called Holofernes the general of his armies, | Καὶ ἐγένετο ὡς συνετέλεσε τὴν βουλὴν αὐτοῦ, ἐκάλεσε Ναβουχοδονόσορ βασιλεὺς Ἀσσυρίων τὸν Ὀλοφέρνην ἀρχιστράτηγον τῆς δυνάμεως αὐτοῦ, δεύτερον ὄντα μετʼ αὐτὸν, καὶ εἶπε πρὸς αὐτὸν, |
| 5 | And said to him: Go out against all the kingdoms of the west, and against them especially that despised my commandment. | τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, ὁ κύριος πάσης τῆς γῆς, ἰδοὺ σὺ ἐξελεύσῃ ἐκ τοῦ προσώπου μου, καὶ λήψῃ μετὰ σεαυτοῦ ἄνδρας πεποιθότας ἐν ἰσχύϊ αὐτῶν, πεζῶν εἰς χιλιάδας ἑκατὸν εἴκοσι, καὶ πλῆθος ἵππων σὺν ἀναβάταις μυριάδων δεκαδύο, |
| 6 | Thy eye shall not spare any kingdom, and all the strong cities thou shalt bring under my yoke. | καὶ ἐξελεύσῃ εἰς συνάντησιν πάσῃ τῇ γῇ ἐπὶ δυσμὰς, ὅτι ἠπείθησαν τῷ ῥήματι τοῦ στόματός μου· |
| 7 | Then Holofernes called the captains and officers of the power of the Assyrians: and he mustered men for the expedition, as the king commanded him, a hundred and twenty thousand fighting men on foot, and twelve thousand archers, horsemen. | καὶ ἀπαγγελεῖς αὐτοῖς ἑτοιμάζειν γῆν καὶ ὕδωρ, ὅτι ἐξελεύσομαι ἐν θυμῷ μου ἐπʼ αὐτοὺς, καὶ καλύψω πᾶν τὸ πρόσωπον τῆς γῆς ἐν τοῖς ποσὶ τῆς δυνάμεώς μου· καὶ δώσω αὐτοὺς εἰς διαρπαγὴν αὐτοῖς, |
| 8 | And he made all his warlike preparations to go before with a multitude of innumerable camels, with all provisions sufficient for the armies in abundance, and herds of oxen, and flocks of sheep, without number. | καὶ οἱ τραυματίαι αὐτῶν πληρώσουσι τὰς φάραγγας καὶ τοὺς χειμάῤῥους αὐτῶν, καὶ ποταμὸς ἐπικλύζων τοῖς νεκροῖς αὐτῶν πληρωθήσεται· |
| 9 | He appointed corn to be prepared out of all Syria in his passage. | καὶ ἄξω τὴν αἰχμαλωσίαν αὐτῶν ἐπὶ τὰ ἄκρα πάσης τῆς γῆς. |
| 10 | But gold and silver he took out of the king’s house in great abundance. | Σὺ δὲ ἐξελθὼν προκαταλήψῃ μοι πᾶν ὅριον αὐτῶν, καὶ ἐκδώσουσί σοι ἑαυτοὺς, καὶ διατηρήσεις ἐμοὶ αὐτοὺς εἰς ἡμέραν ἐλεγμοῦ αὐτῶν. |
| 11 | And he went forth he and all the army, with the chariots, and horsemen, and archers, who covered the face of the earth, like locusts. | Ἐπὶ δὲ τοὺς ἀπειθοῦντας οὐ φείσεται ὁ ὀφθαλμός σου, δοῦναι αὐτοὺς εἰς φόνον καὶ ἁρπαγὴν ἐν πάσῃ τῇ γῇ σου. |
| 12 | And when he had passed through the borders of the Assyrians, he came to the great mountains of Ange, which are on the left of Cilicia: and he went up to all their castles, and took all the strong places. | Ὅτι ζῶν ἐγὼ, καὶ τὸ κράτος τῆς βασιλείας μου, λελάληκα, καὶ ποιήσω ταῦτα ἐν χειρί μου. |
| 13 | And he took by assault the renowned city of Melothus, and pillaged all the children of Tharsis, and the children of Ismahel, who were over against the face of the desert, and on the south of the land of Cellon. | Καὶ σὺ δὲ οὐ παραβήσῃ ἕν τι τῶν ῥημάτων τοῦ κυρίου σου, ἀλλʼ ἐπιτελῶν ἐπιτελέσεις, καθότι προστέταχά σοι, καὶ οὐ μακρυνεῖς τοῦ ποιῆσαι αὐτά. |
| 14 | And he passed over the Euphrates and came into Mesopotamia: and he forced all the stately cities that were there, from the torrent of Mambre, till one comes to the sea: | Καὶ ἐξῆλθεν Ὀλοφέρνης ἀπὸ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἐκάλεσε πάντας τοὺς δυνάστας, καὶ τοὺς στρατηγοὺς, καὶ ἐπιστάτας τῆς δυνάμεως Ἀσσοὺρ, |
| 15 | And he took the borders thereof from Cilicia to the coasts of Japheth, which are towards the south. | καὶ ἠρίθμησεν ἐκλεκτοὺς ἄνδρας εἰς παράταξιν, καθότι ἐκέλευσεν αὐτῷ ὁ κύριος αὐτοῦ, εἰς μυριάδας δεκαδύο, καὶ ἱππεῖς τοξότας μυρίους δισχιλίους, |
| 16 | And he carried away all the children of Madian, and stripped them of all their riches, and all that resisted him he slew with the edge of the sword. | καὶ διέταξεν αὐτοὺς ὃν τρόπον πολέμου πλῆθος συντάσσεται. |
| 17 | And after these things he went down into the plains of Damascus in the days of the harvest, and he set all the corn on fire, and he caused all the trees and vineyards to be cut down. | Καὶ ἔλαβε καμήλους καὶ ὄνους καὶ ἡμιόνους εἰς τὴν ἀπαρτίαν αὐτῶν, πλῆθος πολὺ σφόδρα, καὶ πρόβατα καὶ βόας καὶ αἶγας εἰς τὴν παρασκευὴν αὐτῶν, ὧν οὐκ ἦν ἀριθμός, |
| 18 | And the fear of them fell upon alit the inhabitants of the land. | καὶ ἐπισιτισμὸν παντὶ ἀνδρὶ εἰς πλῆθος, καὶ χρυσίον καὶ ἀργύριον ἐξ οἴκου βασιλέως πολὺ σφόδρα. |
