Comparison
Amos 7
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | These things the Lord God shewed to me: and behold the locust was formed in the beginning of the shooting up of the latter rain, and lo, it was the latter rain after the king’s mowing. | Οὕτως ἔδειξέ μοι Κύριος ὁ Θεός· καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινὴ, καὶ ἰδοὺ βροῦχος εἷς, Γὼγ ὁ βασιλεύς. |
| 2 | And it came to pass, that when they had made an end of eating the grass of the land, I said: O Lord God, be merciful, I beseech thee: who shall raise up Jacob, for he is very little? | Καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα, Κύριε Κύριε, ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ἰακώβ; ὅτι ὀλιγοστός ἐστι. |
| 3 | The Lord had pity upon this: It shall not be, said the Lord. | Μετανόησον Κύριε ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐκ ἔσται, λέγει Κύριος. |
| 4 | These things the Lord God shewed to me: and behold the Lord called for judgment unto fire, and it devoured the great deep, and ate up a part at the same time. | Οὕτως ἔδειξέ μοι Κύριος· καὶ ἰδοὺ ἐκάλεσε τὴν δίκην ἐν πυρὶ Κύριος, καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν, καὶ κατέφαγε τὴν μερίδα Κυρίου. |
| 5 | And I said: O Lord God, cease, I beseech thee, who shall raise up Jacob, for he is a little one? | Καὶ εἶπα, Κύριε κόπασον δὴ, τίς ἀναστήσει τὸν Ἰακώβ; ὅτι ὀλιγοστός ἐστι. |
| 6 | The Lord had pity upon this. Yea this also shall not be, said the Lord God. | Μετανόησον Κύριε ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύριος. |
| 7 | These things the Lord shewed to me: and behold the Lord was standing upon a plastered wall, and in his hand a mason’s trowel. | Οὕτως ἔδειξέ μοι Κύριος· καὶ ἰδοὺ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. |
| 8 | And the Lord said to me: What seest thou, Amos? And I said: A mason’s trowel. And the Lord said: Behold, I will lay down the trowel in the midst of my people Israel. I will plaster them over no more. | Καὶ εἶπε Κύριος πρὸς μὲ, τί σὺ ὁρᾷς Ἀμώς; καὶ εἶπα, ἀδάμαντα· καὶ εἶπε Κύριος πρὸς μὲ, ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραὴλ, οὐκ ἔτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν. |
| 9 | And the high places of the idol shall be thrown down, and the sanctuaries of Israel shall be laid waste: and I will rise up against the house of Jeroboam with the sword. | Καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ ἐρημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἱεροβοὰμ ἐν ῥομφαίᾳ. |
| 10 | And Amasias the priest of Bethel sent to Jeroboam king of Israel, saying: Amos hath rebelled against thee in the midst of the house of Israel: the land is not able to bear all his words. | Καὶ ἐξαπέστειλεν Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ πρὸς Ἱεροβοὰμ βασιλέα Ἰσραὴλ, λέγων, συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς ἐν μέσῳ οἴκου Ἰσραὴλ, οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν πάντας τοὺς λόγους αὐτοῦ. |
| 11 | For thus saith Amos: Jeroboam shall die by the sword, and Israel shall be carried away captive out of their own land. | Διότι τάδε λέγει Ἀμὼς, ἐν ῥομφαίᾳ τελευτήσει Ἱεροβοὰμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. |
| 12 | And Amasias said to Amos: Thou seer, go, flee away into the land of Juda: and eat bread there, and prophesy there. | Καὶ εἶπεν Ἀμασίας πρὸς Ἀμὼς ὁ ὁρῶν βάδιζε, ἐκχῶρησον σὺ εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ καταβίου, καὶ ἐκεῖ προφητεύσεις, |
| 13 | But prophesy not again any more in Bethel: because it is the king’s sanctuary, and it is the house of the kingdom. | εἰς δὲ Βαιθὴλ οὐκ ἔτι προσθήσεις τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶ, καὶ οἶκος βασιλείας ἐστί. |
| 14 | And Amos answered and said to Amasias: I am not a prophet, nor am I the son of a prophet: but I am a herdsman plucking wild figs. | Καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπε πρὸς Ἀμασίαν, οὐκ ἤμην προφήτης ἐγὼ, οὐδὲ υἱὸς προφήτου, ἀλλʼ ἢ αἰπόλος ἤμην, καὶ κνίζων συκάμινα· |
| 15 | And the Lord took me when I followed the flock, and the Lord said to me: Go, prophesy to my people Israel. | καὶ ἀνέλαβέ με Κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε Κύριος πρὸς μὲ, βάδιζε, καὶ προφήτευσον ἐπὶ τὸν λαόν μου Ἰσραήλ. |
| 16 | And now hear thou the word of the Lord: Thou sayest, thou shalt not prophesy against Israel, and thou shalt not drop thy word upon the house of the idol. | Καὶ νῦν ἄκουε λόγον Κυρίου· σὺ λέγεις, μὴ προφήτευε ἐπὶ τὸν Ἰσραὴλ, καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ἰακώβ. |
| 17 | Therefore thus saith the Lord: Thy wife shall play the harlot in the city, and thy sons and thy daughters shall fall by the sword, and thy land shall be measured by a line: and thou shalt die in a polluted land, and Israel shall go into captivity out of their land. | Διὰ τοῦτο τάδε λέγει Κύριος, ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ· οὕτως ἔδειξέ μοι Κύριος Κύριος. |
