Comparison
Judges 2
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And an angel of the Lord went up from Galgal to the place of weepers, and said: I made you go out of Egypt, and have brought you into the land for which I swore to your fathers: and I promised that I would not make void my covenant with you for ever: | Καὶ ἀνέβη ἄγγελος Κυρίου ἀπὸ Γαλγὰλ ἐπὶ τὸν κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ εἶπε πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ἀνεβίβασα ὑμᾶς ἐξ Αἰγύπτου, καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν· καὶ εἶπα, οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθʼ ὑμῶν εἰς τὸν αἰῶνα. |
| 2 | On condition that you should not make a league with the inhabitants of this land, but should throw down their altars: and you would not hear my voice: why have you done this? | Καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην, οὐδὲ τοῖς θεοῖς αὐτῶν προσκυνήσετε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε, τὰ θυσιαστήρια αὐτῶν καθελεῖτε· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου, ὅτι ταῦτα ἐποιήσατε. |
| 3 | Wherefore I would not destroy them from before your face: that you may have enemies, and their gods may be your ruin. | Κᾀγὼ εἶπον, οὐ μὴ ἐξάρω αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς συνοχὰς, καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον. |
| 4 | And when the angel of the Lord spoke these words to all the children of Israel, they lifted up their voice, and wept. | Καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος Κυρίου τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ἰσραὴλ, καὶ ἐπῇραν ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν. |
| 5 | And the name of that place was called, The place of weepers, or of tears: and there they offered sacrifices to the Lord. | Καὶ ἐπωνόμασαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κλαυθμῶνες· καὶ ἐθυσίασαν ἐκεῖ τῷ Κυρίῳ. |
| 6 | And Josue sent away the people, and the children of Israel went every one to his own possession to hold it: | Καὶ ἐξαπέστειλεν Ἰησοῦς τὸν λαὸν, καὶ ἦλθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ κατακληρονομῆσαι τὴν γῆν. |
| 7 | And they served the Lord all his days, and the days of the ancients, that lived a long time after him, and who knew all the works of the Lord, which he had done for Israel. | Καὶ ἐδούλευσεν ὁ λαὸς τῷ Κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐμακροημέρευσαν μετὰ Ἰησοῦ, ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον Κυρίου τὸ μέγα ὅσα ἐποίησεν ἐν τῷ Ἰσραήλ. |
| 8 | And Josue the son of Nun, the servant of the Lord, died, being a hundred and ten years old, | Καὶ ἐτελεύτησεν Ἰησοῦς υἱὸς Ναυῆ δοῦλος Κυρίου, υἱὸς ἑκατὸν δέκα ἐτῶν. |
| 9 | And they buried him in the borders of his possession in Thamnathsare in mount Ephraim, on the north side of mount Gaas. | Καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθαρὲς, ἐν ὄρει Ἐφραὶμ ἀπὸ Βοῤῥᾶ τοῦ ὄρους Γαάς. |
| 10 | And all that generation was gathered to their fathers: and there arose others that knew not the Lord, and the works which he had done for Israel. | Καὶ πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν· καὶ ἀνέστη γενεὰ ἑτέρα μετʼ αὐτοὺς, οἳ οὐκ ἔγνωσαν τὸν Κύριον, καί γε τὸ ἔργον ὃ ἐποίησεν ἐν τῷ Ἰσραήλ. |
| 11 | And the children of Israel did evil in the sight of the Lord, and they served Baalim. | Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐλάτρευσαν τοῖς Βααλίμ. |
| 12 | And they left the Lord the God of their fathers, who had brought them out of the land of Egypt: and they followed strange gods, and the gods of the people that dwelt round about them, and they adored them: and they provoked the Lord to anger. | Καὶ ἐγκατέλιπον τὸν Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν, τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν, καὶ προσεκύνησαν αὐτοῖς· καὶ παρώργισαν τὸν Κύριον, |
| 13 | Forsaking him, and serving Baal and Astaroth. | καὶ ἐγκατέλιπον αὐτὸν, καὶ ἐλάτρευσαν τῷ Βάαλ καὶ ταῖς Ἀστάρταις. |
| 14 | And the Lord being angry against Israel, delivered them into the hands of plunderers: who took them and sold them to their enemies, that dwelt round about: neither could they stand against their enemies: | Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραήλ· καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνομευόντων, καὶ κατεπρονόμευσαν αὐτούς· καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν ἐν πᾶσιν οἷς ἐπορεύοντο· |
| 15 | But whithersoever they meant to go, the hand of the Lord was upon them, as he had said, and as he had sworn to them: and they were greatly distressed. | καὶ χεὶρ Κυρίου ἦν ἐπʼ αὐτοὺς εἰς κακὰ, καθὼς ἐλάλησε Κύριος καὶ καθὼς ὤμοσε Κύριος αὐτοῖς, καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα. |
| 16 | And the Lord raised up judges, to deliver them from the hands of those that oppressed them: but they would not hearken to them, | Καὶ ἤγειρε Κύριος κριτὰς, καὶ ἔσωσεν αὐτοὺς Κύριος ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς· καί γε τῶν κριτῶν οὐχ ὑπήκουσαν, |
| 17 | Committing fornication with strange gods, and adoring them. They quickly forsook the way, in which their fathers had walked: and hearing the commandments of the Lord, they did all things contrary. | ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων, καὶ προσεκύνησαν αὐτοῖς· καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν τῶν λόγων Κυρίου· οὐκ ἐποίησαν οὕτω. |
| 18 | And when the Lord raised them up judges, in their days he was moved to mercy, and heard the groanings of the afflicted, and delivered them from the slaughter of the oppressors. | Καὶ ὅτι ἤγειρε Κύριος αὐτοῖς κριτὰς, καὶ ἦν Κύριος μετὰ τοῦ κριτοῦ, καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ, ὅτι παρεκλήθη Κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ ἐκθλιβόντων αὐτούς. |
| 19 | But after the judge was dead, they returned, and did much worse things than their fathers had done, following strange gods, serving them and adoring them. They left not their own inventions, and the stubborn way, by which they were accustomed to walk. | Καὶ ἐγένετο ὡς ἀπέθνησκεν ὁ κριτὴς, καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων, λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς· οὐκ ἀπέῤῥιψαν τὰ ἐπιτηδεύματα αὐτῶν, καὶ τὰς ὁδοὺς αὐτῶν τὰς σκληράς. |
| 20 | And the wrath of the Lord was kindled against Israel, and he said: Behold this nation hath made void my covenant, which I had made with their fathers, and hath despised to hearken to my voice: | Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραήλ· καὶ εἶπεν, ἀνθʼ ὧν ὅσα ἐγκατέλιπον τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν, καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου, |
| 21 | I also will not destroy the nations which Josue left, when he died: | καὶ ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν, ὧν κατέλιπεν Ἰησοῦς υἱὸς Ναυῆ ἐν τῇ γῇ· καὶ ἀφῆκε |
| 22 | That through them I may try Israel, whether they will keep the way of the Lord, and walk in it, as their fathers kept it, or not. | τοῦ πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ, εἰ φυλάσσονται τὴν ὁδὸν Κυρίου πορεύεσθαι ἐν αὐτῇ, ὃν τρόπον ἐφύλαξαν οἱ πατέρες αὐτῶν, ἢ οὔ. |
| 23 | The Lord therefore left all these nations, and would not quickly destroy them, neither did he deliver them into the hands of Josue. | Καὶ ἀφήσει Κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος, καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ Ἰησοῦ. |
