Comparison
1 Samuel 16
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And the Lord said to Samuel. How It long wilt thou mourn for Saul, whom I have rejected from reigning over Israel? fill thy horn with oil, and come, that I may send thee to Isai the Bethlehemite: for I have provided me a king among his sons. | Καὶ εἶπε Κύριος πρὸς Σαμουήλ, ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαοὺλ, κᾀγω ἐξουδένωκα αὐτὸν, μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς Ἰεσσαὶ ἕως Βηθλεὲμ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλέα. |
| 2 | And Samuel said: How shall I go? for Saul will hear of it, and he will kill me. And the Lord said: Thou shalt take with thee a calf of the herd, and thou shalt say: I am come to sacrifice to the Lord. | Καὶ εἶπε Σαμουὴλ πῶς πορευθῶ; καὶ ἀκούσεται Σαοὺλ, καὶ ἀποκτενεῖ με· καὶ εἶπε Κύριος, δάμαλιν βοῶν λάβε ἐν τῇ χειρί σου, καὶ ἐρεῖς, θῦσαι τῷ Κυρίῳ ἥκω. |
| 3 | And thou shalt call Isai to the sacrifice, and I will shew thee what thou art to do, and thou shalt anoint him whom I shall shew to thee. | Καὶ καλέσεις τὸν Ἰεσσαὶ εἰς τὴν θυσίαν, καὶ γνωριῶ σοι ἃ ποιήσεις· καὶ χρίσεις ὃν ἂν εἴπω πρὸς σέ. |
| 4 | Then Samuel did as the Lord had said to him. And he came to Bethlehem, and the ancients of the city wondered, and meeting him, they said: Is thy coming hither peaceable? | Καὶ ἐποίησε Σαμουὴλ πάντα ἃ ἐλάλησεν αὐτῷ Κύριος· καὶ ἦλθεν εἰς Βηθλεὲμ, καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως τῇ ἀπαντήσει αὐτοῦ, καὶ εἶπαν, ἢ εἰρήνη ἡ εἴσοδός σου ὁ βλέπων; |
| 5 | And he said: It is peaceable: I am come to offer sacrifice to the Lord, be ye sanctified, and come with me to the sacrifice. And he sanctified Isai and his sons, and called them to the sacrifice. | Καὶ εἶπεν, εἰρήνη· θῦσαι τῷ Κυρίῳ ἥκω· ἁγιάσθητε καὶ εὐφράνθητε μετʼ ἐμοῦ σήμερον· καὶ ἡγίασε τὸν Ἰεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν. |
| 6 | And when they were come in, he saw Eliab, and said: Is the Lord’s anointed before him? | Καὶ ἐγενήθη ἐν τῷ εἰσιέναι αὐτοὺς, καὶ εἶδε τὸν Ἑλιάβ, καὶ εἶπεν, ἀλλὰ καὶ ἐνώπιον Κυρίου χριστὸς αὐτοῦ. |
| 7 | And the Lord said to Samuel: Look not on his countenance, nor on the height of his stature: because I have rejected him, nor do I judge according to the look of man: for man seeth those things that appear, but the Lord beholdeth the heart. | Καὶ εἶπε Κύριος πρὸς Σαμουὴλ, μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ, μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται ὁ Θεός· ὅτι ἄνθρωπος ὅψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς ὄψεται εἰς καρδίαν. |
| 8 | And Isai called Abinadab, and brought him before Samuel. And he said: Neither hath the Lord chosen this. | Καὶ ἐκάλεσεν Ἰεσσαὶ τὸν ʼΑμιναδὰβ, καὶ παρῆλθε κατὰ πρόσωπον Σαμουήλ. καὶ εἶπεν οὐδὲ τοῦτον ἐξελέξατο ὁ Θεός. |
| 9 | And Isai brought Samma, and he said of him: Neither hath the Lord chosen this. | Καὶ παρήγαγεν Ἰεσσαὶ τὸν Σαμά· καὶ εἶπε, καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο Κύριος. |
| 10 | Isai therefore brought his seven sons before Samuel: and Samuel said to Isai: The Lord hath not chosen any one of these. | Καὶ παρήγαγεν Ἰεσσαὶ τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουήλ· καὶ εἶπε Σαμουὴλ, οὐκ ἐξελέξατο Κύριος ἐν τούτοις. |
| 11 | And Samuel said to Isai: Are here all thy sons? He answered: There remaineth yet a young one, who keepeth the sheep. And Samuel said to Isai: Send, and fetch him, for we will not sit down till he come hither. | Καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαὶ, ἐκλελοίπασι τὰ παιδάρια; καὶ εἶπεν, ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ· καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαὶ, ἀπόστειλον καὶ λάβε αὐτὸν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτόν. |
| 12 | He sent therefore and brought him Now he was ruddy and beautiful to behold, and of a comely face. And the Lord said: Arise, and anoint him, for this is he. | Καὶ ἀπέστειλε καὶ εἰσήγαγεν αὐτόν· καὶ αὐτὸς πυῤῥάκης μετὰ κάλλους ὀφθαλμῶν, καὶ ἀγαθὸς ὁράσει Κυρίῳ· καὶ εἶπε Κύριος πρὸς Σαμουὴλ, ἀνάστα καὶ χρίσον τὸν Δαυείδ, ὅτι οὗτός ἐστιν ἀγαθός. |
| 13 | Then Samuel took the horn of oil, and anointed him in the midst of his brethren: and the spirit of the Lord came upon David from that day forward: and Samuel rose up, and went to Ramatha. | Καὶ ἔλαβε Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου, καὶ ἔχρισεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ· καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω· καὶ ἀνέστη Σαμουὴλ, καὶ ἀπῆλθεν εἰς ʼΑρμαθαίμ. |
| 14 | But the spirit of the Lord departed from Saul, and an evil spirit from the Lord troubled him. | Καὶ πνεῦμα Κυρίου ἀπέστη ἀπὸ Σαοὺλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ Κυρίου. |
| 15 | And the servants of Saul said to him: Behold now an evil spirit from God troubleth thee. | Καὶ εἶπαν οἱ παῖδες Σαοὺλ πρὸς αὐτόν, ἰδοὺ δὴ, πνεῦμα Κυρίου πονηρὸν πνίγει σε· |
| 16 | Let our lord give orders, and thy servants who are before thee will seek out a man skillful in playing on the harp, that when the evil spirit from the Lord is upon thee, he may play with his hand, and thou mayest bear it more easily. | Εἰπάτωσαν δὴ οἱ δοῦλοί σου ἐνώπιόν σου, καὶ ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρᾳ· καὶ ἔσται ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ σοὶ, καὶ ψαλῇ ἐν τῇ κινύρᾳ αὐτοῦ, καὶ ἀγαθόν σοι ἔσται καὶ ἀναπαύσει σε. |
| 17 | And Saul said to his servants: Provide me then some man that can play well, and bring him to me. | Καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ, ἴδετε δή μοι ἄνδρα ὀρθῶς ψάλλοντα, καὶ εἰσαγάγετε αὐτὸν πρὸς μέ. |
| 18 | And one of the servants answering, said: Behold I have seen a son of Isai the Bethlehemite, a skillful player, and one of great strength, and a man fit for war, and prudent in his words, and a comely person: and the Lord is with him. | Καὶ ἀπεκρίθη εἷς τῶν παιδαρίων αὐτοῦ, καὶ εἶπεν, ἰδοὺ ἑώρακα υἱὸν τῷ Ἰεσσαὶ Βηθλεεμίτην, καὶ αὐτὸν εἰδότα ψαλμὸν, καὶ ὁ ἀνὴρ συνετὸς, καὶ πολεμιστὴς, καὶ σοφὸς λόγῳ, καὶ ὁ ἀνὴρ ἀγαθὸς τῷ εἴδει, καὶ Κύριος μετʼ αὐτοῦ. |
| 19 | Then Saul sent messengers to Isai, saying: Send me David thy son, who is in the pastures. | Καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους πρὸς Ἰεσσαὶ, λέγων, ἀπόστειλον πρὸς μὲ τὸν υἱόν σου Δαυὶδ τὸν ἐν τῷ ποιμνίῳ σου. |
| 20 | And Isai took an ass laden with bread, and a bottle of wine, and a kid of the flock, and sent them by the hand of David his son to Saul. | Καὶ ἔλαβεν Ἰεσσαὶ γόμορ ἄρτων, καὶ ἀσκὸν οἴνου, καὶ ἔριφον αἰγῶν ἕνα, καὶ ἐξαπέστειλεν ἐι· χειρὶ Δαυὶδ τοῦ υἱοῦ αὐτοῦ πρὸς Σαούλ. |
| 21 | And David came to Saul, and stood before him: and he loved him exceedingly, and made him his armourbearer. | Καὶ εἰσῆλθε Δαυὶδ πρὸς Σαοὺλ, καὶ παρειστήκει ἐνώπιον αὐτοῦ, καὶ ἠγάπησεν αὐτὸν σφόδρα· καὶ ἐγενήθη αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ. |
| 22 | And Saul sent to Isai, saying: Let David stand before me: for he hath found favour in my sight. | Καὶ ἀπέστειλε Σαοὺλ πρὸς Ἰεσσαὶ, λέγων, παριστάσθω δὴ Δαυὶδ ἐνώπιον ἐμοῦ, ὅτι εὗρε χάριν ἐν ὀφθαλμοῖς μου. |
| 23 | So whensoever the evil spirit from the Lord was upon Saul, David took his harp, and played with his hand, and Saul was refreshed, and was better, for the evil spirit departed from him. | Καὶ ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ, καὶ ἐλάμβανε Δαυὶδ τὴν κινύραν, καὶ ἔψαλλεν ἐν χειρὶ αὐτοῦ, καὶ ἀνέψυχε Σαοὺλ, καὶ ἀγαθὸν αὐτῷ, καὶ ἀφίστατο ἀπʼ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν. |
