Comparison
Judges 8
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And the men of Ephraim said to him: What is this that thou meanest to do, that thou wouldst not call us when thou wentest to fight against Madian? and they chid him sharply and almost offered violence. | Καὶ εἶπαν πρὸς Γεδεὼν ἀνὴρ Ἐφραὶμ, τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν, τοῦ μὴ καλέσαι ἡμᾶς ὅτε ἐπορεύθης παρατάξασθαι ἐν Μαδιάμ; καὶ διελέξαντο πρὸς αὐτὸν ἰσχυρῶς. |
| 2 | And he answered them: What could I have done like to that which you have done? Is not one bunch of grapes of Ephraim better than the vintages of Abiezer? | Καὶ εἶπε πρὸς αὐτοὺς, τί ἐποίησα νῦν καθὼς ὑμεῖς; ἢ οὐχὶ κρείττῶν ἐπιφυλλὶς Ἐφραὶμ ἢ τρυγητὸς Ἀβιέζερ; |
| 3 | The Lord hath delivered into your bands the princes of Madian, Oreb and Zeb: what could I have done like to what you have done? And when he had said this, their spirit was appeased, with which they swelled against him. | Ἐν χειρὶ ὑμῶν παρέδωκε Κύριος τοὺς ἄρχοντας Μαδιὰμ, τὸν Ὠρὴβ καὶ τὸν Ζήβ· καὶ τί ἠδυνήθην ποιῆσαι ὡς ὑμεῖς; τότε ἀνέθη τὸ πνεῦμα αὐτῶν ἀπʼ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον. |
| 4 | And when Gedeon was come to the Jordan, he passed over it with the three hundred men, that were with him: who were so weary that they could not pursue after them that fled. | Καὶ ἦλθε Γεδεὼν ἐπὶ τὸν Ἰορδανὴν, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετʼ αὐτοῦ πεινῶντες καὶ διώκοντες. |
| 5 | And he said to the men of Soccoth: Give, I beseech you, bread to the people that is with me, for they are faint: that we may pursue Zebee, and Salmana the kings of Madian. | Καὶ εἶπε τοῖς ἀνδράσι Σοκχὼθ, δότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσί μου, ὅτι ἐκλείπουσι, καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ Ζεβεὲ καὶ Σαλμανὰ βασιλέων Μαδιάμ. |
| 6 | The princes of Soccoth answered: Peradventure the palms of the hands of Zebee and Salmana are in thy hand, and therefore thou demandest that we should give bread to thy army. | Καὶ εἶπον οἱ ἄρχοντες Σοκχὼθ, μὴ χεὶρ Ζεβεὲ καὶ Σαλμανὰ νῦν ἐν χειρί σου, ὅτι δώσομεν τῇ δυνάμει σου ἄρτους; |
| 7 | And he said to them: When the Lord therefore shall have delivered Zebee and Salmana into my hands, I will thresh your flesh with the thorns and briers of the desert. | Καὶ εἶπε Γεδεὼν, διὰ τοῦτο ἐν τῷ δοῦναι Κύριον τὸν Ζεβεὲ καὶ τὸν Σαλμανὰ ἐν χειρί μου, καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου, καὶ ἐν ταῖς Βαρκηνίμ. |
| 8 | And going up from thence, he came to Phanuel: and he spoke the like things to the men of that place. And they also answered him, as the men of Soccoth had answered. | Καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουὴλ, καὶ ἐλάλησε πρὸς αὐτοὺς ὡσαύτως· καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουὴλ ὃν τρόπον ἀπεκρίθησαν ἄνδρες Σοκχώθ. |
| 9 | He said therefore to them also: When I shall return a conqueror in peace, I will destroy this tower. | Καὶ εἶπε Γεδεὼν πρὸς ἄνδρας Φανουὴλ, ἐν ἐπιστροφῇ μου μετʼ εἰρήνης, κατασκάψω τὸν πύργον τοῦτον. |
| 10 | But Zebee and Salmana were resting with all their army. For fifteen thousand men were left of all the troops of the eastern people, and one hundred and twenty thousand warriors that drew the sword, were slain. | Καὶ Ζεβεὲ καὶ Σαλμανὰ ἐν Καρκὰρ, καὶ ἡ παρεμβολὴ αὐτῶν μετʼ αὐτῶν ὡσεὶ δεκαπέντε χιλιάδες, πάντες οἱ καταλελειμμένοι ἀπὸ πάσης παρεμβολῆς ἀλλοφύλων· καὶ οἱ πεπτωκότες, ἑκατὸν εἴκοσι χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν. |
| 11 | And Gedeon went up by the way of them that dwelt in tents, on the east of Nobe and Jegbaa, and smote the camp of the enemies, who were secure, and suspected no hurt. | Καὶ ἀνέβη Γεδεὼν ὁδὸν τῶν σκηνούντων ἐν σκηναῖς ἀπὸ ἀνατολῶν τῆς Ναβαὶ καὶ Ἰεγεβάλ· καὶ ἐπάταξε τὴν παρεμβολὴν, καὶ ἡ παρεμβολὴ ἦν πεποιθυῖα. |
| 12 | And Zebee and Salmana fled, and Gedeon pursued and took them, all their host being put in confusion. | Καὶ ἔφυγον Ζεβεὲ καὶ Σαλμανά· καὶ ἐδίωξεν ὀπίσω αὐτῶν, καὶ ἐκράτησε τοὺς δύο βασιλεῖς Μαδιὰμ τὸν Ζεβεὲ καὶ τὸν Σαλμανὰ, καὶ πᾶσαν τὴν παρεμβολὴν ἐξέστησε. |
| 13 | And returning from the battle before the sun rising, | Καὶ ἐπέστρεψε Γεδεὼν υἱὸς Ἰωὰς ἀπὸ τῆς παρατάξεως ἀπὸ ἐπάνωθεν τῆς παρατάξεως Ἀρές. |
| 14 | He took a boy of the men of Soccoth: and he asked him the names of the princes and ancients of Soccoth, and he described unto him seventy-seven men. | Καὶ συνέλαβε παιδάριον ἀπὸ τῶν ἀνδρῶν Σοκχὼθ, καὶ ἐπηρώτησεν αὐτόν· καὶ ἔγραψε πρὸς αὐτὸν ὀνόματα τῶν ἀρχόντων Σοκχὼθ καὶ τῶν πρεσβυτέρων αὐτῶν, ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας. |
| 15 | And he came to Soccoth and said to them: Behold Zebee and Salmana, concerning whom you upbraided me, saying: Peradventure the hands of Zebee and Salmana, are in thy hands, and therefore thou demandest that we should give bread to the men that are weary and faint. | Καὶ παρεγένετο Γεδεὼν πρὸς τοὺς ἄρχοντας Σοκχὼθ, καὶ εἶπεν, ἰδοὺ Ζεβεὲ καὶ Σαλμανὰ, ἐν οἷς ὠνειδίσατέ με, λέγοντες, μὴ χεὶρ Ζεβεὲ καὶ Σαλμανὰ νῦν ἐν χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσι σου τοῖς ἐκλείπουσιν ἄρτους; |
| 16 | So he took the ancients of the city and thorns and briers of the desert, and tore them with the same, and cut in pieces the men of Soccoth. | Καὶ ἔλαβε τοὺς πρεσβυτέρους τῆς πόλεως ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς Βαρκηνὶμ, καὶ ἠλόησεν ἐν αὐτοῖς τοὺς ἄνδρας τῆς πόλεως· |
| 17 | And he demolished the tower of Phanuel, and slew the men of the city. | Καὶ τὸν πύργον Φανουὴλ κατέστρεψε, καὶ ἀπέκτεινε τοὺς ἄνδρας τῆς πόλεως. |
| 18 | And he said to Zebee and Salmana: What manner of men were they whom you slew in Thabor? They answered: They were like thee, and one of them as the son of a king. | Καὶ εἶπε πρὸς Ζεβεὲ καὶ Σαλμανὰ, ποῦ οἱ ἄνδρες, οὓς ἀπεκτείνατε ἐν Θαβώρ; καὶ εἶπαν, ὡς σὺ, ὡς αὐτοὶ, εἰς ὁμοίωμα υἱοῦ βασιλέως. |
| 19 | He answered them: They were my brethren, the sons of my mother. As the Lord liveth, if you had saved them, I would not kill you. | Καὶ εἶπε Γεδεὼν, ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μου ἦσαν· ζῇ Κύριος· εἰ ἐζωογονήκειτε αὐτοὺς, οὐκ ἂν ἀπέκτεινα ὑμᾶς. |
| 20 | And he said to Jether his eldest son: Arise, and slay them. But he drew not his sword: for he was afraid, being but yet a boy. | Καὶ εἶπεν Ἰεθὲρ τῷ πρωτοτόκῳ αὐτοῦ, ἀναστὰς, ἀπόκτεινον αὐτούς· καὶ οὐκ ἔσπασε τὸ παιδάριον τὴν ῥομφαίαν αὐτοῦ, ὅτι ἐφοβήθη, ὅτι ἔτι νεώτερος ἦν. |
| 21 | And Zebee and Salmana said: Do thou rise, and run upon us: because the strength of a man is according to his age: Gedeon rose up and slew Zebee and Salmana: and he took the ornaments and bosses, with which the necks of the camels of kings are wont to be adorned. | Καὶ εἶπε Ζεβεὲ καὶ Σαλμανὰ, ἀνάστα σὺ, καὶ συνάντησον ἡμῖν, ὅτι ὡς ἀνδρὸς ἡ δύναμίς σου· καὶ ἀνέστη Γεδεὼν, καὶ ἀπέκτεινε τὸν Ζεβεὲ καὶ τὸν Σαλμανά· καὶ ἔλαβε τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν. |
| 22 | And all the men of Israel said to Gedeon: Rule thou over us and thy son, and thy son’s son: because thou hast delivered us from the hand of Madian. | Καὶ εἶπον ἀνὴρ Ἰσραὴλ πρὸς Γεδεὼν, κύριε, ἄρξον ἡμῶν καὶ σὺ, καὶ ὁ υἱός σου, καὶ ὁ υἱὸς τοῦ υἱοῦ σου, ὅτι σὺ ἔσωσας ἡμᾶς ἐκ χειρὸς Μαδιάμ. |
| 23 | And he said to them: I will not rule over you, neither shall my son rule over you, but the Lord shall rule over you. | Καὶ εἶπε πρὸς αὐτοὺς Γεδεὼν, οὐκ ἄρξω ἐγὼ, καὶ οὐκ ἄρξει ὁ υἱός μου ἐν ὑμῖν· Κύριος ἄρξει ὑμῶν. |
| 24 | And he said to them: I desire one request of you: Give me the earlets of your spoils. For the Ismaelites were accustomed to wear golden earlets. | Καὶ εἶπε πρὸς αὐτοὺς Γεδεὼν, αἰτήσομαι παρʼ ὑμῶν αἴτημα, καὶ δότε μοι ἀνὴρ ἐνώτιον ἐκ σκύλων αὐτοῦ· ὅτι ἐνώτια χρυσᾶ αὐτοῖς, ὅτι ἦσαν Ἰσμαηλῖται. |
| 25 | They answered: We will give them most willingly. And spreading a mantle on the ground, they cast upon it the earlets of the spoils. | Καὶ εἶπαν, διδόντες δώσομεν· καὶ ἀνέπτυξε τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔβαλεν ἐκεῖ ἀνὴρ ἐνώτιον σκύλων αὐτοῦ. |
| 26 | And the weight of the earlets that he requested, was a thousand seven hundred sicles of gold, besides the ornaments, and jewels, and purple raiment which the kings of Madian were went to use, and besides the golden chains that were about the camels’ necks. | Καὶ ἐγένετο ὁ σταθμὸς τῶν ἐνωτίων τῶν χρυσῶν ὧν ᾔτησε, χίλιοι καὶ ἑπτακόσιοι χρυσοὶ, πάρεξ τῶν μηνίσκων καὶ τῶν στραγγαλίδων καὶ τῶν ἱματίων καὶ πορφυρίδων τῶν ἐπὶ βασιλεῦσι Μαδιὰμ, καὶ ἐκτὸς τῶν περιθεμάτων ἃ ἦν ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν. |
| 27 | And Gedeon made an ephod thereof, and put it in his city Ephra. And all Israel committed fornication with it, and it became a ruin to Gedeon and to all his house. | Καὶ ἐποίησεν αὐτὸ Γεδεὼν εἰς ἐφὼδ, καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ ἐν Ἐφραθά καὶ ἐξεπόρνευσε πᾶς Ἰσραὴλ ὀπίσω αὐτοῦ ἐκεῖ· καὶ ἐγένετο τῷ Γεδεὼν καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκῶλον. |
| 28 | But Madian was humbled before the children of Israel, neither could they any more lift up their beads: but the land rested for forty years, while Gedeon presided. | Καὶ συνεστάλη Μαδιὰμ ἐνώπιον υἱῶν Ἰσραὴλ, καὶ οὐ προσέθηκαν ἆραι κεφαλὴν αὐτῶν· καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη ἐν ἡμέραις Γεδεών. |
| 29 | So Jerobaal the son of Joas went, and dwelt in his own house. | Καὶ ἐπορεύθη Ἱεροβάαλ υἱὸς Ἰωὰς, καὶ ἐκάθισεν ἐν οἴκῳ αὐτοῦ. |
| 30 | And he had seventy sons, who came out of his thigh, for he had many wives. | Καὶ τῷ Γεδεὼν ἦσαν υἱοὶ ἑβδομήκοντα ἐκπορευόμενοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ. |
| 31 | And his concubine, that he had in Sichem, bore him a son, whose name was Abimelech. | Καὶ παλλακὴ αὐτοῦ ἦν ἐν Συχὲμ, καὶ ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱὸν, καὶ ἔθηκε τὸ ὄνομα Ἀβιμέλεχ. |
| 32 | And Gedeon the son of Joas died in a good old age, and was buried in the sepulchre of his father in Ephra of the family of Ezri. | Καὶ ἀπέθανε Γεδεὼν υἱὸς Ἰωὰς ἐν πόλει αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ τάφῳ Ἰωὰς τοῦ πατρὸς αὐτοῦ ἐν Ἐφραθὰ Ἀβὶ Ἐσδρί. |
| 33 | But after Gedeon was dead, the children of Israel turned again, and committed fornication with Baalim. And they made a covenant with Baal, that he should be their god: | Καὶ ἐγενήθη ὡς ἀπέθανε Γεδεὼν, καὶ ἐπέστρεψαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλὶμ, καὶ ἔθηκαν ἑαυτοῖς τῷ Βάαλ διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν. |
| 34 | And they remembered not the Lord their God, who delivered them out of the hands of all their enemies round about: | Καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ἰσραὴλ Κυρίου τοῦ Θεοῦ τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν θλιβόντων αὐτοὺς κυκλόθεν. |
| 35 | Neither did they shew mercy to the house of Jerobaal Gedeon, according to all the good things he had done to Israel. | Καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ἱεροβάαλ, αὐτός ἐστι Γεδεὼν, κατὰ πάντα τὰ ἀγαθὰ ἃ ἐποίησε μετὰ Ἰσραήλ. |
