Comparison
Amos 3
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Hear the word that the Lord hath spoken concerning you, O ye children of Israel: concerning the whole family that I brought up out of the land of Egypt, saying: | Ἀκούσατε τὸν λόγον τοῦτον, ὃν ἐλάλησε Κύριος ἐφʼ ὑμᾶς, οἶκος Ἰσραὴλ, καὶ κατὰ πάσης φυλῆς, ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, λέγων, |
| 2 | You only have I known of all the families of the earth: therefore will I visit upon you all your iniquities. | πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς, διατοῦτο ἐκδικήσω ἐφʼ ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν. |
| 3 | Shall two walk together except they be agreed? | Εἰ πορεύσονται δύο ἐπιτοαυτὸ καθόλου, ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς; |
| 4 | Will a lion roar in the forest, if he have no prey? will the lion’s whelp cry out of his den, if he have taken nothing? | Εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ θήραν οὐκ ἔχων; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου, ἐὰν μὴ ἁρπάσῃ τί; |
| 5 | Will the bird fall into the snare upon the earth, if there be no fowler? Shall the snare be taken up from the earth, before it hath taken somewhat? | Εἰ πεσεῖται ὄρνεον ἐπὶ τῆς γῆς ἄνευ ἰξευτοῦ; εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τί; |
| 6 | Shall the trumpet sound in a city, and the people not be afraid? Shall there be evil in a city, which the Lord hath not done? | Εἰ φωνήσει σάλπιγξ ἐν πόλει, καὶ λαὸς οὐ πτοηθήσεται; εἰ ἔσται κακία ἐν πόλει ἣν Κύριος οὐκ ἐποίησε; |
| 7 | For the Lord God doth nothing without revealing his secret to his servants the prophets. | Διότι οὐ μὴ ποιήσῃ Κύριος ὁ Θεὸς πρᾶγμα ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας. |
| 8 | The lion shall roar, who will not fear? The Lord God hath spoken, who shall not prophesy? | Λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; Κύριος ὁ Θεὸς ἐλάλησε, καὶ τίς οὐ προφητεύσει; |
| 9 | Publish it in the houses of Azotus, and in the houses of the land of Egypt, and say: Assemble yourselves upon the mountains of Samaria, and behold the many follies in the midst thereof, and them that suffer oppression in the inner rooms thereof. | Ἀναγγείλατε χώραις ἐν Ἀσσυρίοις, καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου, καὶ εἴπατε, συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας, καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς, καὶ καταδυναστείαν τὴν ἐν αὐτῇ. |
| 10 | And they have not known to do the right thing, saith the Lord, storing up iniquity, and robberies in their houses. | Καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει Κύριος, οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν. |
| 11 | Therefore thus saith the Lord God: The land shall be in tribulation, and shall be compassed about: and thy strength shall be taken away from thee, and thy houses shall be spoiled. | Διατοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς, Τύρος κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου. |
| 12 | Thus saith the Lord: As if a shepherd should get out of the lion’s mouth two legs, or the tip of the ear: so shall the children of Israel be taken out that dwell in Samaria, in a piece of a bed, and in the couch of Damascus. | Τάδε λέγει Κύριος, ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι τῆς φυλῆς, καὶ ἐν Δαμασκῷ. |
| 13 | Hear ye, and testify in the house of Jacob, saith the Lord the God of hosts: | Ἰερεῖς ἀκούσατε, καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακὼβ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ. |
| 14 | That in the day when I shall begin to visit the transgressions of Israel, I will visit upon him, and upon the altars of Bethel: and the horns of the altars shall be cut off, and shall fall to the ground. | Διότι ἐν τῇ ἡμέρᾳ ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Ἰσραὴλ ἐπʼ αὐτὸν, καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθήλ· καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου, καὶ πεσοῦνται ἐπὶ τὴν γῆν· |
| 15 | And I will strike the winter house with the summer house: and the houses of ivory shall perish, and many houses shall be destroyed, saith the Lord. | Συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινὸν, καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι, καὶ προστεθήσονται ἕτεροι οἶκοι πολλοὶ, λέγει Κύριος. |
