Comparison
Amos 5
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Hear ye this word, which I take up concerning you for a lamentation. The house of Israel is fallen, and it shall rise no more. | Ἀκούσατε τὸν λόγον Κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐφʼ ὑμᾶς, θρῆνον. Οἶκος Ἰσραὴλ |
| 2 | The virgin of Israel is cast down upon her land, there is none to raise her up. | ἔπεσεν, οὐκέτι μὴ προσθήσει τοῦ ἀναστῆναι. Παρθένος τοῦ Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτοῦ, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν. |
| 3 | For thus saith the Lord God: The city, out of which came forth a thousand, there shall be left in it a hundred: and out of which there came a hundred, there shall be left in it ten, in the house of Israel. | Διατοῦτο τάδε λέγει Κύριος Κύριος, ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειφθήσονται ἑκατόν· καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατὸν, ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ἰσραήλ. |
| 4 | For thus saith the Lord to the house of Israel: Seek ye me, and you shall live. | Διότι τάδε λέγει Κύριος πρὸς τὸν οἶκον Ἰσραὴλ, ἐκζητήσατέ με, καὶ ζήσεσθε. |
| 5 | But seek not Bethel, and go not into Galgal, neither shall you pass over to Bersabee: for Galgal shall go into captivity, and Bethel shall be unprofitable. | Καὶ μὴ ἐκζητεῖτε Βαιθὴλ, καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε, καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε, ὅτι Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα. |
| 6 | Seek ye the Lord, and live: lest the house of Joseph be burnt with fire, and it shall devour, and there shall be none to quench Bethel. | Ἐκζητήσατε τὸν Κύριον, καὶ ζήσατε, ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ἰωσὴφ, καὶ καταφάγῃ αὐτὸν, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ἰσραήλ. |
| 7 | You that turn judgment into wormwood, and forsake justice in the land, | Ὁ ποιῶν εἰς ὕψος κρίμα, καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν· |
| 8 | Seek him that maketh Arcturus, and Orion, and that turneth darkness into morning, and that changeth day into night: that calleth the waters of the sea, and poureth them out upon the face of the earth: The Lord is his name. | ὁ ποιῶν πάντα καὶ μετασκευάζων, καὶ ἐκτρέπων εἰς τοπρωῒ σκιάν, καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς· Κύριος ὄνομα αὐτῷ· |
| 9 | He that with a smile bringeth destruction upon the strong, and waste upon the mighty. | ὁ διαιρῶν συντριμμὸν ἐπὶ ἰσχὺν, καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων. |
| 10 | They have hated him that rebuketh in the gate: and have abhorred him that speaketh perfectly. | Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο. |
| 11 | Therefore because you robbed the poor, and took the choice prey from him: you shall build houses with square stone, and shall not dwell in them: you shall plant most delightful vineyards, and shall not drink the wine of them. | Διατοῦτο ἀνθʼ ὧν κατεκονδύλιζον πτωχοὺς, καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρʼ αὐτῶν, οἴκους ξεστοὺς ᾠκοδομήσατε, καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς· ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε, καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν. |
| 12 | Because I know your manifold crimes, and your grievous sins: enemies of the just, taking bribes, and oppressing the poor in the gate. | Ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα, καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες. |
| 13 | Therefore the prudent shall keep silence at that time, for it is an evil time. | Διατοῦτο ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρῶν ἐστιν. |
| 14 | Seek ye good, and not evil, that you may live: and the Lord the God of hosts will be with you, as you have said. | Ἐκζητήσατε τὸ καλὸν, καὶ μὴ πονηρὸν, ὅπως ζήσητε, καὶ ἔσται οὕτως μεθʼ ὑμῶν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὃν τρόπον εἴπατε, |
| 15 | Hate evil, and love good, and establish judgment in the gate: it may be the Lord the God of hosts may have mercy on the remnant of Joseph. | μεμισήκαμεν τὰ πονηρὰ, καὶ ἠγαπήσαμεν τὰ καλά· καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα, ὅπως ἐλεήσῃ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ἰωσήφ. |
| 16 | Therefore thus saith the Lord the God of hosts the sovereign Lord: In every street there shall be wailing: and in all places that are without, they shall say: Alas, alas! and they shall call the husbandman to mourning, and such as are skillful in lamentation to lament. | Διατοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ἐν πάσαις ταῖς πλατείαις κοπετὸς, καὶ ἐν πάσαις ταῖς ὁδοῖς ῥηθήσεται οὐαὶ, οὐαί· κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν, καὶ εἰς εἰδότας θρῆνον. |
| 17 | And in all vineyards there shall be wailing: because I will pass through in the midst of thee, saith the Lord. | Καὶ ἐν πάσαις ὁδοῖς κοπετὸς, διότι ἐλεύσομαι διὰ μέσου σου, εἶπε Κύριος. |
| 18 | Woe to them that desire the day of the Lord: to what end is it for you? the day of the Lord is darkness, and not light. | Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἱνατί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ Κυρίου; καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς. |
| 19 | As if a man should flee from the face of a lion, and a bear should meet him: or enter into the house, and lean with his hand upon the wall, and a serpent should bite him. | Ὃν τρόπον ἐὰν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὄφις. |
| 20 | Shall not the day of the Lord be darkness, and not light: and obscurity, and no brightness in it? | Οὐχὶ σκότος ἡ ἡμέρα τοῦ Κυρίου, καὶ οὐ φῶς, καὶ γνόφος οὐκ ἔχων φέγγος αὕτη; |
| 21 | I hate, and have rejected your festivities: and I will not receive the odour of your assemblies. | Μεμίσηκα, ἀπῶσμαι ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ θυσίας ἐν ταῖς πανηγύρεσιν ὑμῶν. |
| 22 | And if you offer me holocausts, and your gifts, I will not receive them: neither will I regard the vows of your fat beasts. | Διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν, οὐ προσδέξομαι, καὶ σωτηρίους ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. |
| 23 | Take away from me the tumult of thy songs: and I will not hear the canticles of thy harp. | Μετάστησον ἀπʼ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. |
| 24 | But judgment shall be revealed as water, and justice as a mighty torrent. | Καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα, καὶ δικαιοσύνη ὡς χειμάῤῥους ἄβατος. |
| 25 | Did you offer victims and sacrifices to me in the desert for forty years, O house of Israel? | Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι οἶκος Ἰσραὴλ τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ; |
| 26 | But you carried a tabernacle for your Moloch, and the image of your idols, the star of your god, which you made to yourselves. | Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφὰν, τοὺς τύπους αὐτῶν οὓς ἐποιήσατε ἑαυτοῖς. |
| 27 | And I will cause you to go into captivity beyond Damascus, saith the Lord, the God of hosts is his name. | Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει Κύριος· ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. |
