Comparison
1 Samuel 15
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | And Samuel said to Saul: The Lord sent me to anoint thee king over his People Israel: now therefore hearken thou unto the voice of the Lord: | Καὶ εἶπε Σαμουὴλ πρὸς Σαοὺλ, ἐμὲ ἀπέστειλε Κύριος χρίσαί σε εἰς βασιλεα ἐπὶ Ἰσραήλ· καὶ νῦν ἄκουε τῆς φωνῆς Κυρίου. |
| 2 | Thus saith the Lord of hosts: I have reckoned up all that Amalec hath done to Israel: I how he opposed them in the way when they came up out of Egypt. | Τάδε εἶπε Κύριος σαβαὼθ, νῦν ἐκδικήσω ἃ ἐποίησεν ʼΑμαλὴκ τῷ Ἰσραὴλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου. |
| 3 | Now therefore go, and smite Amalec, and utterly destroy all that he hath: spare him not, nor covet any thing that is his: but slay both man and woman, child and suckling, ox and sheep, camel and ass. | Καὶ νῦν πορεύου, καὶ πατάξεις τὸν ʼΑμαλὴκ καὶ Ἱερὶμ καὶ πάντα τὰ αὐτοῦ, καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ, καὶ ἐξολοθρεύσεις αὐτόν· καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ, καὶ οὐ φείσῃ ἀπʼ αὐτοῦ· καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς, καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ ἀπὸ μόσχου ἕως προβάτου, καὶ ἀπὸ καμήλου ἕως ὄνου. |
| 4 | So Saul commanded the people, and numbered them as lambs: two hundred thousand footmen, and ten thousand of the men of Juda. | Καὶ παρήγγειλε Σαοὺλ τῷ λαῷ, καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγάλοις τετρακοσίας χιλιάδας ταγμάτων, καὶ τὸν Ἰούδαν τριάκοντα χιλιάδας ταγμάτων. |
| 5 | And when Saul was come to the city of Amalec, he laid ambushes in the torrent. | Καὶ ἦλθε Σαοὺλ ἕως τῶν πόλεων ʼΑμαλὴκ, καὶ ἐνήδρευσεν ἐν τῷ χειμάῤῥῳ. |
| 6 | And Saul said to the Cinite: Go, depart and get ye down from Amalec: lest I destroy thee with him. For thou hast shewn kindness to all the children of Israel, when they came up out of Egypt. And the Cinite departed from the midst of Amalec. | Καὶ εἶπε Σαοὺλ πρὸς τὸν Κιναῖον, ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ ʼΑμαληκίτου, μὴ προσθῶ σε μετʼ αὐτοῦ, καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ἰσραὴλ, ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου ʼΑμαλήκ. |
| 7 | And Saul smote Amalec from Hevila, until thou comest to Sur, which is over against Egypt. | Καὶ ἐπάταξε Σαοὺλ τὸν Ἀμαλὴκ ἀπὸ Εὐειλὰτ ἕως Σοὺρ ἐπὶ προσώπου Αἰγύπτου. |
| 8 | And he took Agag the king of Amalec alive: but all the common people he slew with the edge of the sword. | Καὶ συνέλαβε τὸν ʼΑγὰγ βασιλέα ʼΑμαλὴκ ζῶντα, καὶ πάντα τὸν λαὸν καὶ Ἱερὶμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας. |
| 9 | And Saul and the people spared Agag and the best of the flocks of sheep and of the herds, and the garments and the rams, and all that was beautiful, and would not destroy them: but every thing that was vile and good for nothing, that they destroyed. | Καὶ περιεποιήσατο Σαοὺλ καὶ πᾶς ὁ λαὸς τὸν ʼΑγὰγ ζῶντα, καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων, καὶ τῶν βουκολίων, καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων, καὶ πάντων τῶν ἀγαθῶν, καὶ οὐκ ἐβούλοντο ἐξολοθρεῦσαι αὐτά· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλόθρευσαν. |
| 10 | And the word of the Lord came to Samuel, saying: | Καὶ ἐγενήθη ῥῆμα Κυρίου πρὸς Σαμουὴλ, λέγων, |
| 11 | It repenteth me that I have made Saul king: for he hath forsaken me, and hath not executed my commandments. And Samuel was grieved, and he cried unto the Lord all night. | παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέ μου, καὶ τοὺς λόγους μου οὐκ ἐτήρησε· καὶ ἠθύμησε Σαμουὴλ, καὶ ἐβόησε πρὸς Κύριον ὅλην τὴν νύκτα. |
| 12 | And when Samuel rose early, to go to Saul in the morning, it was told Samuel, that Saul was come to Carmel, and had erected for himself a triumphant arch, and returning had passed on, and gone down to Galgal. And Samuel came to Saul, and Saul was offering a holocaust to the Lord out of the choicest of the spoils which he had brought from Amalec. | Καὶ ὤρθρισε Σαμουὴλ, καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ἰσραὴλ το πρωΐ· καὶ ἀπηγγέλη τῷ Σαοὺλ, λέγοντες ἥκει Σαμουὴλ εἰς Κάρμηλον, καὶ ἀνέστακεν αὐτῷ χεῖρα· καὶ ἐπέστρεψε τὸ ἅρμα, καὶ κατέβη εἰς Γάλγαλα πρὸς Σαούλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ Κυρίῳ, τὰ πρῶτα τῶν σκύλων ἤνεγκεν ἐξ ʼΑμαλήκ. |
| 13 | And when Samuel was come to Saul, Saul said to him: Blessed be thou of the Lord, I have fulfilled the word of the Lord. | Καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαούλ· καὶ εἶπεν αὐτῷ Σαοὺλ, εὐλογητὸς σὺ τῷ Κυρίῳ· ἔστησα πάντα ὅσα ἐλάλησε Κύριος. |
| 14 | And Samuel said: What meaneth then this bleating of the flocks, which soundeth in my ears, and the lowing of the herds, which I hear? | Καὶ εἶπε Σαμουὴλ, καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσί μου, καὶ φωνὴ τῶν βοῶν ἣν ἐγὼ ἀκούω; |
| 15 | And Saul said: They have brought them from Amalec: for the people spared the best of the sheep and of the herds that they might be sacrificed to the Lord thy God, but the rest we have slain. | Καὶ εἶπε Σαούλ, ἐξ ʼΑμαλὴκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαός, τὰ κράτιστα τοῦ ποιμνίου, καὶ τῶν βοῶν, ὅπως τυθῇ Κυρίῳ τῷ Θεῷ σου, καὶ τὰ λοιπὰ ἐξωλόθρευσα. |
| 16 | And Samuel said to Saul: Suffer me, and I will tell thee what the Lord hath said to me this night. And he said to him: Speak. | Καὶ εἶπε Σαμουὴλ πρὸς Σαοὺλ, ἄνες, καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησε Κύριος πρὸς μὲ τὴν νύκτα· καὶ εἶπεν αὐτῷ, λάλησον. |
| 17 | And Samuel said: When thou wast a little one in thy own eyes, wast thou not made the head of the tribes of Israel? And the Lord anointed thee to be king over Israel. | Καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ, οὐχὶ μικρὸς εἶ σὺ ἐνώπιον αὐτοῦ, ἡγούμενος σκήπτρου φυλῆς Ἰσραήλ; καὶ ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ. |
| 18 | And the Lord sent thee on the way, and said: Go, and kill the sinners of Amalec, and thou shalt fight against them until thou hast utterly destroyed them. | Καὶ ἀπέστειλέ σε Κύριος ἐν ὁδῷ, καὶ εἶπέ σοι, πορεύθητι, καὶ ἐξολόθρευσον· ἀνελεῖς τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν Ἀμαλὴκ, καὶ πολεμήσεις αὐτοὺς ἕως συντελέσῃς αὐτούς. |
| 19 | Why then didst thou not hearken to the voice of the Lord: but hast turned to the prey, and hast done evil in the eyes of the Lord. | Καὶ ἱνατί οὐκ ἤκουσας φωνῆς Κυρίου, ἀλλʼ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα, καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον Κυρίου; |
| 20 | And Saul said to Samuel: Yea I have hearkened to the voice of the Lord, and have walked in the way by which the Lord sent me, and have brought Agag the king of Amalec, and Amalec I have slain. | Καὶ εἶπε Σαοὺλ πρὸς Σαμουὴλ, διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ, καὶ ἐπορεύθην τῇ ὁδῷ ᾗ ἀπέστειλέ με Κύριος, καὶ ἤγαγον τὸν ʼΑγὰγ βασιλέα ʼΑμαλὴκ, καὶ τὸν ʼΑμαλὴκ ἐξωλόθρευσα. |
| 21 | But the people took of the spoils sheep and oxen, as the firstfruits of those things that were slain, to offer sacrifice to the Lord their God in Galgal. | Καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια τὰ πρῶτα τοῦ ἐξολοθρεύματος, θύσαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν Γαλγάλοις. |
| 22 | And Samuel said: Doth the Lord desire holocausts and victims, and not rather that the voice of the Lord should be obeyed? For obedience is better than sacrifices: and to hearken rather than to offer the fat of rams. | Καὶ εἶπε Σαμουήλ, εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας, ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴν, καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν. |
| 23 | Because it is like the sin of witchcraft, to rebel: and like the crime of idolatry, to refuse to obey. Forasmuch therefore as thou hast rejected the word of the Lord, the Lord hath also rejected thee from being king. | Ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνονς θεραφὶν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ. |
| 24 | And Saul said to Samuel: I have sinned because I have transgressed the commandment of the Lord, and thy words, fearing the people, and obeying their voice. | Καὶ εἶπε Σαοὺλ πρὸς Σαμουὴλ, ἡμάρτηκα, ὅτι παρέβην τὸν λόγον Κυρίου καὶ τὸ ῥῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν, καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν. |
| 25 | But now bear, I beseech thee, my sin, and return with me, that I may adore the Lord. | Καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου, καὶ ἀνάστρεψον μετʼ ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου. |
| 26 | And Samuel said to Saul: I will not return with thee, because thou hast rejected the word of the Lord, and the Lord hath rejected thee from being king over Israel. | Καὶ εἶπε Σαμουὴλ πρὸς Σαοὺλ, οὐκ ἀναστρέφω μετὰ σοῦ; ὅτι ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ἰσραήλ. |
| 27 | And Samuel turned about to go away: but he laid hold upon the skirt of his mantle, and it rent. | Καὶ ἐπέστρεψε Σαμουὴλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν, καὶ ἐκράτησε Σαοὺλ τοῦ πτερυγίου τῆς διπλοΐδος αὐτοῦ, καὶ διέῤῥηξεν αὐτό. |
| 28 | And Samuel said to him: The Lord hath rent the kingdom of Israel from thee this day, and hath given it to thy neighbour who is better than thee. | Καὶ εἶπε πρὸς αὐτὸν Σαμουὴλ, διέῤῥηξε Κύριος τὴν βασιλείαν σου ἀπὸ Ἰσραὴλ ἐκ χείρος σου σήμερον, καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ· |
| 29 | But the triumpher in Israel will riot spare, and will not be moved to repentance: for he is not a mail that he should repent. | Καὶ διαιρεθήσεται Ἰσραὴλ εἰς δύο, καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστι τοῦ μετανοῆσαι αὐτός. |
| 30 | Then he said: I have sinned: yet honour me now before the ancients of my people, and before Israel, and return with me, that I may adore the Lord thy God. | Καὶ εἶπε Σαοὺλ, ἡμάρτηκα, ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ἰσραὴλ καὶ ἐνώπιον λαοῦ μου, καὶ ἀνάστρεψον μετʼ ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου. |
| 31 | So Samuel turned again after Saul: and Saul adored the Lord. | Καὶ ἀνέστρεψε Σαμουὴλ ὀπίσω Σαοὺλ, καὶ προσεκύνησε τῷ Κυρίῳ. |
| 32 | And Samuel said: Bring hitherto me Agag the king of Amalec. And Agag was presented to him very fat, and trembling. And Agag said: Doth bitter death separate in this manner? | Καὶ εἶπε Σαμουὴλ, προσαγάγετέ μοι τὸν ʼΑγὰγ βασιλέα ʼΑμαλήκ· καὶ προσῆλθε πρὸς αὐτὸν ʼΑγὰγ τρέμων· καὶ εἶπεν ʼΑγὰγ, εἰ οὕτω πικρὸς ὁ θάνατος. |
| 33 | And Samuel said: As thy sword hath made women childless, so shall thy mother be childless among women. And Samuel hewed him in pieces before the Lord in Galgal. | Καὶ εἶπε Σαμουὴλ πρὸς ʼΑγὰγ, καθότι ἠτέκνωσε γυναῖκας ἡ ῥομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου· καὶ ἔσφαξε Σαμουὴλ τὸν ʼΑγὰγ ἐνώπιον Κυρίου ἐν Γαλγάλ. |
| 34 | And Samuel departed to Ramatha: but Saul went up to his house in Gabaa. | Καὶ ἀπῆλθε Σαμουὴλ εἰς ʼΑρμαθαίμ· καὶ Σαοὺλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά. |
| 35 | And Samuel saw Saul no more till the day of his death: nevertheless Samuel mourned for Saul, because the Lord repented that he had made him king over Israel. | Καὶ οὐ προσέθετο ἔτι Σαμουὴλ ἰδεῖν τὸν Σαοὺλ ἕως ἡμέρας θανάτου αὐτοῦ, ὅτι ἐπένθει Σαμουὴλ ἐπὶ Σαοὺλ, καὶ Κύριος μετεμελήθη ὅτι ἐβασίλευσε τὸν Σαοὺλ ἐπὶ Ἰσραήλ. |
